115
εργου καὶ πνεύματος πονηροῦ γινόμενοι. δίδοται δὲ οὐ τοῖς τυχοῦσιν ἀλλὰ τοῖς κατὰ θεὸν εὐσεβέσι σημείωσις. 620 Ps 59,7 Οπως ἀβλαβεῖς διαμείναντες ῥυσθῶσιν ἀπὸ προσώπου τόξου οἱ ἀγαπητοί σου, τὴν λεχθεῖσαν σημείωσιν εδωκας. λεκτέον καὶ ωδε· τότε ῥυσθῆναι ἀπὸ πολεμίων ἀοράτων δυνήσονται, οταν σώσῃ ἡ δεξιά σου, μονογενής σου υἱός. ουτος γὰρ δεξιὰ θεοῦ ἡρμήνευται πολλάκις, μάλιστα οτε προέκειτο τὸ ̓Ησφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου, καὶ Τῇ δεξιᾷ μου ἐστερέωσα τὸν οὐρανόν. ̓Επιστατέον ὡς εμπαλιν τῇ τάξει τῆς νοήσεως εχει τὰ τῆς προφορᾶς. πρότερον γὰρ εἰσακούσας σῴζει θεὸς καὶ αυτη ἡ ἀκόλουθος ἁρμονία, τῆς λέξεως μετὰ τὸ Σῶσον τὸ ̓Επάκουσόν μου ἐχούσης, εἰ μὴ αρα ουτω νοηθείη· Σώσας τῇ δεξιᾷ ἐπάκουσόν μου, εὐχῆς ουσης ἐμοὶ τῷ σωθέντι οὐ περὶ τοῦ σωθῆναι (ἐκεῖνο γὰρ ειρηται) ἀλλὰ περὶ θείων ἀγαθῶν αἰτουμένῳ απερ ἐστὶ τὰ τοῦ θείου πνεύματος χαρίσματα. ̓Αγαπητοὶ δὲ θεοῦ τυγχάνουσιν οἱ διὰ καλοκἀγαθίαν οντες, αξιοι τοῦ ἀγαπᾶσθαι ὑπ' αὐτοῦ· οἱ κατ' εἰκόνα θεοῦ πεποιημένοι ανθρωποι, εἰ καὶ τὰ μάλιστα ὑποπεπτώκασιν τῇ ἁμαρτίᾳ, ἀλλ' ομως διὰ τὴν τῆς ψυχῆς οὐσίαν νοερὰν ουσαν καὶ λογικὴν ειεν αν ἀγαπητοὶ αὐτοῦ. 621a Ps 59,8a Θεὸς λαλεῖ ἐν παντὶ μετέχοντι ἁγιότητος. ουτω γοῦν καὶ ἐν Παύλῳ ἁγίῳ οντι ἐλάλει Χριστὸς καὶ ἐν παντὶ προφήτῃ. εἰ δὲ περὶ τοῦ πατρὸς ἐκλαμβάνεται ἡ φωνή, αγιος ἐν ῳ λαλεῖ ὁ σωτὴρ αν ειη συμφώνως τῷ ̔Ο πατὴρ ὁ μένων ἐν ἐμοὶ ποιεῖ τὰ εργα, καὶ ̓Εντολὴν δέδωκέν μοι ὁ πατὴρ τί ειπω καὶ τί λαλήσω· ἁρμόζει ταῦτα τῇ οἰκονομίᾳ.
622a Ps 60,3ab ̔Ο ἐνταῦθα εὐχόμενος πόρρω ἑαυτὸν τυγχάνοντα εἰδὼς τοῦ ῳ
τὴν εὐχὴν ἀναπέμπει ἐκ τῶν περάτων ειναι τῆς γῆς λέγει καὶ κεκραγέναι πρὸς θεὸν τότε οτε ἀκηδιᾷ· καθὰ γάρ φησιν ἐν τῷ ̓Εκκλησιαστῇ ̔Ο θεὸς ἐν τῷ οὐρανῷ ανω καὶ σὺ ἐν τῇ γῇ κάτω. σημαίνεται δὲ διὰ τῆς λέξεως οὐ διάστασις τοπικὴ ἀλλ' οὐσίας ἀκτίστου καὶ κτισμάτων διαφορᾶς, τῆς τοῦ θεοῦ ὑπάρξεως δι' ὑπεροχὴν τιμῆς ανω ἐν οὐρανῷ λεγομένης, τῆς τοῦ ἀνθρώπου κάτω εἰς γῆν τυγχανούσης τῷ ἐκ τοῦ μὴ οντος εἰς τὸ ειναι ἐληλυθέναι. εἰς ταύτην τὴν διαφορὰν καὶ ὁ Βαπτιστὴς σκοπήσας τὸν σωτῆρα ανωθεν ἐξ οὐρανοῦ ειναι λέγει, τὸν δὲ ανθρωπον ἐκ τῆς γῆς τυγχάνειν καὶ λαλεῖν· προφέρει γὰρ α κτίσματι δυνατὸν εἰπεῖν. 623a Ps 60,3c-5 Πέτραν σημαίνεσθαι ἐκδεξόμεθα ῥέουσαν πνευματικὸν πόμα τὸν Χριστόν. ὁ ἐν ταύτῃ τῇ πέτρᾳ γινόμενος τῷ μετέχειν αὐτῆς (ὑπάρχει γὰρ σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμός) μετεωρίζεται κατὰ τὸν νοῦν ὑψούμενος ὑπὸ θεοῦ. Καὶ οἱ επεσθαι δὲ τῷ σωτῆρι προθέμενοι κατὰ τὰς αὐτοῦ προτροπὰς λέγοντος ∆εῦτε ὀπίσω μου, καὶ πάλιν πρὸς Φίλιππον ̓Ακολούθει μοι, ὁδηγῷ αὐτῷ χρώμενοι, τῆς αὐτῆς ἐπάρσεως κοινωνοῦσιν, οὐκ αλλον ἐλπίσαντες ἡγεμόνα εὑρήσειν τῆς ἀγούσης πρὸς τὸν πάντων αιτιον ὁδοῦ. ταύτης τῆς δωρεᾶς τυχὼν καὶ ὁ ∆αυὶδ μεθ' υμνου λέγει τῷ κυρίῳ ̔Ωδήγησάς με οτι ἐγενήθης ἐλπίς μου· οὐ μόνον δὲ ὁδηγὸς ἀλλὰ καὶ πύργος γέγονάς μοι ἀπὸ προσώπου ἐχθροῦ. σὲ γὰρ ἰσχὺν εχων καὶ ἰσχύος πύργον ἀβλαβὴς διέμεινα, καίτοι τοῦ ἐχθροῦ τυγχάνοντος ἀντιπροσώπου καὶ πολεμεῖν με θέλοντος. τοῦτον τὸν πύργον ὁ οἰκοδομεῖν ἀρξάμενος ὡς θεμελίους ηδη τεθεικέναι τελειωσάτω τὴν οἰκοδομὴν ὡς καὶ στεφανὴν ἐπιθεῖναι τῷ δώματι, οπως μὴ αἰσχύνην ὀφλῇς πρὸς τῶν παραπορευομένων εἰωθότων ἐπιχλευάζειν τοῖς μὴ εἰς τέλος ην ᾑρήσαντο πολιτείαν αγουσιν. ∆ύναται ἀναφορὰν εχειν εἰς τὸ ̓Απὸ προσώπου ἐχθροῦ καὶ τὸ ̔Ωδήγησάς με εἱρμῷ τοιούτῳ· ̔Ωδήγησάς με ἀπὸ προσώπου ἐχθροῦ ἐλπίς μου γεγενημένος, ἀλλὰ καὶ πύργος ἰσχύος πρὸς τῷ ὡδηγηκέναι με ἀπὸ προσώπου ἐχθροῦ γέγονάς μοι. ἐλπὶς τῶν ἁγίων ἀληθινὴ καὶ ἀδιάπτωτος ὁ σωτήρ, ῃ φησι Παῦλος Καὶ ̓Ιησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, καὶ ἡ προφητεία ̓Επ' αὐτῷ εθνη ἐλπιοῦσιν· αὐτὸς γὰρ ὁ προαναφωνηθεὶς εσεσθαι ̓Εθνῶν προσδοκία. Παροικεῖ