114
Ἰουδαίαν γῆν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ διέτριβε μετ' αὐτῶν, καὶ ἐβάπτιζεν. αʹ. Οὐδὲν τῆς ἀληθείας φανερώτερον, οὐδὲ ἰσχυρότερον γένοιτ' ἂν, ὥσπερ τοῦ ψεύδους οὐδὲν ἀσθενέστερον, κἂν μυρίοις παραπετάσμασι συσκιάζηται. Εὐφώρατόν τε γὰρ καὶ οὕτω γίνεται, καὶ καταῤῥεῖ ῥᾳδίως. Ἡ δὲ ἀλήθεια γυμνὴ πρόκειται πᾶσι τοῖς βουλομένοις αὐτῆς τὴν ὥραν περισκοπεῖν· καὶ οὔτε λανθάνειν βούλεται, οὔτε κίνδυνον δέδοικεν, οὐκ ἐπιβουλὰς τρέμει, οὐ δόξης ἐφίεται τῆς παρὰ τῶν πολλῶν, οὐκ ἄλλῳ τινὶ τῶν ἀνθρωπίνων ἐστὶν ὑπεύθυ 59.166 νος· ἀλλὰ πάντων ἕστηκεν ἀνωτέρω, δεχομένη μὲν μυρίας ἐπιβουλὰς, μένουσα δὲ ἀκαταγώνιστος, καὶ τοὺς πρὸς αὐτὴν καταφεύγοντας, ὥσπερ ἐν ἀσφαλεῖ τειχίῳ φυλάττουσα, τῇ τῆς οἰκείας δυνάμεως ὑπερβολῇ, καὶ τὰς μὲν λαθραίους ἐκτρεπομένη καταδύσεις, πᾶσι δὲ εἰς τὸ μέσον προτιθεῖσα τὰ παρ' ἑαυτῆς. Τοῦτο γοῦν καὶ ὁ Χριστὸς τῷ Πιλάτῳ διαλεγόμενος ἐδήλου λέγων· Ἐγὼ πάντοτε παῤῥησίᾳ ἐδίδαξα, καὶ ἐν κρυφῇ ἐλάλησα οὐδέν. Τοῦτο καὶ τότε εἶπε, καὶ νῦν ἔπραξεν. Μετὰ ταῦτα ἦλθεν εἰς τὴν Ἰου 59.167 δαίαν γῆν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ διέτριβε, καὶ ἐβάπτιζεν. Ἐν μὲν γὰρ ταῖς ἑορταῖς εἰς τὴν πόλιν ἀνῄει, ὥστε ἐν μέσοις αὐτοῖς προτιθέναι τὰ δόγματα, καὶ τὴν ἀπὸ τῶν θαυμάτων ὠφέλειαν· μετὰ δὲ τὸ λυθῆναι τὰς ἑορτὰς, ἐπὶ τὸν Ἰορδάνην πολλάκις ἤρχετο, ἐπειδὴ καὶ ἐνταῦθα πολλοὶ συνέτρεχον. Τοὺς δὲ πολυοχλοῦντας ἀεὶ κατελάμβανε τόπους, οὐκ ἐπιδεικνύμενος οὐδὲ φιλοτιμούμενος, ἀλλὰ πλείοσι τὴν παρ' ἑαυτοῦ παρέχειν ὠφέλειαν σπουδάζων. Καίτοι προϊών φησιν ὁ Εὐαγγελιστὴς, ὅτι Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ· ὅθεν δῆλον, ὅτι καὶ ἐνταῦθα τοῦτο λέγει, ὅτι αὐτοὶ ἐβάπτιζον μόνοι. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐκ ἐβάπτιζεν; Προλαβὼν Ἰωάννης εἶπεν, ὅτι Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ, καὶ πυρί· Πνεῦμα δὲ οὔπω ἦν δεδωκώς. Εἰκότως οὖν οὐκ ἐβάπτιζεν· οἱ δὲ μαθηταὶ τοῦτο ἔπραττον, βουλόμενοι πολλοὺς προσάγειν τῇ σωτηριώδει διδασκαλίᾳ. Καὶ τί δήποτε, τῶν μαθητῶν τοῦ Ἰησοῦ βαπτιζόντων, οὐκ ἐπαύσατο Ἰωάννης τοῦτο ποιῶν, ἀλλὰ μεμένηκε καὶ αὐτὸς βαπτίζων, καὶ μέχρι τῆς εἰς τὸ δεσμωτήριον εἰσαγωγῆς τοῦτο ἔπραττε; Τὸ γὰρ εἰπεῖν, Ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνών· καὶ ἐπαγαγεῖν, Οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν, δηλοῦντος ἦν, ὅτι ἕως τότε οὐκ ἐπαύσατο τοῦτο ποιῶν. Καὶ τίνος, φησὶν, ἕνεκεν ἕως τότε ἐβάπτιζε; καίτοι γε σεμνοτέρους ἂν ἀπέφηνε τοὺς μαθητὰς τοῦ Ἰησοῦ, εἴ γε ἐκείνων ἀρξαμένων αὐτὸς ἐπαύσατο. Τίνος οὖν ἕνεκεν ἐβάπτιζεν; Ἵνα μὴ τοὺς ἑαυτοῦ μαθητὰς εἰς πλείονα ζῆλον ἐμβάλῃ, καὶ φιλονεικοτέρους ἐργάσηται. Εἰ γὰρ μυριάκις βοῶν, καὶ τῶν πρωτείων ἀεὶ τῷ Χριστῷ παραχωρῶν, καὶ τοσοῦτον ἑαυτὸν ἐλαττῶν, οὐκ ἔπεισεν αὐτοὺς αὐτῷ προσδραμεῖν· εἰ καὶ τοῦτο προσέθηκε, πολλῷ φιλονεικοτέρους ἂν ἐποίησε. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τότε μάλιστα ἤρξατο κηρύττειν, ὅτε ἐκποδὼν ὁ Ἰωάννης ἐγένετο. Οἶμαι δὲ καὶ διὰ τοῦτο συγχωρηθῆναι τὴν τελευτὴν Ἰωάννου καὶ ταχίστην αὐτῷ γενέσθαι, ὥστε πᾶσαν τοῦ πλήθους τὴν διάθεσιν ἐπὶ τὸν Χριστὸν μετελθεῖν, καὶ μηκέτι ταῖς περὶ ἀμφοτέρων ἑαυτοὺς σχίζεσθαι γνώμαις. Χωρὶς δὲ τούτων, καὶ ἐν τῷ βαπτίζειν οὐκ ἐπαύσατο συνεχῶς παραινῶν, καὶ μεγάλα καὶ σεμνὰ δεικνὺς τὰ τοῦ Ἰησοῦ. Ἐβάπτιζε δι' οὐδὲν ἕτερον, ἢ μόνον εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν, ἵνα πιστεύσωσιν. Ὁ τοίνυν τοῦτο κηρύττων, πῶς ἂν σεμνοὺς ἀπέφηνε τοὺς μαθητὰς τοῦ Χριστοῦ; Παυσάμενος γὰρ, τοὐναντίον ἂν ἔδοξε ζήλῳ ἢ ὀργῇ τοῦτο ποιεῖν· τῷ δὲ ἐπιμεῖναι κηρύττων, ἰσχυρότερα ταῦτα ἀπέφηνε. Οὐ γὰρ ἑαυτῷ τὴν δόξαν ἐκτᾶτο, ἀλλὰ τῷ Χριστῷ παρέπεμπε τοὺς ἀκροωμένους, καὶ οὐχ ἧττον τῶν μαθητῶν αὐτῷ συνέπραττεν, ἀλλὰ καὶ πολλῷ μᾶλλον, ὅσῳ καὶ ἀνύποπτος αὐτοῦ ἡ μαρτυρία ἦν, καὶ πολλῷ μείζονα δόξαν παρὰ πᾶσιν εἶχεν ἐκείνων. Ὅπερ οὖν καὶ ὁ Εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν, ὅτι Ἐξήρχοντο, καὶ ἐβαπτίζοντο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία καὶ ἡ περίχωρος τοῦ Ἰορδάνου. Καὶ τῶν μαθητῶν δὲ βαπτιζόντων, οὐ διέλιπον πολλοὶ πρὸς αὐτὸν