115
τρέχοντες. Εἰ δέ τις ἐξετάζοι, καὶ τί πλέον εἶχε τὸ τῶν μαθητῶν βάπτισμα, τοῦ Ἰωάννου; ἐροῦμεν, ὅτι οὐδέν. Ἑκάτερα γὰρ ὁμοίως τῆς ἐκ τοῦ 59.168 Πνεύματος χάριτος ἄμοιρα ἦν, καὶ αἰτία μία ἀμφοτέροις ἦν τοῦ βαπτίζειν, τὸ τῷ Χριστῷ προσάγειν τοὺς βαπτιζομένους. Ἵνα γὰρ μὴ ἀεὶ περιτρέχοντες οὕτω συνάγωσι τοὺς ὀφείλοντας πιστεύειν, ὅπερ ἐπὶ τοῦ Σίμωνος ὁ ἀδελφὸς ἐποίησε, καὶ ἐπὶ τοῦ Ναθαναὴλ ὁ Φίλιππος, τὸ βαπτίσαι ἐνεστήσαντο, ὥστε δι' αὐτοῦ ἅπαντας ἐπάγεσθαι ἀπονητὶ, καὶ τῇ μελλούσῃ προοδοποιεῖν πίστει. Ὅτι δὲ οὐδὲν πλέον εἶχεν ἀλλήλων τὰ βαπτίσματα, τὰ ἐχόμενα δηλοῖ. Ποῖα δὴ ταῦτα; Ἐγένετο, φησὶ, ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ. Ζηλοτύπως γὰρ ἔχοντες ἀεὶ πρὸς τοὺς τοῦ Χριστοῦ μαθητὰς οἱ μαθηταὶ Ἰωάννου, καὶ πρὸς αὐτὸν δὲ τὸν Χριστὸν, ἐπειδὴ εἶδον αὐτοὺς βαπτίζοντας, ἤρξαντο διαλέγεσθαι πρὸς τοὺς βαπτιζομένους, ὡς τοῦ παρ' αὐτοῖς βαπτίσματος πλέον τι τοῦ τῶν μαθητῶν τοῦ Χριστοῦ ἔχοντος. Καὶ λαβόντες ἕνα τῶν βαπτισθέντων, ἐπεχείρουν τοῦτον πείθειν, ἀλλ' οὐκ ἔπειθον. Ὅτι γὰρ αὐτοὶ οἱ ἐπιδραμόντες εἰσὶν, ἀλλ' οὐκ ἐκεῖνος ἐζήτησεν, ἄκουσον πῶς τοῦτο ὁ Εὐαγγελιστὴς ᾐνίξατο. Οὐ γὰρ εἶπεν, ὅτι Ἰουδαῖός τις μετ' αὐτῶν ἐζήτησεν, ἀλλ' ὅτι ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου ἐγένετο μετὰ Ἰουδαίου τινὸς περὶ καθαρισμοῦ. βʹ. Σκόπει δέ μοι καὶ τὸ ἀνεπαχθὲς τοῦ Εὐαγγελιστοῦ. Οὐ γὰρ καταφορικῶς ἐχρήσατο τῷ λόγῳ· ἀλλ' ὅση δύναμις, παραμυθεῖται τὸ ἔγκλημα, ζήτησιν γενέσθαι ἁπλῶς λέγων· ἐπεὶ ὅτι γε ἀπὸ ζηλοτυπίας ἐλέγετο τὰ λεγόμενα, τὰ ἑξῆς δηλοῖ, ἃ καὶ αὐτὰ ἀνεπαχθῶς τέθεικεν. Ἦλθον γὰρ, φησὶ, πρὸς τὸν Ἰωάννην, καὶ εἶπον αὐτῷ· Ῥαββὶ, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν· τουτέστιν, ὃν ἐβάπτισας σύ. Τοῦτο γὰρ αἰνίττονται λέγοντες, Ὧ σὺ μεμαρτύρηκας· οἷον, ὃν σὺ λαμπρὸν ἔδειξας, καὶ περίβλεπτον ἐποίησας, τὰ αὐτά σοι τολμᾷ. Ἀλλ' οὐκ εἶπον, ὃν σὺ ἐβάπτισας· ἦ γὰρ ἂν ἠναγκάσθησαν καὶ τῆς φωνῆς ἀναμνῆσαι τῆς ἄνωθεν κατενεχθείσης, καὶ τῆς τοῦ Πνεύματος ἐπιφοιτήσεως· ἀλλὰ τί; Ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας· τουτέστιν, ὃς μαθητοῦ τάξιν ἐπεῖχεν, ὃς ἡμῶν πλέον εἶχεν οὐδὲν, οὗτος ἑαυτὸν ἀποσχίσας βαπτίζει. Οὐ τούτῳ δὲ μόνον ᾤοντο παρακνίζειν αὐτὸν, ἀλλὰ καὶ τῷ τὰ αὐτῶν παρευδοκιμεῖσθαι λοιπόν· Πάντες γὰρ, φησὶν, ἔρχονται πρὸς αὐτόν. Ὅθεν δῆλον, ὅτι οὔτε τοῦ Ἰουδαίου περιεγένοντο, μεθ' οὗ τὴν ζήτησιν ἔσχον. Ταῦτα δὲ ἔλεγον, ἀτελέστερον ἔτι διακείμενοι, καὶ οὐδέπω φιλοτιμίας ὄντες καθαροί. Τί οὖν ὁ Ἰωάννης; Οὐδὲ αὐτὸς αὐτοῖς σφοδρῶς ἐπιτιμᾷ, δεδοικὼς μὴ καὶ αὐτοῦ πάλιν ἀποσχισθέντες ἕτερόν τι κακὸν ἐργάσωνται· ἀλλὰ τί φησι; Οὐδεὶς δύναται ἀνθρώπων λαμβάνειν οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Εἰ δὲ ταπεινότερον φθέγγεται περὶ τοῦ Χριστοῦ, μὴ θαυμάσῃς· οὐ γὰρ ἦν τοιούτῳ πάθει προκατειλημμένους ἀθρόον καὶ ἐκ προοιμίων διδάξαι τὸ πᾶν· ἀλλὰ θέλει τέως αὐτοὺς καταπλῆξαι καὶ φοβῆσαι, καὶ δεῖξαι ὅτι οὐχ ἑτέρῳ, ἀλλ' ἢ τῷ Θεῷ πολεμοῦσιν, αὐτῷ πολεμοῦντες. Ὅπερ οὖν καὶ ὁ Γαμαλιὴλ ἔλεγεν· Οὐ δύνασθε καταλῦσαι αὐτὸ, μήποτε καὶ θεομάχοι εὑρεθῆτε· τοῦτο καὶ αὐτὸς λανθανόντως ἐνταῦθα κατασκευάζει. Τὸ γὰρ εἰπεῖν, Οὐδεὶς δύναται λαμβάνειν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ, ἐντεῦθεν οὐδὲν ἄλλο δη 59.169 λοῦντός ἐστιν, ἢ ὅτι καὶ ἀδυνάτοις ἐπιχειροῦσι, καὶ ὅτι θεομάχοι ἐντεῦθεν πάλιν εὑρίσκονται. Τί οὖν; οἱ περὶ Θευδᾶν οὐκ ἔλαβον ἀφ' ἑαυτῶν; Ἔλαβον, ἀλλ' εὐθέως διελύθησαν καὶ ἀπώλοντο· τὰ δὲ τοῦ Χριστοῦ οὐ τοιαῦτα. Ἐντεῦθεν αὐτοὺς καὶ παραμυθεῖται ἠρέμα, δεικνὺς ὅτι οὐκ ἄνθρωπος, ἀλλὰ Θεός ἐστιν ὁ παρευδοκιμῶν αὐτούς. Ὅθεν εἰ καὶ λαμπρὰ τὰ ἐκείνου, καὶ πάντες πρὸς αὐτὸν ἔρχονται, θαυμάζειν οὐ χρή· τοιαῦτα γὰρ τὰ θεῖα, καὶ Θεός ἐστιν ὁ ταῦτα κατασκευάζων· οὐδὲ γὰρ τοσαῦτα ἴσχυσέ ποτε Τὰ μὲν οὖν ἀνθρώπινα ἅπαντα, εὐφώρατα καὶ σαθρὰ, καὶ καταῤῥεῖ ταχέως καὶ ἀπόλλυται· ταῦτα δὲ οὐ τοιαῦτα· οὐκ ἄρα ἀνθρώπινα. Καὶ ὅρα πῶς ὅτε εἶπον, Ὧ σὺ