112
δικάζοντα φεύγειν εἴωθε· τῷ δὲ συγχωροῦντι καὶ προστρέχουσιν οἱ πεπλημμεληκότες. Εἰ τοίνυν συγχωρῶν ἦλθε, τούτους μάλιστα προσδραμεῖν εἰκὸς ἦν, τοὺς πολλὰ συνειδότας ἑαυτοῖς ἁμαρτήματα· ὅπερ οὖν καὶ ἐπὶ πολλῶν γέγονε. Καὶ γὰρ καὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες, συνανέκειντο τῷ Ἰησοῦ. Τί οὖν ἐστι τὸ λεγόμενον; Περὶ τῶν αἱρουμένων διαπαντὸς ἐν κακίᾳ μένειν ταῦτα λέγει. Αὐτὸς μὲν γὰρ διὰ τοῦτο ἦλθεν, ἵνα τὰ μὲν πρότερα ἀφῇ ἁμαρτήματα, πρὸς δὲ τὰ μέλλοντα ἀσφαλίσηται. Ἐπειδὴ δὲ τινές εἰσιν οὕτω χαῦνοι καὶ διαλελυμένοι πρὸς τοὺς τῆς ἀρετῆς πόνους, ὡς εἰς ἐσχάτας ἀναπνοὰς βούλεσθαι προσεδρεύειν τῇ πονηρίᾳ, καὶ μηδέποτε αὐτῆς ἀφίστασθαι, τούτους ἐπισκώπτων ἐνταῦθα δηλοῖ. Ἐπειδὴ γὰρ ὁ Χριστιανισμὸς καὶ τὸ τῆς τῶν δογμάτων ὀρθότητος καὶ πολιτείαν ὑγιαίνουσαν ἀπαιτεῖ, δεδοίκασι, φησὶ, μεταθέσθαι πρὸς ἡμᾶς, ἐπειδὴ μὴ βούλονται βίον ὀρθὸν ἐπιδείξασθαι. Τὸν μὲν γὰρ ἐν Ἑλληνισμῷ ζῶντα οὐδεὶς ἂν διελέγξειεν. Ὁ γὰρ θεοὺς τοιούτους ἔχων, καὶ ἑορτὰς ὁμοίως τοῖς θεοῖς αἰσχρὰς καὶ καταγελάστους, ἄξια τῶν δογμάτων καὶ τὰ ἔργα ἐπιδείκνυται· οἱ δὲ τοῦ Θεοῦ, ῥᾳθύμως ζῶντες, ἅπαντας εὐθύνοντας ἔχουσι καὶ κατηγόρους· τοσοῦτον καὶ παρὰ τοῖς ἐχθροῖς τῆς ἀληθείας ἐστὶ τὸ θαῦμα. Ὅρα τοίνυν πῶς μετὰ ἀκριβείας τίθησιν ὅ φησιν. Οὐ γὰρ εἶπεν, ὁ φαῦλα πράξας οὐκ ἔρχεται πρὸς τὸ φῶς· ἀλλ', ὁ πράσσων ἀεὶ, τουτέστιν, ὁ ἀεὶ βουλόμενος ἐγκαλινδεῖσθαι τῷ τῆς ἁμαρτίας βορβόρῳ, οὐ βούλεται τοῖς νόμοις ἑαυτὸν ὑποβάλλειν τοῖς ἐμοῖς, ἀλλ' ἔξω μένων πορνεύει μετὰ ἀδείας, καὶ τὰ ἄλλα πάντα πράττει τὰ κεκωλυμένα. Ἐνταῦθα γὰρ ἐλθὼν, ὡς ἐν φωτὶ κλέπτης, κατάδηλος γίνεται. ∆ιὰ ταῦτα τὴν ἀρχὴν φεύγει τὴν ἐμήν. Πολλῶν γοῦν ἔστιν ἀκοῦσαι καὶ νῦν Ἑλλήνων λεγόντων, διὰ τοῦτο μὴ δύνασθαι πρὸς τὴν πίστιν τὴν ἡμετέραν προσελθεῖν, διὰ τὸ μὴ δύνασθαι μέθης, καὶ πορνείας, καὶ τῶν τοιούτων ἀφίστασθαι πλημμελημάτων. Τί οὖν; φησίν· οὐκ εἰσὶ, καὶ Χριστιανοὶ τὰ φαῦλα πράσσοντες, καὶ Ἕλληνες ἐν φιλοσοφίᾳ ζῶντες; Χριστιανοὶ μὲν ὅτι φαῦλα πράσσοντές εἰσιν, οἶδα κἀγώ· εἰ δὲ καὶ Ἕλληνες ὀρθῶς βιοῦντες, τοῦτο οὐκ ἔτι οἶδα σαφῶς. Μὴ γάρ μοι τοὺς ἀπὸ φύσεως εἴπῃς ἐπιεικεῖς καὶ κοσμίους· οὐ γάρ ἐστι τοῦτο ἀρετή· ἀλλ' εἰπὲ τὸν πολλὴν ἀπὸ τῶν παθῶν ὑπομένοντα βίαν καὶ φιλοσοφοῦντα. Ἀλλ' οὐκ ἂν ἔχοις. Εἰ γὰρ βασιλείας ἐπαγγελία, καὶ γεέννης ἀπειλὴ, καὶ ἄλλη διδασκαλία τοσαύτη, μόλις κατέχουσι τοὺς ἀνθρώπους ἐν ἀρετῇ· σχολῇ γ' ἂν οἱ περὶ μηδενὸς πεπεισμένοι τούτων μετέλθοιεν ἀρετήν. Εἰ δέ τινες καὶ ὑποκρίνονται, δόξης ἕνεκεν τοῦτο ποιοῦσιν· ὁ δὲ δόξης ἕνεκα τοῦτο ποιῶν, ὅταν ἐξῇ λαθεῖν, οὐ φείσεται τοῦ χρήσασθαι ταῖς ἐπιθυμίαις ταῖς πονηραῖς. Πλὴν ἀλλ' ἵνα μὴ δόξωμέν τισιν εἶναι φιλόνεικοι, συγχωρήσωμεν ὀρθῶς βιοῦντας εἶναι ἐν Ἕλλησιν· οὐδέποτε γὰρ τοῦτο ἐναντιοῦται τῷ λόγῳ· Τὸ γὰρ ἐπὶ πολὺ συμβαῖνον εἶπεν, οὐ τὸ σπανιάκις γινόμενον. 59.165 γʹ. Ὅρα δὲ πῶς καὶ ἑτέρωθεν ἀποστερεῖ πάσης ἀπολογίας αὐτοὺς, εἰπὼν, ὅτι Ἦλθε τὸ φῶς εἰς τὸν κόσμον. Μὴ γὰρ αὐτοὶ, φησὶν, αὐτὸ ἐζήτησαν; μὴ γὰρ ἔκαμον; μὴ γὰρ ἐπόνησαν ἵνα εὕρωσιν; Αὐτὸ τὸ φῶς ἦλθε πρὸς αὐτοὺς, καὶ οὐδὲ οὕτω προσέδραμον. Πλὴν ἐπεί τινας καὶ παρὰ Χριστιανοῖς εἶναι πονηρῶς βιοῦντας, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐ περὶ τῶν ἐξ ἀρχῆς γενομένων Χριστιανῶν, καὶ ἐκ προγόνων διαδεξαμένων τὴν εὐσέβειαν τοῦτο λέγει· εἰ καὶ τὰ μάλιστα καὶ οὗτοι πολλάκις ἀπὸ βίου πονηροῦ ἐκ τῆς τῶν δογμάτων ἀκριβείας παρεσαλεύθησαν· ἀλλ' ὅμως οὐ περὶ τούτων αὐτὸν οἶμαι νῦν λέγειν, ἀλλὰ περὶ τῶν ἐξ Ἑλλήνων ἢ Ἰουδαίων ὀφειλόντων πρὸς τὴν ὀρθὴν μεταθέσθαι πίστιν. ∆είκνυσι γὰρ ὅτι οὐδεὶς ἂν ἕλοιτο ἐν πλάνῃ ζῶν ἐπὶ τὴν πίστιν ἐλθεῖν, μὴ πρότερον ἐπιγράψας ἑαυτῷ βίον ὀρθόν· καὶ οὐδεὶς ἂν ἐν ἀπιστίᾳ μείνειε, μὴ πρότερον ἑλόμενος διαπαντὸς εἶναι κακός. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι σωφρονεῖ, καὶ οὐχ ἁρπάζει· οὐ γὰρ δὴ ταῦτα μόνα ἐστὶν ἀρετή. Τί γὰρ ὄφελος, ὅταν ταῦτα μὲν ἔχῃ, δόξης δὲ ᾖ δοῦλος κενῆς, καὶ φίλων ἑταιρίαν αἰσχυνόμενος ἐπὶ τῆς πλάνης μένῃ; Τοῦτο γὰρ οὐκ ἔστιν ὀρθῶς βιοῦν. Ὁ δόξης δοῦλος τοῦ πορνεύοντος