1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

108

καὶ τῆς προειρημένης μεσημβρίας· ἀπαγγέλλοντος δέ μου, ταῦτα εἰσακούσεται ὁ θεὸς τῆς φωνῆς μου, ἀποδεχόμενος καὶ (ιν' ουτως ειπω) τερπόμενος ἐπὶ τῇ φωνῇ μου τῇ πάντα διηγησαμένῃ. 578 Ps 54,20b ̔Υπάρχοντα δέ φησι τὸν θεὸν πρὸ τῶν αἰώνων ἀλλ' οὐχ ὑπάρξαντα. εἰ γὰρ ειρηκεν ὑπάρξαντα, καὶ αὐτὸς ἀρχὴν εχων μεμετρημένῳ τινὶ διαστήματι πρώην ων ὑπῆρχεν. διὰ τοῦτο ουν ειπεν ̔Ο ὑπάρχων, αναρχον καὶ ἀΐδιον αὐτοῦ τὴν υπαρξιν τιθέμενος, διὰ δὲ τοῦ Πρὸ αἰώνων ἀρχὴν ὑπάρξεως τῶν αἰώνων καταβαλλόμενος. δεῖ δὲ Τῶν αἰώνων ἀκούειν ὡς παρεκτάσεων οὐσῶν τῶν κτισμάτων. Καὶ ὁ σωτὴρ δὲ ἀΐδιος ἐξ ἀϊδίου τυγχάνων πρὸ τῶν αἰώνων ἐστὶν τῷ καὶ αὐτοὺς τοὺς αἰῶνας δι' αὐτοῦ γεγονέναι. καὶ Παῦλος δὲ Καὶ αὐτός ἐστιν, φησί, πρὸ πάντων· ισον δὲ τὸ ̔Υπάρχων τὸ αὐτό ἐστι Πρὸ πάντων· οὐ γὰρ ειπεν Καὶ αὐτὸς γέγονε πρὸ πάντων. καὶ ὁ σωτὴρ περὶ ἑαυτοῦ Πρὶν ̓Αβραὰμ γενέσθαι οὐκ ειπεν ἐγὼ ημην ἀλλ' ἐγώ εἰμι. 579 Ps 54,20δ Τῶν ἁμαρτημάτων τὰ μὲν δυσίατα η καὶ ἀνίατα, τὰ δὲ ἰάσιμα. καὶ περὶ μὲν τῶν ἰασίμων εστιν ἀντάλλαγμα εὑρεῖν τὴν ὑπὲρ ἁμαρτιῶν προσαγομένην θυσίαν ἀλλὰ καὶ ἐλεημοσύνην καὶ νηστείαν μετὰ προσευχῆς (ταῦτα γὰρ ῥύεται ἐκ θανάτου), τῶν δὲ ἀνίατα ἡμαρτηκότων οὐκ εστιν ἀντάλλαγμα λύτρον καὶ σῶστρον καταθέσθαι. ἐὰν γὰρ ἁμαρτῶν ἁμάρτῃ ἀνὴρ εἰς ανδρα καὶ προσεύξωνται περὶ αὐτοῦ, εστι τούτων ἀντάλλαγμα· ἐὰν δὲ εἰς κύριον τὸν θεόν, τίς προσεύξεται περὶ αὐτοῦ; οὐκ εστι γὰρ τῶν τοιούτων ἀντάλλαγμα. 580 Ps 54,21.22a ̓Εξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι τὰ ἀντάξια ων εἰργάσαντο. ἐπεὶ γὰρ προδόται καὶ φονεῖς Χριστοῦ γεγένηνται ἀκατάλλακτα ἠνομηκότες, αξιοι ὑποπεσεῖν τιμωρίᾳ ωφθησαν. ἑάλωσαν ουν ὑπὸ ̔Ρωμαίων ὡς ἐξανδραποδισθῆναι καὶ τῆς θρεψαμένης χώρας ἐξωσθῆναι ο οὐπώποτε αλλῳ εθνει γεγένηται. ουτοι δ' αν ἐπάνακτοι τῆς πατρίδος ἀπερρίφησαν. ̓Εβεβήλωσαν γὰρ τὴν διαθήκην τοῦ θεοῦ, οὐ προσηκάμενοι ἀλλὰ καὶ ἀναιρήσαντες τὸν ὑπ' αὐτῆς προφητευόμενον. τάχα δὲ καὶ ἐπεὶ μέχρι καιροῦ ωριστο τηρεῖσθαι κατὰ τὸ αἰσθητὸν ἡ διαθήκη, πληρωθέντος τοῦ χρόνου καθ' ον εδει ἐκ τοῦ κατὰ σάρκα ἐπὶ τὸ κατὰ πνεῦμα αὐτὴν μεταβαλεῖν, ἐμμείναντες τῇ τυπικῇ λατρείᾳ ̓Εβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. διὸ καὶ ἐκτείνας τὴν χεῖρα τὴν κολαστικὴν ἀπέδωκεν αὐτοὺς ὡς φθάσαι ἐπ' αὐτοὺς τὴν ὀργὴν αὐτοῦ εἰς τέλος ὑφ' ης καὶ διεμερίσθησαν οὐκέτι ἐν τῇ αὐτοῦ χώρᾳ συστρεφόμενοι ἀλλ' ἐν παντὶ εθνει ἐσκορπισμένοι. ταῦτα δ' αὐτοῖς προυξένησεν ἡ ὀργὴ τοῦ προσώπου τοῦ θεοῦ, ἐπεὶ ἐπιλάμψαντος καὶ ἐπιφανέντος τοῦ προσώπου αὐτοῦ οὐκ ἐδέξαντο. 581 Ps 54,22b-δ ̓Απαλοὶ γὰρ νομιζόμενοι ειναι καὶ λεῖοι διὰ τὸ μεθ' ὑποκρίσεως αὐτοὺς προφέρεσθαι βολίδες ησαν ἀναιρετικαὶ καὶ ἰοῦ πλήρεις. Εἰσὶ δὲ οἱ καὶ περὶ θεοῦ ἑρμηνεύοντες ουτως· τὴν καρδίαν ἑαυτοῦ θεὸς ηγγισεν συγκαταβαίνων τοῖς ἀνθρώποις λόγους τε προφέρων ἐλαίου δίκην ἰωμένους καὶ λύοντας τὰς ἀλγηδόνας τῶν καμνόντων. ουτοι δὲ οἱ ὑπὲρ ελαιον ἀπαλοὶ λόγοι τοῖς καταφρονοῦσιν αὐτῶν εὑρίσκονται βολίδες, κολάζοντες τοὺς καταφρονοῦντας. πολλαχοῦ δὲ ἐπὶ τῶν κολάσεων κεῖται ἡ βέλους προσηγορία, βέλος δὲ καὶ βολὶς ταὐτὸν καθ' ὑποκείμενον. 582a Ps 54,24a Τῷ δικαίῳ οὐ διδοὺς σάλον ὁ θεὸς τοὺς βεβηλώσαντες τὴν διαθήκην αὐτοῦ κατάξει εἰς φρέαρ διαφθορᾶς, ἐναντίως εχον τοῖς φρέασιν ἀφ' ων πίνειν ζωὴν καὶ ἀφθαρσίαν προστάττει ὁ λόγος. η τάχα Φρέαρ διαφθορᾶς τὸν ᾳδην λέγει εἰς ον οἱ διαφθαρέντες τὴν γνώμην κατάγονται ὑπὸ τοῦ θεοῦ ψήφῳ αὐτοῦ καὶ κρίσει παραδιδόμενοι. 583 Ps 54,24b-d Ους ευχεται ταπεινωθῆναι ὑπὸ τοῦ θεοῦ τοῦ ὑπάρχοντος πρὸ τῶν αἰώνων τοὺς ̓Ιουδαίους ειναι νοήσομεν. ἐκεῖνοι γὰρ τῷ θελήματι ἀντέπιπτον τοῦ μονογενοῦς, οὐ φοβηθέντες τὸν θεὸν ἀλλὰ καὶ βεβηλώσαντες τὴν διαθήκην αὐτοῦ. ανδρας δὲ αἱμάτων λέγει τοὺς εἰπόντας Τὸ αιμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν, οντας καὶ ἐνόχους παντὸς αιματος