110
θεὸν ηλπισεν. 589 Ps 55,13 ̔Ο εὐχόμενος οτε καταλλήλως διάκειται οις ἐπαγγέλλεται διὰ τῆς εὐχῆς, ἐν ἑαυτῷ εχει τὰς εὐχὰς τῆς αἰνέσεως ας ἀποδώσει τῷ θεῷ. εὐχαὶ δὲ αἰνέσεως αἱ περὶ αἰνέσεως· ὡς γὰρ ευχεταί τις ποιῆσαι η ἀποδοῦναι τῷ θεῷ τόδε τι, ουτως ευχεταί τις αἰνέσαι τὸν θεόν. 590 Ps 55,14ab Καὶ ἐπεὶ ἀκολουθεῖ τῷ θανατουμένῳ τὸ θρηνεῖσθαι καὶ δάκρυα ἐπ' αὐτῷ γίνεσθαι, οὐκ αλλος δὲ θρηνεῖ τὸν κατὰ ψυχὴν τεθνηκότα η αὐτὸς ἑαυτόν, εἰκότως μετὰ τὸ ἐρρύσθαι τὴν ψυχὴν ἐκ θανάτου τοῦ νοητοῦ τῆς ἀγνωσίας τῆς περὶ θεοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ δακρύων ἠλευθέρωνται. ̓Ερρύσατο δὲ ἀπὸ ὀλισθήματος τοὺς πόδας, ὑποδήσας αὐτοὺς ὑπόδημα μετεώριζον καὶ ανω τῆς γῆς ποιοῦν. ̓Εγὼ γάρ φησιν ὁ θεὸς ὑπέδησά σε ὑάκινθον. ὁ δὲ ὑάκινθος μιμούμενος τὸ σῶμα τοῦ οὐρανοῦ δηλοῖ τὴν ψυχὴν οὐρανίῳ χρωμένην ὑποδήματι οὐκ αλλῳ τυγχάνοντι η τῆς τοῦ εὐαγγελίου ἑτοιμασίας. μετεωριζομένου ουν τοῦ ὑποδεδεμένου, ἀκολουθεῖ τὸ ἐξ ὀλισθήματος τοῦ περὶ τὴν υλην ἐρρύσθαι τοὺς πόδας αὐτοῦ. 591 Ps 55,14c ̔Ρύεταί τις ἀπὸ τῶν προειρημένων ἐπιβλαβῶν ἐπὶ τῷ εὐαρεστῆσαι τῷ θεῷ ζῶν τε καὶ πεφωτισμένος. ὁ γὰρ εὐαρεστῶν τῷ θεῷ ἐν φωτὶ ζώντων τοῦτο ποιεῖ, ζῇ δὲ καὶ πεφώτισται πᾶς μετέχων θεοῦ· αὐτὸς γὰρ ζωὴ ων φῶς ἐστι τῶν ἀνθρώπων κατὰ τὸ Καὶ ἡ ζωὴ ην τὸ φῶς τῶν ἀνθρώπων.
592a Ps 56,2a-c ̔Ο ἐπιδιπλασιασμὸς δηλοῖ οτι καὶ ἐν τῷ βίῳ τούτῳ καὶ ἐν τῷ
μέλλοντι ἐλέου θεοῦ χρῄζομεν. σκιὰν δὲ πτερύγων τὴν θείαν κηδεμονίαν καλεῖ. εἰ δὲ προδιαστέλλοιτο ἡ σκιὰ τῇ ἀληθείᾳ, ο βούλεται τοιοῦτόν ἐστιν· ἐν τῷ βίῳ τούτῳ τυγχάνων ἐν τῇ σκιᾷ τῶν πτερύγων εἰμί, ἐλπίζων καὶ ἐπ' αὐτὰς τὰς πτέρυγας ἐλθεῖν ἐπτερώμενος ἀρετῇ καὶ νοήσει πνευματικῇ. πτέρυγες δὲ θεοῦ η αἱ σκεπαστικαὶ αὐτοῦ δυνάμεις η αἱ ὑψιπετεῖς περὶ αὐτοῦ νοήσεις. 593a Ps 56,2d Τὸ παρέρχεσθαι τὴν ἀνομίαν δηλοῖ πρόσκαιρον αὐτὴν ειναι· καὶ ὁ Παῦλος γοῦν ἐν τῇ Πρὸς ̔Εβραίους πρόσκαιρον γράφει τὴν τῆς ἁμαρτίας ἀπόλαυσιν. ωσπερ ουν παρερχομένη, ουτω καὶ ἀπό τινος χρόνου ἀρξαμένη ἐστὶν ἡ ἀνομία· περὶ γάρ τινος ειδους αὐτῆς ειρηται· ουτε ην ἀπ' ἀρχῆς ουτε εἰς τὸν αἰῶνα εσται. 594a Ps 56,3a Οὐ μάτην δὲ Τὸν υψιστον ειπεν. ἐπεὶ γὰρ ἡ ἀνομία ἑρπηστικὴ καὶ χαμαιπετής ἐστιν, ὁ ταύτης ἀπαλλακτιῶν πρὸς τὸν υψιστον βοᾷ ιν' εἰς υψος αἰρόμενος τῇ βοῇ μακρὰν ἀπὸ τοῦ βλαβεροῦ θηρὸς γένηται. 595a Ps 56,4a ̔Ο ἀποσταλεὶς ἐξ οὐρανοῦ ἐπὶ τῷ σῶσαι ὁ κύριός ἐστι φάσκων Καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ινα ποιῶ τὸ θέλημα τὸ ἐμόν. τοῦτον γὰρ οντα λόγον αὐτοῦ ἐξαπέστειλεν ὁ θεὸς καὶ ἰάσατο τοὺς τετρωμένους ἐκ τῶν διαφθορῶν αὐτῶν, ως φησιν ἑτέρωθι αὐτὸς ὁ ∆αυίδ. Ζητήσειε δ' αν τις τὸ ἐξ οὐρανοῦ ἀπεστάλθαι, εἰ τοπικὴν ἐκ τοῦ σωματικοῦ οὐρανοῦ ἐκπομπὴν δηλοῖ. δόξει γὰρ αλογον ειναι τοπικὴν κατάβασιν τῷ θεῷ προσάπτειν. μήποτ' ουν σημαίνει ἡ οὐρανὸς φωνὴ τὴν ἀσώματον καὶ νοητὴν οὐσίαν, κατὰ τὸ Θησαυρίζετε ἐν οὐρανοῖς, καὶ τὸ ̔Ο θεὸς ἐν τῷ οὐρανῷ ανω. ὁ ἐν μορφῇ τοίνυν θεοῦ καὶ ισα θεῷ ὑπάρχων μορφὴν δούλου λαβὼν εἰς ἀνθρώπους ηκεν. καὶ τοῦτό ἐστι τὸ ἐξ οὐρανοῦ ἀποστεῖλαι ινα ὁ θεὸς λόγος σὰρξ γένηται καὶ ἐπὶ γῆς ὀφθεὶς ἀνθρώποις συναναστράφῃ. τὰ αὐτὰ καὶ περὶ τοῦ ἁγίου πνεύματος μυσταγωγῶν ὁ Πέτρος γράφει Α νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπὸ οὐρανοῦ· ἀποσταλὲν γὰρ ἐκ τοῦ νοητὴν οὐσίαν τυγχάνειν τὸ πνεῦμα ἀνθρώποις ἐνῳκίσθη τοῖς εὐαγγελισαμένοις ὑμᾶς. 596a Ps 56,4b Οἱ πρὸ τούτου διὰ τοῦ ἐξευτελίζειν καταπατοῦντές με εἰς ονειδος ἐδόθησαν, θεοῦ ἀποστείλαντος ἐξ οὐρανοῦ οπως σωθῶ. ἑωρακὼς γὰρ τὸν τοῦ θεοῦ υἱὸν φροντίσαντα τῆς σωτηρίας μου, ἀσχημονοῦντας αὐτοὺς καὶ ὀνειδιζομένους ειδον καταπατήσαντας ον ὁ θεὸς εσωσεν. 597a Ps 56,4c.5a ̓Εν τῷ προάγοντι στίχῳ εἰπὼν ̓Εξαπέστειλεν ἐξ οὐρανοῦ,