1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

109

ἐκκεχυμένου ἐπὶ τῆς γῆς τῶν δικαίων. οἱ δ' αὐτοὶ καὶ δολιότητός εἰσιν ανδρες, δολερῶς ἀεὶ τῷ σωτῆρι καὶ τοῖς ἁγίοις προσερχόμενοι. Τούτους ουν ευχεται μηδ' ἐπὶ τὸ ημισυ τῶν ἡμερῶν αὐτῶν φθάσαι. ἐπεὶ γὰρ ἀποστραφέντες τὴν ἡμέραν τὴν ἐκ τῆς λάμψεως τοῦ ἀληθινοῦ φωτὸς συνισταμένην ἑαυτοῖς ἡμέραν δῆθεν φωτισμοῦ διὰ μυθικῶν παραδόσεων ἐπενόησαν, πονηρὸν δὲ τὸ ἐν τούτοις ἀναπληρωθῆναι αὐτῶν τὰς ἡμέρας παρακαλεῖ, μεσολαβηθεισῶν τῶν ἡμερῶν αὐτῶν μήποτε ἐπὶ τὸ ημισυ αὐτῶν τῶν ἡμερῶν φθάσασιν ἀνατεῖλαι αὐτοῖς τὸν ηλιον τῆς δικαιοσύνης ινα ἐν ἡμέρᾳ κυρίου γένωνται. Καὶ πρὸς τὸ ῥητὸν δὲ βιάσοιτό τις τοιαῦτα· ἐπεὶ ἐν τῷ βίῳ οἱ ἀσεβεῖς διαμένοντες ἀμετανοήτῳ προαιρέσει πολλὰ κακὰ δρῶσιν, φειδόμενος αὐτῶν ἀξιοῖ οπως μεσούσης τῆς ἀνθρωπίνης ζωῆς ἁρπαγῶσι τοῦ βίου ινα ὑπὲρ ὀλίγων ἁμαρτημάτων καὶ μὴ πολλῶν τιμωρηθῶσιν. Τούτων, φησίν, ουτω διακειμένων, ἐγὼ τὴν προσδοκίαν καὶ ἐλπίδα ἐπὶ σὲ εχω, κύριε.

584 Ps 55,2 Τὸ καταπατεῖσθαι ἐπὶ καταφρονήσεως τάττει ἡ γραφή, ωσπερ ἐπὶ

τοῦ μεμωραμένου ἁλὸς λέγεται Εξω βάλλουσιν αὐτό. καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ περὶ τοῦ τὸν Χριστὸν ἐξευτελίζοντος γέγραπται· Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας; καὶ ὁ αγιος ουν ἐξευτελιζόμενος ὑπὸ τοῦ διὰ φαυλότητα ἀνθρώπου οντος κατὰ τὸ Οπου ερις ἐν ὑμῖν καὶ ζῆλος οὐχὶ σάρκικοί ἐστε καὶ κατὰ ανθρωπον περιπατεῖτε; ἐλεηθῆναι ὑπὸ θεοῦ ἀξιοῖ. Ουτος δὲ ἀδιαστάτως πολέμιος καὶ φονικὸς ων ολην τὴν τοῦ βίου ἡμέραν ἐκθλίβει πολεμῶν τὸν δίκαιον, οὐδὲ κατὰ ποσὸν εἰρηνικὸς ειναι βουλόμενος. ἐπειδὴ δὲ καὶ ἐν τῇ παραβολῇ τῶν ζιζανίων ὁ τούτων σπορεὺς πονηρὸς ανθρωπος ὁ διάβολος ἡρμήνευται, ἐπίστησον εἰ καὶ περὶ αὐτοῦ ῥηθείη τὰ προκείμενα. 585 Ps 55,3 ̓Αρξάμενοι ἀπὸ πολλοῦ τοῦτο ποιεῖν, φησίν, η τάχα ἀπὸ ὑψηλοτέρας ἡμέρας καὶ ζωῆς καταπεσόντες ἐπὶ τὸ ἐχθροί μου ειναι ἐληλύθασιν. 586 Ps 55,8a Τοὺς εἰς κακίαν πεσόντας σῴζει ὁ θεὸς δωρεάν, οὐδὲν παρ' αὐτῶν δεχόμενος. ̓Ιδοὺ γάρ φησι ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε, οὐκ ἐξ εργων ἀλλὰ χάριτι σῳζόμενοι. τὸ γοῦν ̔Υπὲρ μηδενὸς σημαίνει μὴ ὑπέρ τινος διδομένου αὐτῷ τὴν σωτηρίαν αὐτοῖς παρέχειν. Ps 55,9 Παρρησιαζομένου πρὸς θεὸν ἡ φωνή. ὁ γὰρ ζῶν μὴ τῇ ἁμαρτίᾳ ἀλλὰ τῷ θεῷ δι' αὐτῶν τῶν εργων φανερὰν τῷ θεῷ ποιεῖ τὴν ζωὴν ἑαυτοῦ, ἐξαγγέλλων αὐτὴν διαθέσει καὶ πράξει. 587 Ps 55,11 Τὸ ἐπὶ τῷ θεῷ καὶ διὰ τὸν θεὸν προφερόμενον ῥῆμα αἰνετόν ἐστιν, ὡσαύτως καὶ ὁ λόγος. ητοι δὲ ἐκ παραλλήλου κατὰ τοῦ αὐτοῦ τὸ ῥῆμα καὶ τὸν λόγον κατηγορεῖ, η ἐπ' αλλου καὶ αλλου τίθεται τὰς τοιαύτας προσηγορίας. ἐπεὶ γὰρ τὸ ῥῆμα μέρος ἐστὶ λόγου, ὁ εἰς τὴν θεοσέβειαν εἰσαγόμενος πληρεστάτῳ λόγῳ μήπω δυνάμενος κοινωνεῖν ἀπὸ ῥήματος αρχεται τουτέστι μερικοῦ λόγου. ἀμέλει πρότερον τὸ ῥῆμα κυρίου γίνεται ἐπὶ ̔Ιερεμίαν καὶ μετὰ τοῦτο λόγος κυρίου γίνεται πρὸς αὐτόν· καὶ ἐν ̔Ησαΐᾳ ̓Ακούσατέ φησι ῥῆμα κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ. ἀκούεται δὲ ῥῆμα κυρίου τῷ ἐν εἰσαγωγῇ γινομένῳ δι' αὐτοῦ. Εἰ δέ τις ἐνστήσεται ῥῆμα λέγων δίδοσθαι τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, ιστω πρὸς τὴν μέλλουσαν γνῶσιν καὶ διδασκαλίαν ῥῆμα λαμβάνειν νῦν τοὺς ἐκ μέρους γινώσκοντας καὶ προφητεύοντας, τοῦ τελείου λόγου διδομένου αὐτοῖς τῆς τελείας γνώσεως ἐπιλαμπούσης ὡς τὴν ἐκ μέρους καταργηθῆναι. ̓Αποδεχόμενος ουν καὶ τὴν εἰσαγωγὴν καὶ τὴν πληρεστάτην τοῦ λόγου ἐπιφοίτησιν ἐπὶ τῷ θεῷ αἰνεῖ ῥήματι καὶ λόγῳ. 588 Ps 55,12 Σάρκα δὲ η τὸν ανθρωπον λέγει η ἐκείνην ης τὸ φρόνημα εχθρα εἰς θεὸν τῷ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτασσομένης. ὁ γὰρ ἐν ταύτῃ τῇ σαρκὶ γινόμενος θεῷ ἀρέσαι οὐ δύναται. φοβεῖται ουν μήτι ποιήσει αὐτῷ σὰρξ ὁ ἐν πνεύματι γινόμενος, ὡς αν τὰ εργα τῆς σαρκὸς νεκρώσας· ουτος γὰρ ἀληθῶς ἐπὶ