1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

113

ἐνθύμησιν προδότης γέγονεν, ἐπακολουθήσας ῳ ετρεχεν περὶ προδοσίας λογισμῷ ἐκ τοῦ εἰς τοῦτο παρορμήσαντος. Ευ δὲ καὶ τὸ προσθεῖναι τοῖς φονικοῖς τὸ ανδρες· οὐ γὰρ τοῦ τυχόντος ἀλλ' ἰσχυροῦ καὶ τελείου ἐν κακοῖς τὸ αιμα ἀνθρώπου ἐκχεῖν. 609 Ps 58,4a Οσον εἰς τὴν πρόθεσιν καὶ ὠμότητα τοῦ Σαοὺλ καὶ τῶν πεμφθέντων παρ' αὐτοῦ ἐπὶ τῷ λαβεῖν αὐτὸν ἐκ τοῦ οικου τοῦ ἰδίου καὶ θανατῶσαί φησιν ̓Εθήρευσαν τὴν ψυχήν μου, εἰ καὶ θεοῦ δυνάμει ἐσώθη παραδόξῳ τέχνῃ τῆς γαμετῆς. Περὶ ἀοράτων ἐχθρῶν τῶν σπουδὴν ἐχόντων θηρεύειν ψυχὴν ἑρμηνευθείη ὁ στίχος τῶν παρασκευαζόντων τὸν Σαοὺλ φονέα κατὰ τοῦ διὰ πάντων ἀμέμπτου ∆αυὶδ γενομένου πρὸς αὐτόν. 610 Ps 58,4b Κραταίους δὲ τοὺς ἐπιθεμένους αὐτῷ δηλοῖ βασιλέα καὶ τοὺς ἀφ' ἑαυτοῦ, ὡς δὲ πρὸς διάνοιαν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ κοσμοκράτορας τοῦ σκότους τούτου. 611 Ps 58,5a Ευ δὲ καὶ τὸ Εδραμον ειπεν· τελέσαντος γὰρ τὸν δρόμον ἡ φωνή. ὡς γὰρ οὐ ταὐτὸν τὸ πράττειν καὶ πεπραχέναι, ουτως οὐ ταὐτὸν τὸ τρέχειν καὶ τὸ δεδραμηκέναι. Παῦλος τοίνυν ἀμφοτέρων διδάσκαλος· ὁτὲ μὲν λέγει Ουτως τρέχω ὡς οὐκ ἀδήλως, ὁτὲ δὲ Τὸν δρόμον τετέλεκα, τοῦ τὸν δρόμον τελέσαντος οὐκέτι τρέχοντος. ̓Αντερεῖ δέ τις τοῖς εἰρημένοις, φέρων τὴν πρὸς τὴν τοῦ Οὐρίου ἁμαρτίαν ἐξομολόγησιν, ἐπεὶ καὶ ἐξωμολογήσατο τῷ θεῷ φήσας ̓Επὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας καθάρισόν με. γέγονε δὲ ἡ πρᾶξις περὶ ης καὶ ἡ ἐξομολόγησις μετὰ τὸν τοῦ Σαοὺλ θάνατον. τούτου γοῦν ἀληθοῦς οντος, πῶς ὁ ἐπὶ τοῦ ετι ζῶντος Σαοὺλ διωκόμενος ὡς ηδη τελέσας τὸν δρόμον ειπεν Ανευ ἀνομίας εδραμον καὶ κατεύθυνα; λεκτέον πρὸς τὴν ἀντίρρησιν πρῶτον μὲν οτι τὴν πρὸς τὸν Σαοὺλ καὶ τὴν πρὸς αὐτὸν ὑπηρεσίαν ανευ ἀνομίας κατευθυκέναι φησὶν ὡς μάτην ἐκεῖνον ἐπιβουλεύειν, ειτα καὶ ουτως· εἰς οτε τότε δραμὼν ανευ ἀνομίας καὶ κατευθύνας ην πάντα τὰ διανυσθέντα αὐτῷ. ἀλλ' ἐπεὶ τρεπτὸς καθόλου πᾶς γενητὸς ανθρωπος ων, μετὰ ταῦτα πταίσας ῥᾷστα μετενόησεν· ἐξ ου καὶ αὐτοῦ δείκνυται ὡς οὐκ ειχε τριβὴν καὶ συνήθειαν πρὸς τὸ ἁμαρτάνειν. 612a Ps 58,5b Τῶν προειρημένων ἐχθρῶν ἐμμενόντων τῇ κατ' ἐμοῦ σπουδῇ, ἐξεγερθεὶς συνάντησον εἰς τὸ βοηθῆσαί μοι μηκέτι μακροθυμῶν ἐπ' αὐτοῖς. παρακαλῶ δὲ ἐξεγερθέντα εἰς συνάντησίν μου ἰδεῖν ὡς οὐ κατ' ἐμὴν πρόφασιν κατ' ἐμοῦ φονῶσιν ἁμαρτόντος εἰς αὐτούς. ουτε γὰρ ἡ ἀνομία μου ουτε ἡ ἁμαρτία μου ἐξεκαλέσατο αὐτοὺς ἀλλὰ τὸ φθονερὸν αὐτῶν πάθος λυπηθέντας ἐπὶ ἐυκλείᾳ ἡμετέρᾳ. 613a Ps 58,6ab Τῇ περὶ αὐτοῦ εὐχῇ συμπαραλαμβάνει τὴν περὶ πάντων τῶν ἐθνῶν ἀξίωσιν, φιλάνθρωπος αμα καὶ προφήτης ὑπάρχων. προγνοὺς γὰρ προφητικῶς τὴν τῶν ἐθνῶν κλῆσιν παρακαλεῖ κύριον τὸν θεὸν τῶν θείων δυνάμεων ἀλλὰ καὶ τοῦ ̓Ισραὴλ θεὸν προσέχοντα ἐπισκέψασθαι τὰ εθνη οπως ἰάσηται αὐτὰ διάγοντα κακῶς διὰ εἰδωλολατρείαν καὶ δαιμόνων θεράπειαν. γίνεται δὲ ἡ ἐπισκοπὴ τῶν ἐθνῶν ἀποσταλέντος τοῦ θείου λόγου ἐπὶ τῷ πάντας ἰάσασθαι καὶ σῶσαι ἐκ τῶν προκαταλαβουσῶν διαφθορῶν. ἰατρὸς γοῦν ἐστι ψυχῶν, τοὺς συντετριμμένους τῇ καρδίᾳ ἰώμενος. ∆υνάμεων δὲ θεὸν αὐτὸν καλεῖ καὶ κύριον ητοι λογικῶν ἁγίων ζῴων καὶ στρατευμάτων οὐρανίων. ὡς δὲ τούτων τῶν δυνάμεων θεός, ουτω καὶ τῶν διορατικῶν ἀνθρώπων ̓Ισραὴλ καλουμένων ̔Εβραίων φωνῇ θεός ἐστιν. 614 Ps 58,10.11 ∆ιωκόμενος ὁ ∆αυὶδ ὑπὸ Σαοὺλ διὰ τὸν προειρημένον φθόνον εγνω οτι εσται τῆς ἀρχῆς διάδοχος. καὶ προφητικῶς μὲν θεωρήσας τὸ ἐσόμενον καὶ ἐκ τοῦ κεχρίσθαι εἰς τοῦτο ὑπὸ τοῦ Σαμουήλ, πλὴν εἰ καὶ ουτω πεπληροφόρητο, οὐκ ἀνῄρει αὐτὸν πολλάκις εἰς χεῖρας αὐτοῦ παραδοθέντα, νομίμως ἐκ θεοῦ ἀντιπαραλαβεῖν τὴν ἀρχὴν βουλόμενος ἀλλ' οὐκ ἐκ τοῦ ἐπιθέσθαι καὶ δολοφονῆσαι. ἀπὸ ταύτης τῆς προθέσεώς φησιν ̔Ο θεὸς τὸ κράτος μου, πρὸς σὲ φυλάξω, οὐ σφετερίσασθαι αὐτὸ προαιρούμενος ἀλλ' ἐκδεχόμενος παρὰ σοῦ αὐτὸ λαβεῖν· θαρρῶ δὲ τῇ περὶ τούτου διαβεβαιώσει, γνοὺς