116
μεμαρτύρηκας, τότε καὶ τοῦτο ὃ ᾤοντο προβαλέσθαι εἰς τὴν τοῦ Χριστοῦ καθαίρεσιν, εἰς αὐτοὺς αὐτὸ περιέτρεψεν. Καὶ γὰρ πρότερον δείξας ὅτι οὐ παρὰ τῆς αὐτοῦ μαρτυρίας τὸ λάμψαι αὐτῷ γέγονε, μετὰ ταῦτα ἐντεῦθεν αὐτοὺς ἐπιστομίζει, Οὐ δύναται, λέγων, ἄνθρωπος ἀφ' ἑαυτοῦ λαμβάνειν οὐδὲ ἓν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Τί ἐστι τοῦτο; Εἰ ὅλως ἔχεσθε τῆς ἐμῆς μαρτυρίας, φησὶ, καὶ ἀληθῆ ταύτην ἡγεῖσθε, μάθετε ὅτι διὰ ταύτην μάλιστα οὐκ ἐμὲ ἐκείνου, ἀλλ' ἐκεῖνον ἐμοῦ προτιμᾷν ἐχρῆν. Τί γὰρ ἐμαρτύρησα; Ὑμᾶς καλῶ τούτου μάρτυρας. ∆ιὸ καὶ ἐπάγει· Αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε, ὅτι εἶπον, ὅτι Οὐκ εἰμὶ ἐγὼ Χριστὸς, ἀλλ' ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Εἰ τοίνυν ἐχόμενοι τῆς ἐμῆς μαρτυρίας ταῦτα προτείνεσθέ μοι λέγοντες, Ὧ σὺ μεμαρτύρηκας, οὐ μόνον οὐδὲν ἠλάττωται ἐκ τοῦ τὴν ἐμὴν δέξασθαι μαρτυρίαν, ἀλλὰ πλεονεκτεῖ μάλιστα ἐκ τούτου· ἄλλως τε οὐδὲ ἐμὴ ἡ μαρτυρία, ἀλλὰ τοῦ Θεοῦ ἦν. Ὥστε εἰ ἀξιόπιστος ὑμῖν εἶναι δοκῶ, μετὰ τῶν ἄλλων καὶ τοῦτο εἶπον, ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Ὁρᾷς πῶς δείκνυσι κατὰ μικρὸν θείαν τὴν φωνὴν οὖσαν; Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· ∆ιάκονός εἰμι, καὶ τὰ τοῦ πέμψαντος λέγω, οὐκ ἀνθρωπίνῃ χάριτι κολακεύων αὐτὸν, ἀλλὰ τῷ Πατρὶ αὐτοῦ τῷ πέμψαντί με διακονούμενος. Οὐκ ἄρα ἐχαρισάμην τὴν μαρτυρίαν, ἀλλ' ὅπερ ἀπεστάλην εἰπεῖν, εἶπον. Μὴ τοίνυν διὰ τοῦτο νομίσητε μέγαν εἶναι ἐμέ. Τοῦτο γὰρ ἐκεῖνον δείκνυσι μέγαν. Ὁ γὰρ Κύριος τῶν πραγμάτων ἐκεῖνός ἐστιν. Ὃ καὶ δηλῶν πάλιν ἐπάγει καὶ λέγει· Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Καὶ πῶς ὁ εἰπὼν, Οὐκ εἰμὶ ἄξιος λῦσαι αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος, φίλον αὐτοῦ νῦν φησιν ἑαυτὸν εἶναι; Οὐκ ἐπαίρων τὸ καθ' ἑαυτὸν, οὐδὲ κομπάζων ταῦτα λέγει, ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι καὶ αὐτὸς τοῦτο μάλιστα σπεύδει, καὶ οὔτε ἄκοντος αὐτοῦ οὐδὲ λυπουμένου ταῦτα γίνεται, ἀλλ' ἐπιθυμοῦντος καὶ σπουδάζοντος, καὶ ὅτι ταῦτά ἐστιν ὑπὲρ ὧν μάλιστα πάντα ἔπραττεν· ἃ καὶ σφόδρα συνετῶς διὰ τῆς τοῦ φίλου προσηγορίας ἐδήλωσεν. Οὐ γὰρ οὕτως οἱ διάκονοι τοῦ νυμφίου, ὡς οἱ φίλοι χαίρουσι καὶ εὐφραίνονται ἐν τοῖς τοιούτοις. Οὐ τοίνυν τὸ ὁμότιμον· ἄπαγε· ἀλλὰ τὸ πολὺ τῆς ἡδονῆς παραστῆσαι βουλόμενος, ἅμα δὲ καὶ συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, φίλον ἑαυτὸν λέγει εἶναι. Ἐπεὶ καὶ τὴν διακονίαν ᾐνίξατο τῷ εἰπεῖν, ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. ∆ιὰ δὴ ταῦτα καὶ τὸ νομίζειν αὐτοὺς δάκνεσθαι τοῖς γινομένοις, φίλον ἑαυτὸν ἐκάλεσε τοῦ νυμφίου, δεικνὺς ὅτι οὐ μόνον οὐ δάκνεται, ἀλλὰ καὶ σφόδρα 59.170 χαίρει. Ἐπεὶ τοίνυν τοῦτο παρεγενόμην ἀνύσαι, τοσοῦτον ἀπέχω τοῦ ἀλγῆσαι τοῖς πραττομένοις, ὅτι τότε μάλιστα ἂν ἤλγησα, εἰ μὴ τοῦτο ἐγένετο. Εἰ μὴ γὰρ προσῆλθεν ἡ νύμφη τῷ νυμφίῳ, τότε ἂν ἐδήχθην· ἀλλ' οὐχὶ νῦν, φησὶν, ὅταν τὰ ἡμέτερα ἤνυσται. Καὶ γὰρ τῶν ἐκείνου προκοπτόντων, ἡμεῖς ἐσμεν οἱ εὐδοκιμοῦντες· ὃ γὰρ ἐβουλόμεθα, γέγονε, καὶ ἐπιγινώσκει τὸν νυμφίον ἡ νύμφη. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε αὐτοὶ λέγοντες, ὅτι Πάντες ἔρχονται πρὸς αὐτόν. Τοῦτο γὰρ καὶ ἐσπούδαζον, καὶ διὰ τοῦτο πάντα ἔπραττον. Ὅθεν καὶ τοῦτο νῦν ἐκβεβηκὸς ὁρῶν, χαίρω καὶ ἀγάλλομαι καὶ σκιρτῶ. γʹ. Τί δέ ἐστιν, Ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου; Ἀπὸ τῆς παραβολῆς τὸν λόγον μετήγαγεν ἐπὶ τὸ προκείμενον. Ἐπειδὴ γὰρ νυμφίου καὶ νύμφης ἐμνημόνευσε, δείκνυσιν, ἡ νυμφαγωγία πῶς γίνεται, ὅτι διὰ φωνῆς καὶ διδασκαλίας. Οὕτω γὰρ καὶ ἡ Ἐκκλησία ἁρμόζεται τῷ Θεῷ. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· Ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. ∆ιὰ ταύτην οὐκοῦν ἐγὼ χαίρω τὴν φωνήν. Καὶ τὸ Ὁ ἑστηκῶς δὲ, οὐχ ἁπλῶς τέθεικεν, ἀλλὰ δηλῶν ὅτι τὰ αὐτοῦ πέπαυται, καὶ ὅτι αὐτὸν λοιπὸν ἑστάναι χρὴ καὶ ἀκούειν, ἐκείνῳ παραδόντα τὴν νύμφην· καὶ ὅτι λειτουργός ἐστι καὶ διάκονος, καὶ τὰ τῆς χρηστῆς ἐλπίδος αὐτῷ καὶ τῆς εὐφροσύνης ἐξῆλθεν εἰς ἔργον. ∆ιὸ καὶ ἐπάγει τοῦτο δεικνύς· Αὕτη οὖν ἡ ἐμὴ χαρὰ πεπλήρωται· τουτέστιν, ἤνυσται παρ' ἐμοῦ τὸ ἔργον, ὃ γενέσθαι ἔδει, καὶ πλέον