110
χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.161 ΟΜΙΛΙΑ ΚΗʹ. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ἵνα κρίνῃ
τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον. αʹ. Πολλοὶ τῶν ῥᾳθυμοτέρων εἰς ἁμαρτημάτων μέγεθος καὶ ὀλιγωρίας
ὑπερβολὴν τῇ τοῦ Θεοῦ κεχρημένοι φιλανθρωπίᾳ, ταῦτα φθέγγονται τὰ ῥήματα· Οὐκ ἔστι γέεννα, οὐκ ἔστι κόλασις, πάντα ὁ Θεὸς ἀφίησιν ἡμῖν τὰ ἁμαρτήματα Οὕσπερ ἐπιστομίζων σοφός τις ἀνήρ φησι· Μὴ εἴπῃς, Ὁ οἰκτιρμὸς αὐτοῦ πολὺς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται· ὅτι ἔλεος καὶ ὀργὴ παρ' αὐτῷ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ· καὶ πάλιν, Κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, πολὺς καὶ ὁ ἔλεγχος αὐτοῦ. Καὶ ποῦ, φησὶ, τὰ τῆς φιλανθρωπίας, εἰ τὰ κατ' ἀξίαν ἀποληψόμεθα τῶν ἁμαρτημάτων; Ὅτι μὲν τὰ κατ' ἀξίαν ἀποληψόμεθα, ἄκουε καὶ τοῦ Προφήτου καὶ τοῦ Παύλου λέγοντος· τοῦ μὲν, ὅτι Σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῦ δὲ, Ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. Ὅτι δὲ καὶ οὕτω πολλὴ ἡ φιλανθρωπία τοῦ Θεοῦ, καὶ τοῦτο ἐντεῦθεν δῆλον. Εἰς γὰρ δύο ζωῆς αἰῶνας τὰ ἡμέτερα διελὼν ὁ Θεὸς τούτους, τὸν παρόντα καὶ τὸν μέλλοντα βίον, καὶ τὸν μὲν ἐν ἀγώνων τάξει, τὸν δὲ ἐν χώρᾳ στεφάνων ποιήσας εἶναι, πολλὴν κἀντεῦθεν τὴν φιλανθρωπίαν ἐπεδείξατο. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι πράξαντος πολλὰ καὶ χαλεπὰ ἁμαρτήματα, καὶ οὐ διαλιπόντας ἀπὸ νεότητος εἰς ἔσχατον γῆρας μυρίοις τὴν ψυχὴν καταῤῥυπαίνειν ἑαυτῶν κακοῖς, οὐδενὸς τούτων ἀπῄτησεν εὐθύνας ἡμᾶς τῶν ἁμαρτημάτων, ἀλλ' ἔδωκεν αὐτῶν ἄφεσιν διὰ λουτροῦ παλιγγενεσίας, καὶ δικαιοσύνην καὶ ἁγιασμὸν ἐχαρίσατο. Τί οὖν, φησὶν, ἂν ἐκ πρώτης ἡλικίας μυστηρίων καταξιωθείς τις μετὰ ταῦτα μυρία ἁμάρτῃ; Ὁ τοιοῦτος λοιπὸν μείζονος κολάσεως ἄξιος. Τῶν γὰρ αὐτῶν ἁμαρτημάτων οὐ τὰς αὐτὰς τίννυμεν δίκας, ἀλλὰ πολλῷ χαλεπωτέρας, ὅταν μετὰ μυσταγωγίαν πλημμελήσωμεν. Καὶ δηλοῖ Παῦλος οὕτω λέγων· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὴν χάριν τοῦ Πνεύματος ἐν 59.162 υβρίσας; Μείζονος οὖν ἔσται κολάσεως ἄξιος ὁ τοιοῦτος. Πλὴν ἀλλὰ καὶ τούτῳ μετανοίας ἀνέῳξε θύρας, καὶ πολλοῖς τρόποις ἔδωκεν ἀπονίψασθαι τὰ πεπλημμελημένα, ἂν ἐθέλῃ. Ἐννόησον οὖν ἡλίκα ταῦτα φιλανθρωπίας δείγματα, τὸ καὶ χάριτι ἀφεῖναι, καὶ μετὰ τὴν χάριν τὸν ἁμαρτόντα καὶ ἄξιον ὄντα κολάσεως μὴ κολάζειν, ἀλλὰ διδόναι καιρὸν καὶ προθεσμίαν ἀπολογίας αὐτῷ. ∆ιὰ ταῦτα πάντα ὁ Χριστὸς πρὸς τὸν Νικόδημον ἔλεγεν· Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον. ∆ύο γάρ εἰσιν αἱ τοῦ Χριστοῦ παρουσίαι· ἡ ἤδη γεγενημένη, καὶ ἡ μέλλουσα· οὐκ ἐπὶ τοῖς αὐτοῖς δὲ αἱ δύο, ἀλλ' ἡ μὲν προτέρα γέγονεν, οὐχ ἵνα ἐξετάσῃ τὰ πεπραγμένα ἡμῖν, ἀλλ' ἵνα ἀφῇ ἡ δὲ δευτέρα, οὐχ ἵνα ἀφῇ, ἀλλ' ἵνα ἐξετάσῃ. ∆ιὰ τοῦτο περὶ μὲν τῆς προτέρας φησίν· Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον· περὶ δὲ τῆς δευτέρας, Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, καὶ τὰ ἐρίφια ἐξ εὐωνύμων. Καὶ ἀπελεύσονται οἱ μὲν εἰς ζωὴν, οἱ δὲ εἰς κόλασιν αἰώνιον. Καίτοι γε καὶ ἡ προτέρα παρουσία κρίσεως ἦν κατὰ τὸν τοῦ δικαίου λόγον. ∆ιατί; Ὅτι πρὸ τῆς αὐτοῦ παρουσίας νόμος ἦν φυσικὸς, καὶ προφῆται, καὶ γραπτὸς πάλιν νόμος, καὶ διδασκαλία, καὶ μυρίαι ἐπαγγελίαι, καὶ σημείων ἐπιδείξεις, καὶ κολάσεις καὶ τιμωρίαι, καὶ πολλὰ ἕτερα τὰ διορθοῦν δυνάμενα· καὶ ἀκόλουθον ἦν τούτων πάντων ἀπαιτῆσαι εὐθύνας· ἀλλ' ἐπειδὴ φιλάνθρωπός ἐστιν, οὐ ποιεῖται