112
ὁρμήν. Φαρμάκου δὲ ἀναγνωστέον ἐν παραθέσει οντος, τουτέστι συνοδῶς καὶ οὐ ῥηματικῶς φαρμακοῦται. 605a Ps 57,7.8a Τοῦτο δὲ αὐτοῖς ὁ θεὸς ποιεῖ εὐεργετῶν ινα μὴ κατεσθίοντες τοὺς ὑπὸ σφῶν ἀπατωμένους ἀνθρώπους ὑπερβαλλούσῃ τιμωρίᾳ ὑπεύθυνοι γένωνται, καὶ τὰς μύλας γοῦν αὐτῶν συνέθλασεν οπως μὴ δάκνωσι μηδὲ κατεσθιῶσιν. σημειωτέον δὲ οτι κατὰ τὴν γραφὴν διαφέρουσι μύλαι ὀδόντων· οἱ γὰρ τομεῖς καὶ διαιροῦντες τὴν τροφὴν ὀδόντες, αἱ δὲ μασώμεναι καὶ λεαίνουσαι μύλαι. Ωσπερ δὲ τὸ διαπορευόμενον διά τινος πόρου υδωρ οὐ παραμένον ἀλλὰ διασκεδαννύμενον ἐξουδενεῖται καὶ εὐκαταφρόνητον γίνεται, ουτω καὶ ουτοι ἐξευτελισθήσονται οὐδὲν βέβαιον καὶ παράμονον εχοντες ἀλλ' ὑδαρῆ καὶ ὑγρὸν βίον προσκαίρως ὑποδεξάμενοι. 606a Ps 57,8b-10 Καὶ πρότερον ειπομεν τὰ βέλη σημαίνειν αὐτοῦ τὰς κολάσεις, τόξον δ' ἐστὶν ἀφ' ου ἀφίεται τὰ βέλη· ταῦτα ἡ κριτικὴ τοῦ θεοῦ δύναμις. τοῦτο ουν τὸ τόξον ἐντενεῖ, οὐκ ἀνιεὶς αὐτὸ εως ου ἀσθενήσωσιν οἱ βαλλόμενοι· πρὸς ἀγαθὸν δὲ αὐτοῖς τὸ ἀσθενῆσαι, καθαιρουμένης ης ειχον ἰσχύος περὶ τὴν κακίαν. Ωσπερ δὲ ὁ τηκόμενος κηρὸς ἀναιρεῖται καθὸ τηκτὸς καὶ παχύτητα εχων τοῦ πρώτου ὑποκειμένου εἰς πῦρ μεταβαλόντος, ουτως οἱ φαῦλοι κολάσεως πεπειραμένοι τὴν ἐκ μοχθηρᾶς εξεως παχύτητα τηκόμενοι ἀποβάλλουσι. πρὸ κολάσεως δ' ἐστὶ τὸ φῶς τὸ ἀληθινὸν τυγχάνον δικαιοσύνης ηλιος· μετὰ γὰρ τὴν κόλασιν οὐχ οιόν τε προσβάλλειν τῇ λαμπηδόνι τοῦ νοητοῦ ἡλίου. οθεν ἐνταῦθα ειρηται· ὡς αρα ἐπιπεσόντος τοῦ κολαστικοῦ φωτὸς οὐκ ειδον τὸν ηλιον οἱ τῇ κολάσει περιπεσόντες. οἱ δὲ συνέντες τὰ ιδια πάθη ἀλληγορικώτερον ἀκάνθας ὀνομαζόμενα οὐ πειρασθήσονται κολαζούσης ὀργῆς, πρὸ τοῦ δὲ συνιέναι τὰς πνευματικῶς λεγομένας ἀκάνθας καὶ ῥάμνον ὡσεὶ ζῶντες ὑπ' ὀργῆς καταποθήσονται· οὐ γὰρ ζῶντες ἀλλὰ ζῶσιν ομοιοι τυγχάνοντες ὑπ' ὀργῆς συλληφθήσονται. τὸ γὰρ καταπιεῖν κατὰ τὴν γραφὴν τὸ κρατῆσαι καὶ νικῆσαι σημαίνει, τοῦ καταποθέντος ηδη κεκρατημένου καὶ νενικημένου. καταπίνεται γοῦν καὶ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, κρατούσης καὶ νικώσης τῆς ζωῆς τὸν θάνατον. 607a Ps 57,11a Οὐκ ἐπιχαίρων εὐφραίνεται ἀλλ' οτι μὴ αὐτὸς ὑπόκειται τιμωρίᾳ καὶ καθαίρει τὰς ἑαυτοῦ πράξεις γινόμενος ἀσφαλέστερος.
608 Ps 58,2.3 ̔Ενὸς τοῦ Σαοὺλ διώκοντος, ἐκ πλειόνων ἐχθρῶν ἐξαιρεθῆναι
ευχεται. μήποτ' ουν τοὺς συμπνέοντας τῷ Σαοὺλ δορυφόρους η τοὺς ἐνεργοῦντας εἰς αὐτὸν ἀλιτηρίους δαίμονας καθ' ἑαυτοῦ πληθυντικῶς ἐχθροὺς εἰπών, ῥυσθῆναι ἐξ αὐτῶν ευχεται· καὶ λυτρωθῆναι ἐκ τούτων ἐπανισταμένων ἐπ' αὐτὸν παρακαλεῖ, εὐχόμενος τάχα γενέσθαι ἐπιδημίαν τοῦ ἐλευσομένου λύτρον δοῦναι τὴν ἑαυτοῦ ψυχὴν ἀντὶ πολλῶν. ̓Εργάται δὲ ἀνομίας οἱ πράττοντες α ἀπαγορεύει ὁ νόμος, καὶ ἐπεὶ τῶν ἀπηγορευμένων ὁ φόνος ἐστίν, οἱ ἀναιρεῖν ἀνθρώπους προτιθέμενοι διὰ τὴν προσοῦσαν ὠμότητα ανδρες αἱμάτων εἰσίν. ῥύεται δὲ ἀπὸ τῶν ἐργαζομένων τὴν ἀνομίαν ὁ μὴ ἐπηρεαζόμενος ὑπ' αὐτῶν, σκέποντος τοῦ θεοῦ, ἀλλὰ καὶ σῴζεται ἀπὸ φονικῶν ἀνδρῶν ὁ μὴ παραδιδόμενος εἰς χεῖρας τῶν ἐκχέαι τὸ αιμα αὐτοῦ ἐθελόντων. καὶ ἑτέρως δέ· ῥύεταί τις ἐκ τούτων· ὁ γὰρ μὴ ἐνεργῶν τὴν ἀνομίαν ἀλλ' ἐναντίως διακείμενος τῶν ποιούντων αὐτὴν ερρυσται ἀπὸ διαθέσεως ἀνομημάτων πρακτικῆς, ὡς αυ ὁ ἐκτὸς φονικῆς γνώμης ὑπάρχων σέσωται οὐ συγκαταλεγόμενος ἀνδράσι φονικοῖς. ̔Ερμηνευτέον τοὺς στίχους καὶ ουτως· ἐπεὶ ἐνεργούντων διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ ἐν τοῖς ἀνθρώποις τὴν τῆς ἀνομίας ποίησιν ἀνομοῦσιν οἱ ανθρωποι, ευχεται ῥυσθῆναι ἀπὸ τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ προκατερχομένων τῆς ἐργασίας τῆς ἀνομίας. μαρτυρία τῆς νοήσεως ταύτης· ἀπ' ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. προκατερχομένου γὰρ ἐκείνου ἐφέπονται ουτοι τῷ ἁμαρτάνειν ἐν οις ἐνεργεῖ. βαλόντος γὰρ αὐτοῦ ἐν τῇ καρδίᾳ τοῦ ̓Ιούδα προδοσίας