1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

114

πεῖρᾳ πολλάκις οτι καὶ θεὸς καὶ ἀντιλήπτωρ μου τυγχάνεις. καν γὰρ μὴ ἐξ ἡμετέρας δυνάμεως αξιος λαβεῖν τὸ βασιλεύειν, ἀλλά γε τὸ σὸν ελεος προφθάσαν με δείξει μοι ἐν τοῖς ἐχθροῖς μου, ὡς αὐτοὶ μὲν παιδευθήσονται κολάσει ὑποπεσόντες, ἐγὼ δὲ τὴν βασιλείαν λήψομαι παρὰ σοῦ. Καὶ πρὸς διάνοιαν δὲ ὁ κατὰ τὸν ̓Αβραὰμ ἐκ θεοῦ τὸ βασιλεύειν εχων. γέγραπται γὰρ ὡς ειπόν τινες τῷ πατριάρχῃ οὐκ αἰσθητῶς κρατοῦντι Βασιλεὺς παρὰ θεοῦ σὺ ει ἐν ἡμῖν. βασιλεύων ἀρεσκόντως θεῷ ἐρεῖ ̔Ο θεός μου τὸ κράτος μου, πρὸς σὲ φυλάξω· σὺ γὰρ εἰσάξεις εἰς τὴν βασιλείαν τοὺς εἰρηκότας Κορινθίους Καὶ ὀφελόν γε ἐβασιλεύσατε ινα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. 615 Ps 58,12.13ab ̔Ως πρὸς ἱστορίαν· τοὺς ἐπικειμένους ἐχθροὺς ἐπιτιμηθῆναι πρὸς θεοῦ ἀλλ' οὐκ ἀποθανεῖν ἀξιοῖ. οιδεν γὰρ οτι, εἰ μένοντες φαῦλοι ἀποθάνοιεν, λῆξιν εξουσι τοῦ θεϊκοῦ νόμου, διασκορπισθέντες δὲ τῇ τοῦ θεοῦ δυνάμει καὶ εἰς αἰχμαλωσίαν παραδοθέντες στενάξουσι πρὸς θεὸν πεῖραν κακώσεως ἐσχηκότες. Βούλεται δὲ αὐτοὺς καὶ καταχθῆναι ἀπὸ υψους ης εχουσι ὑπερηφανίας, ποιοῦντος αὐτὸ τοῦ ὑπερασπίζοντος κυρίου τοῦ τὴν δέησιν ἀναφέροντος. ἡ γὰρ παντελὴς τιμωρία εἰς ἀπόγνωσιν παρασκευάζει καὶ προτρέπεται. οτι δὲ φειδόμενος αὐτῶν τοῦτο ὁ ∆αυὶδ ἐπρεσβεύετο, ινα τῇ μετριωτέρᾳ τιμωρίᾳ σωφρονισθέντες νήφωσιν, ἐπάγει τὰ ἑξῆς· ἐὰν γὰρ διασκορπισθῶσιν, ὁμοῦ καὶ τιμωροῦνται καὶ συναχθῆναι πάλιν δυνήσονται μετανοήσαντες. ὁμοίως δὲ καὶ καταχθῆναι τουτέστι ταπεινωθῆναι βούλεται ̔Αμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν, συμφέρων αὐτοῖς τε τοῖς ταπεινουμένοις καὶ τοῖς πλείοσι ωστε μὴ παροξυνθῆναι πρὸς ζῆλον τῶν ἐν ὑπερηφανίᾳ λαλούντων καὶ φθεγγομένων αδικα. οἱ γὰρ μεθ' ὑπερηφανίας λελαληκότες οἱ κατὰ τοῦ δικαίου ψευσάμενοι· οταν ἐναντίαν τοῖς εργοις τὴν εκβασιν ἐν τῇ ὑπερηφανίᾳ τῶν οἰκείων λόγων συλλαμβανόμενοι δέχωνται, ὡς παράνομοι καταληφθέντες ἐλέγχονται.

616a Ps 59,3b ̓Ελεγκτέον καὶ ἐκ τῆς προκειμένης λέξεως τοὺς ἀμυντικὸν

φρονοῦντας ειναι τὸν δημιουργὸν αἱρετικούς. ὀργίζεται ὁ θεὸς οὐχ ινα ἀπολέσῃ, ἀλλ' ινα οἰκτειρήσῃ. τούτῳ συνᾴδει Εὐλογήσω σε, κύριε, οτι ὠργίσθης μοι εἰς σωτηρίαν. εἰ γὰρ εἰς σωτηρίαν ὀργίζεται καὶ ἐπὶ τῷ οἰκτεῖραι, οὐ πάθος ἡ ὀργὴ αὐτοῦ ἀλλὰ χρησίμως παραλαμβανομένη. 617a Ps 59,4 Οἱ προσπαθοῦντες τοῖς ὑλικοῖς καὶ τὰ ἐπίγεια φρονοῦντες† ἐπ' αὐτοῖς τῷ ἐμπαθεῖς ειναι οιονται εὐστάθειαν καὶ ἀταραξίαν εχειν, βλάβην δὲ αὐτοῖς ἡ τοιαύτη κατάστασις φέρει· οθεν χρήσιμον ἐλέῳ θεοῦ συσσεισθῆναι αὐτὴν καὶ ταραχθῆναι μεταμελείας τρόπῳ. γνοῦσα γὰρ ὡς ἐπιβλαβὲς τοῖς ὑλικοῖς ἐνέχεσθαι καὶ φρονεῖν τάραχον καὶ συσσεισμὸν σχοίη, μετατιθεμένη ἐκ τοῦ προτέρου φαύλου βίου ἐπὶ σπουδαῖον, ἀμέλει καὶ συντριβεῖσα, αισθησιν λαβοῦσα τῶν ὑπαρξάντων συντριμμάτων ἐκ τῶν δαιμόνων παρακαλέσει τὸν δυνάμενον κύριον ἰᾶσαι ταῦτα. 618a Ps 59,5 ∆είκνυταί τινι σκληρά, οταν ἐπιπόνοις περιπέσῃ· απερ ἐάν τις δέξηται ἐπὶ μετάγνωσιν προτέρων ἁμαρτημάτων, οινον κατανύξεως πίνει, αἰτίαν τοῦ κατανύττεσθαι ἐπὶ μετάνοιαν λαμβάνων ἐκ τοῦ ποτισμοῦ. πολλαχοῦ δὲ τῆς γραφῆς† ἀκράτου ὁμωνυμεῖ τὰ σκληρὰ τὰ περιστατικά, ὡς ἐν τῷ Ποτήριον ἐν χειρὶ κυρίου οινου ἀκράτου. ὁμωνυμεῖ δὲ τὰ σκληρὰ καὶ ταῖς εἰρημέναις σκληραῖς ὁδοῖς· ἐν ις ψαλμῷ ουτως λέγει· ∆ιὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. ἐκεῖ μὲν γὰρ ὁδοὶ σκληραὶ αἱ κατ' ἀρετὴν ειρηνται διὰ τὸ σὺν ἱδρῶτι πολλῷ καὶ πόνῳ κατορθοῦσθαι αὐτάς, ἐνταῦθα δὲ ειδεν ὁ λαὸς σκληρὰ πειραθεὶς κακωτικῶν. 619 Ps 59,6 Τίς ἡ σημείωσις ην δίδωσιν ὁ θεὸς η ὁ φωτισμὸς καθ' ον δυνατὸν διάκρισιν εχειν πνευμάτων καὶ ἀγαθοῦ καὶ κακοῦ; ταύτης γὰρ τῆς γνώσεως ὑπαρξάσης φεύγομεν ἀπὸ τῶν χειρόνων, μακρὰν κακοῦ