111
οὐκ εἰρηκὼς τί τὸ ἀποσταλὲν ἐξ οὐρανοῦ, νῦν ἑρμηνεύει οτι ελεός ἐστι καὶ ἀλήθεια τὸ ῥυόμενον τὴν ψυχὴν αὐτοῦ γενομένην μεταξὺ ἐχθρῶν τῶν καταπατησάντων· ουτοι δέ εἰσι διὰ τὸ αγριον καὶ ὠμόθυμον σκύμνοι. οὐχ ετερον δὲ κατ' οὐσίαν τῆς ἀληθείας τὸ ελεος· ἀμφότερα γὰρ ὁ σωτήρ. 598a Ps 56,5b ̔Η κοίμησις τὴν ἀνάπαυλαν πολλάκις σημαίνει, ὡς ἐν τῷ ̓Εν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω. ο ουν βούλεται λέγειν τοῦτό ἐστιν· εἰ καὶ ἐταράχθην καταπατούμενος ὑπὸ ἐχθρῶν καὶ θαμβούμενος τῶν σκύμνων τῶν μέσον με λαβόντων, ἀλλ' οὐ παρέμεινεν ἡ ταραχή. ἐκοιμήθην γὰρ τεταραγμένος, οὐχὶ τεταραγμένος γρηγορῶν εμεινα ἀλλ' ἐκοιμήθην ἀποβαλὼν τὴν ταραχήν. 599a Ps 56,7b Τούτου σύμβολον ην ἡ συνεχομένη πνεύματι ἀσθενείας γυνή, Συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές, ην ελυσεν ὁ ̓Ιησοῦς ἀπὸ τῶν βρόχων τῶν σατανικῶν θυγατέρα ουσαν ̓Αβραάμ. τάχα δὲ καὶ πᾶς ὁ τὰ κάτω φρονῶν κατακεκαμμένην εχει τὴν ψυχὴν οὐ δυναμένην τὰ ανω σκοπεῖν οσον ἐστὶν τοιαύτη. 600a Ps 56,10 Λαοὺς δὲ νοήσεις καὶ τοὺς ἐκ περιτομῆς, εθνη δὲ τοὺς ἀπὸ τῶν εἰδώλων μετανοήσαντας ὡς μίαν γενέσθαι ἐκκλησίαν. 601a Ps 57 αργ Οἱ ἐν ἀφθαρσίᾳ τὸν κύριον ἀγαπήσαντες εἰς τὸ τέλος τοῦ μὴ διαφθείρειν ἐληλυθότες τὴν στηλογραφίαν δι' ων ἐνεργοῦσι καλῶς ἐγείρουσιν. ὡς γὰρ οἱ τἀναντία ποιοῦντες αὐτὰ α πράττουσι κακῶς στήλην ἀπηγορευμένην ποιοῦσιν, ῃ φησιν ὁ νόμος Οὐ ποιήσεις σεαυτῷ στήλην α ἐμίσησεν ὁ κύριος, δηλῶν οτι πᾶς ὁ τὰ ἀπηγορευμένα πράττων φαῦλον βίον στήλης δίκην ἐγείρει. διὸ καὶ τὸν τὰ ἀγαθὰ ποιοῦντα εἰκότως ἐρεῖς στήλην ἀνατιθέναι ουσαν σύμβολον ων διήθλησεν ἀγώνων.
602a Ps 57,3 Ουτος γὰρ καρπὸς δικαιοσύνης καὶ ἐν Παροιμίαις· Νοῆσαί τε
δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν. συμπλέκει δὲ ἀδικίαν ὁ ἁμαρτίας συνάπτων ἐν τῷ ἀδιαστάτως ἐνεργεῖν τὸ κακόν. τούτῳ ἰσοδυναμεῖ τὸ Σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν εκαστος σφίγγεται. Οὐ μάτην πρόσκειται τῷ ̓Ανομίας ἐργάζεσθε τὸ ̓Εν τῇ γῇ· καν γὰρ ἐν καρδίᾳ τις ἀνομίαν ποιήσῃ, ̓Εν τῇ γῇ τουτέστι περὶ τὰ ὑλικὰ ἐνεργεῖ αὐτήν. 603a Ps 57,4 Οἱ διαβάλλειν δὲ τὰς γραφὰς ἀποτολμῶντες καὶ ταύτην τὴν λέξιν διέσυραν, λέγοντες μὴ ειναι οιόν τε ἀπὸ γαστρὸς πλανηθῆναι καὶ ψεῦδος λαλῆσαι· συμπεπληρωκότων γὰρ τὸν λόγον φασὶ τὸ ἁμαρτάνειν. πρὸς ους ῥητέον μὴ νενοηκότας τὴν συνήθειαν τῆς γραφῆς ταῦτα· τὸ ἀρτίτοκον βρέφος δεκτικὸν ἀρετῆς καὶ κακίας ἐστὶ δυνάμει, τότε δεχόμενον κατ' ἐνέργειαν ὁποτέραν τούτων τῶν εξεων οταν γνῶσιν ἀγαθοῦ καὶ κακοῦ σχῇ· τότε γὰρ καὶ συμπληροῦται ὁ λόγος οταν κατ' ἀρετὴν αρξηται ἐνεργεῖν. ̓Εκ κοιλίας μητρὸς λέγεται τὸ ἀγαθὸν πεποιηκέναι. τοιοῦτόν ἐστιν ο φησιν ὁ ̓Ιώβ· Εἰ δὲ καὶ τὸν ψωμόν μου εφαγον μόνος καὶ ὀρφανῷ οὐ μετέδωκα· ἐκ κοιλίας γὰρ μητρὸς ὡδήγουν αὐτοὺς καὶ ἐξέτρεφον ὡς πατήρ. καὶ ουτοι ουν περὶ ων ὁ λόγος φθάσαντες ἐπὶ συμπλήρωσιν τοῦ λόγου ἀπὸ πλάνης ηρξαντο ἐνεργεῖν. Καὶ σημαίνει τὸ κατ' αὐτὴν τὴν λέξιν φθέγγεσθαι τὸ λελαληκέναι ψευδῆ. τάχα δὲ καὶ ὡς ἐπὶ τοῦ προάγοντος στίχου ειποιμεν καὶ αλλην ειναι γέννησιν· οἱ τεχθέντες ἀπὸ φαύλης διδασκαλίας ἀπ' αὐτῆς τῆς γαστρὸς τῆς αὐτοὺς τεκούσης ειχον καὶ τὸ πεπλανῆσθαι καὶ τὸ ψευδῆ λελαληκέναι. 604a Ps 57,5b.6 ̓Ασπίδα βύουσαν τὰ ωτα αὐτῆς τὴν καλουμένην παλαμναίαν φασίν. ει ποτε γὰρ ἐπαοιδὸς κατὰ τὴν σοφίαν ἑαυτοῦ ἐπῳδήν τινα προφέροι δυναμένην κατακοιμίσαι αὐτήν, εἰ ἀκούσοι, βύει τὰ ωτα ἐπὶ τῷ μὴ ἀκοῦσαι τὴν φωνὴν τοῦ ἐπᾴδοντος ουσαν φάρμακον παρὰ σοφοῦ σκευαζόμενον. βύουσι δὲ καὶ ουτοι, οὐ τὰ τῆς αἰσθήσεως ἀλλὰ τὰ τῆς νοήσεως ωτα, οπως μὴ ἀκούσωσι τῶν τὰς σοφὰς ἐπῳδὰς προφητικὰς καὶ ἀποστολικὰς προφερόντων. τούτων γὰρ εκαστος σοφός ἐστι φαρμακεύων, τουτέστι σκευάζων φάρμακον λογικὸν ἀλεξοῦν τὴν τῆς ἀσπίδος