1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

116

δέ τις τελειωθεὶς ἐν ἁγιότητι εἰς τοὺς αἰῶνας ἐν ἐκείνῳ τῷ σκηνώματι, ο δηλοῖ τὸ Τίς κατασκηνώσει ἐν ορει ἁγίῳ σου; αἰώνιον γὰρ τοῦτο ταὐτὸν ον τῇ σκηνῇ Ην επηξεν ὁ κύριος καὶ οὐκ ανθρωπος. πλὴν εἰ καὶ ουτω τελειότητος εχει ἡ τοιαύτη σκηνὴ ὡς καὶ Αγια ἁγίων ειναι, ἀλλ' ουν ἐστιν μετ' αὐτὴν κατάστασις ὑπερέχουσα τῶν λογικῶν καθ' ην εσονται ἐν πατρὶ καὶ υἱῷ, μᾶλλον δὲ τῇ τριάδι. διὸ παροικεῖν εἰς τοὺς αἰῶνας ἀλλ' οὐ κατοικεῖν ἐν τῷ σκηνώματι ειρηται. ὁ ἐν τούτῳ τῷ οικῳ γεγονὼς σκεπασθήσεται ἐν τῇ τῶν πτερύγων τοῦ θεοῦ σκέπῃ. 624a Ps 60,6b 624a Πλούσιος γὰρ ων, φησίν, καὶ μεγάλας δωρεὰς παρέχεις, μᾶλλον δὲ χαριζόμενος τοῖς τελείοις ἀνθρώποις τὸ γενέσθαι σου υἱοὺς κληρονομίαν αὐτοῖς δέδωκας. εἰ γὰρ καὶ προσδοκᾶται δοθησομένη κατὰ τὴν ἀνάστασιν ἐν τῷ μέλλοντι αἰῶνι, ἀλλά γε τῷ ηδη ηὐτρεπίσθαι δέδοται τοῖς εἰς αὐτὴν κατὰ καιρὸν τὸν δέοντα ἀχθησομένοις. Καὶ ἐπὶ τοῖς φοβουμένοις τὸ ονομα αὐτοῦ ὁ θεὸς κληρονομίαν εδωκεν. ἐάν τις ῃ διαφορὰ φοβουμένων τὸν θεὸν καὶ τὸ ονομα αὐτοῦ, πιστευόντων αὐτῷ καὶ τῷ ὀνόματι αὐτοῦ, ἐπεὶ πολλάκις ειρηται ὑποδεεστέρους ειναι τοὺς οἰκειωθέντας τῇ τοῦ θεοῦ προσηγορίᾳ τῶν ἑνωθέντων αὐτῷ τῷ θεῷ, ορα ὡς καὶ τοῖς φοβουμένοις τὸν θεὸν δέδοται ἡ κληρονομία· εἰ γὰρ τοῖς ὑποδεεστέροις ὑπῆρκται ἡ χάρις αυτη, πολλῷ πλέον τοῖς ὑπεραναβεβηκόσιν. 625a Ps 60,7.8 ̔Ο τυχὼν τῶν ἡρμηνευμένων δωρεῶν βασιλεύς τίς ἐστι καθ' ο σημαινόμενον ειρηται περὶ τῶν θεοσεβῶν ὡς ειησαν Βασίλειον ἱεράτευμα, εθνος αγιον. τούτῳ τῷ σημαινομένῳ βασιλεῦσαι καὶ οἱ ἀπόστολοι προσδοκῶντες λέγουσι Κορινθίοις Χωρὶς ἡμῶν ἐβασιλεύσατε ινα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. τῷ ουτω γενομένῳ βασιλεῖ ετη ὑπὸ τοῦ κυρίου προστίθεται, ἡμέρας ἐφ' ἡμέρας ἀγομένης. δεῖ γὰρ ἐκ προλαβούσης φωτεινῆς καταστάσεως εἰς ἑτέραν ὡσαύτως εχουσαν μετάβασιν γίνεσθαι, ὡς ἐκ τοῦ τῶν ἡμερῶν ὀνομαζομένου συμπληροῦσθαι τὰ ετη τὰ αἰώνια περὶ ων ειρηται Καὶ ετη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα. παρατείναι δὲ ἡ ζωὴ τῶν ἡμέρας ἐφ' ἡμέρᾳ προσλαμβανόντων εως ἡμέρας γενεᾶς γενεῶν ἐνώπιον τοῦ θεοῦ. Ελεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει; πολλαχοῦ τῶν θείων παιδευμάτων αμα τῇ ἀληθείᾳ τοῦ θεοῦ τὸ ελεος αὐτοῦ συνέζευκται· μήποτ' ουν ἐπεὶ τὸ γνῶναι ἀκραιφνῶς καὶ καθαρῶς τὴν ἀλήθειαν τοῦ θεοῦ οὐχ οιόν τε περικείμενον τὴν ἀνθρωπίνην ἀσθένειαν, τούτου ενεκα ἐλέου θεοῦ χρεία πρὸς τῷ συνιέναι τὴν ἀλήθειαν. συντείνει πρὸς τὸ προκείμενον τὸ θέλειν πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. πρῶτον μὲν γὰρ σωθῆναι ἐλέῳ θεοῦ δεῖ, ιν' ἑπομένως ἡ ἐπίγνωσις τῆς ἀληθείας ὑπάρχῃ. εργον γὰρ τῆς τοῦ θεοῦ ἐλεημοσύνης ἡ ἀνθρώπων σωτηρία· ̓Εξαπέστειλεν γὰρ ὁ θεὸς τὸ ελεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ τὰ ἑξῆς. 626a Ps 60,9 ̓Επεὶ ων ἠξίωσα παρὰ σοῦ τέτευχα εὐχάριστος ουτω γεγονώς, ψαλῶ τῷ ὀνόματί σου, ὑμνῶν δι' εργων νοημάτων τε καὶ λόγων ἀγαθῶν τὴν ἐπ' ἐμοὶ κληθεῖσαν προσηγορίαν σου· καὶ πρὸς τούτῳ ἡμέραν ἐξ ἡμέρας α ηὐξάμην ἀποδώσω, ωσπερ ὁ ̓Ιακώβ φησιν ̓Εὰν δῷ μοι ὁ θεὸς αρτον φαγεῖν, καὶ τὰ ἑξῆς, πάντα μοι οσα ἐὰν δῷς δεκάτην ἀποδεκατώσω σοι αὐτά. πρὸ γὰρ τούτων τῶν λόγων φέρεται τὸ Ηυξατο ὁ ̓Ιακώβ, λέγων τὸ ̓Εὰν ῃ κύριος μετ' ἐμοῦ εως τοῦ ∆εκάτην ἀποδεκατώσω αὐτά. Ευ δὲ καὶ τὸ εἰπεῖν ̔Ημέραν ἐξ ἡμέρας τὰς εὐχὰς ἀποδοῦναι ψάλλειν τε τῷ ὀνόματι τοῦ θεοῦ Εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τῷ τὸ μὲν ψάλλειν τῷ ὀνόματι τοῦ ὑμνουμένου παρεκτείνειν εως τοῦ μέλλοντος αἰῶνος, τῷ δὲ τὰς εὐχὰς ἀποδοῦναι πληροῦσθαι εως ετι ὁ ἐξ ἡμερῶν συμπληρούμενος χρόνος ἐστίν· ουτος δέ ἐστιν ὁ παραμετρούμενος τῇ ἑκάστου ζωῇ. εως ουν ἐν βίῳ ἐσμέν, τὰς εὐχὰς ἀποδώσομεν, ινα καὶ ψάλαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τῷ ὀνόματι τοῦ θεοῦ δυνηθῶμεν.