113
οὐκ ἐλάττων ἐστίν· οὗτος πολλῷ πλείονα καὶ χαλεπώτερα ἐργάζεται κακὰ ἐκείνου. Ἀλλ' εἰπέ μοί τινα πάντων ἀπηλλαγμένον τῶν παθῶν, καὶ πάσης κακίας ἐλεύθερον, καὶ μένοντα παρ' Ἕλλησιν. Ἀλλ' οὐκ ἂν ἔχοις. Καὶ γὰρ οἱ τὰ μεγάλα παρ' αὐτοῖς κομπάσαντες, καὶ χρημάτων καὶ γαστρὸς περιγενόμενοι, καθώς φασι, δόξῃ μάλιστα πάντων ἀνθρώπων ἐδουλώθησαν· ὃ πάντων αἴτιόν ἐστι τῶν κακῶν. Οὕτω καὶ οἱ Ἰουδαῖοι μεμενήκασιν. ∆ιὸ καὶ ἐγκαλῶν αὐτοῖς ἔλεγε· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες; Καὶ τί δήποτε τῷ Ναθαναὴλ, ᾧ καὶ ἀλήθειαν ἐμαρτύρησεν, οὐ διελέχθη περὶ τούτων, οὐδὲ ἐξέτεινε λόγον μακρόν; Ὅτι οὐδὲ ἐκεῖνος μετὰ τοσαύτης παρεγένετο σπουδῆς. Οὗτος μὲν γὰρ τοῦτο ἔργον ἐτίθετο, καὶ ὃν ἄλλοι καιρὸν ἀναπαύσεως εἶχον, τοῦτον οὗτος καιρὸν ἀκροάσεως ἐποιεῖτο. Ἐκεῖνος δὲ παρ' ἑτέρου πεισθεὶς ἀφίκετο· πλὴν οὐδὲ ἐκεῖνον παρέδραμε· πρὸς γὰρ ἐκεῖνόν φησιν· Ἀπάρτι ὄψεσθε τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας. Τούτῳ δὲ τούτων μὲν οὐδὲν εἶπε, περὶ δὲ τῆς οἰκονομίας καὶ τῆς αἰωνίου ζωῆς διαλέγεται, διαφόρως ἑκάστῳ πρὸς τὴν ὑποκειμένην προαίρεσιν φθεγγόμενος. Ἐκείνῳ μὲν γὰρ, ἐπειδὴ καὶ τὰ τῶν προφητῶν ἠπίστατο καὶ οὐδὲ δειλὸς οὕτως ἦν, ἤρκει τοσοῦτον ἀκοῦσαι μόνον· οὗτος δὲ ἐπειδὴ δειλίᾳ ἔτι κατείχετο, σαφῶς μὲν αὐτῷ τὸ πᾶν οὐκ ἐξεκάλυψε, κατέσεισε δὲ αὐτοῦ τὴν γνώμην, 59.166 ὥστε φόβῳ φόβον ἐκβαλεῖν, τόν τε μὴ πιστεύοντα λέγων κρίνεσθαι, καὶ τὸ μὴ πιστεύειν ἀπὸ πονηρᾶς γίνεσθαι συνειδήσεως. Ἐπειδὴ γὰρ καὶ τῆς παρὰ τῶν ἀνθρώπων δόξης πολὺν ἐποιεῖτο λόγον, καὶ ταύτης μᾶλλον ἢ τῆς κολάσεως (Πολλοὶ γὰρ, φησὶ, τῶν ἀρχόντων ἐπίστευον εἰς αὐτὸν, διὰ δὲ τοὺς Ἰουδαίους οὐχ ὡμολόγουν), καὶ ἀπὸ ταύτης αὐτοῦ καθάπτεται, καὶ δείκνυσι δι' ὧν λέγει, ὅτι οὐκ ἔνεστι τὸν ἐμοὶ μὴ πιστεύοντα δι' ἄλλο τι μὴ πιστεύειν, ἀλλ' ἢ διὰ τὸ βίον ἀκάθαρτον ἔχειν. Καὶ προϊὼν μέν φησιν· Ἐγώ εἰμι τὸ φῶς· ἐνταῦθα δὲ, Ἦλθε τὸ φῶς εἰς τὸν κόσμον. Ἐν γὰρ προοιμίοις συνεσκιασμένως μᾶλλον ἐφθέγγετο· προϊὼν δὲ, σαφέστερον. Ἀλλ' ὅμως ὑπὸ τῆς δόξης ὁ ἄνθρωπος κατείχετο τῆς τῶν πολλῶν· διὸ καὶ οὐδὲ παῤῥησιάζεσθαι ἠνείχετο ὡς ἐχρῆν. Φεύγωμεν τοίνυν τὴν κενὴν δόξαν· τοῦτο γάρ ἐστι πάντων τὸ πάθος τυραννικώτερον. Ἐντεῦθεν πλεονεξία καὶ χρημάτων ἔρως· ἐντεῦθεν μῖσος καὶ πόλεμοι καὶ μάχαι. Ὁ γὰρ τοῦ πλείονος ἐρῶν, οὐδαμοῦ στῆναι δυνήσεται. Ἐρᾷ δὲ οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἀπὸ τοῦ δόξης ἐρᾷν κενῆς. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, πλῆθος εὐνούχων, καὶ ἀνδραπόδων ἀγέλας, καὶ πολλὴν οἱ πολλοὶ περιβάλλονται φαντασίαν; Οὐ χρείας ἕνεκεν, ἀλλ' ὑπὲρ τοῦ μάρτυρας ἔχειν τῆς ἀκαίρου ταύτης φαντασίας τοὺς ἀπαντῶντας. Ἂν τοίνυν ταύτην ἀποτέμωμεν, μετὰ τῆς κεφαλῆς καὶ τὰ λοιπὰ τῆς κακίας ἀνελοῦμεν μέλη, καὶ οὐδὲν τὸ κωλῦσον ἔσται τὴν γῆν ἡμᾶς οἰκεῖν ὡς τὸν οὐρανόν. Οὐδὲ γὰρ πρὸς κακίαν μόνον ὠθεῖ τοὺς ἁλόντας, ἀλλὰ καὶ ταῖς ἀρεταῖς παρυφέστηκε· καὶ ὅταν ἡμᾶς ἐκεῖθεν ἐκβαλεῖν μὴ δυνηθῇ, ἐν αὐτῇ τῇ ἀρετῇ πολλὴν τὴν ζημίαν ἐργάζεται, τοὺς μὲν πόνους ὑποστῆναι ἀναγκάζουσα, τῶν δὲ καρπῶν ἀποστεροῦσα. Ὁ γὰρ πρὸς ταύτην βλέπων, καὶ νηστεύων, καὶ εὐχόμενος, καὶ ἐλεῶν, ἀπέχει τὸν μισθὸν αὐτοῦ. Τί ταύτης τῆς ζημίας ἐλεεινότερον γένοιτ' ἂν, ἀλλ' ἢ ὅταν συμβαίνῃ κόπτεσθαι εἰκῆ καὶ μάτην, καὶ καταγέλαστον γίνεσθαι, καὶ τῆς ἄνωθεν ἐκπίπτειν δόξης; Οὐ γὰρ ἔστιν ἀμφοτέρων ἐφιέμενον, ἀμφοτέρων τυχεῖν. Τυχεῖν μὲν γὰρ ἔστιν ἀμφοτέρων, ὅταν δὴ μὴ ἀμφοτέρων, ἀλλὰ τῆς μιᾶς ἐπιθυμῶμεν τῆς ἐκ τῶν οὐρανῶν· ἀμφοτέρων δὲ ἐρῶντα οὐκ ἔστιν ἀμφοτέρων τυχεῖν. ∆ιόπερ εἰ βουλόμεθα δόξης ἐπιτυγχάνειν, φεύγωμεν τὴν ἀνθρωπίνην δόξαν, καὶ τῆς παρὰ τοῦ Θεοῦ μόνης ἐπιθυμῶμεν. Οὕτω γὰρ καὶ ταύτης κἀκείνης ἐπιτευξόμεθα· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι. χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.165 ΟΜΙΛΙΑ ΚΘʹ. Ἦλθε δὲ εἰς τὴν