1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

117

627a Ps 61,3 β Σαλεύεται πᾶς ὁ ἐξ ἀρετῆς εἰς κακίαν μεταπίπτων· ἀλλ' οὐκ ἀθρόως συμβαίνει τοῦτο, προτέρας γινομένης ταραχῆς ἐν λογισμοῖς διὰ παθῶν μεθ' ην, εἰ προσληφθείη κατάλληλος πρᾶξις, τοῖς τεταραγμένοις λογισμοῖς κλόνος καὶ πτῶμα γίνεται. ἀρχομένης τοιγαροῦν αἰσχρᾶς ἐπιθυμίας η ἑτέρου τινὸς ἀλόγου κινήματος, ἐπισχεῖν δεῖ τῷ εὐσεβεῖ λογισμῷ, συλλαμβανομένου θεοῦ, τὴν ἐπὶ τὴν πρᾶξιν ὁρμήν, ινα μὴ ἐπὶ πλεῖον κλόνος γένηται. ταῦτα ὁ σωτὴρ σαφῶς ἐν τῷ εὐαγγελίῳ διδάσκει, τὰς ἀρχὰς τῶν ἁμαρτημάτων ἀναιρῶν ινα μὴ μενόντων αὐτῶν τὸ ἐπὶ πλεῖον σαλευθῆναι πρακτικῶς γένηται. 628 Ps 61,4c ̔Ο ἐν ἀγάπῃ τεθεμελιωμένος καὶ ἐρριζωμένος ασειστός ἐστι τοῖχος καὶ φραγμὸν εχει ἠσφαλισμένον, οπως μὴ τρυγῶσιν αὐτὸν οἱ τὴν ὁδὸν παραπορευόμενοι φαῦλοι ανθρωποι καὶ πονηραὶ δυνάμεις. τὸν ουτως ἀσφαλῶς εχοντα φραγμὸν ὁ θεὸς περιβάλλει, φάσκων Καὶ ἐχαράκωσα καὶ φραγμὸν περιέθηκα. σύγκειται γὰρ ουτος ὁ φραγμὸς ἐξ ἀγγέλων φρουρούντων καὶ δογμάτων ἀληθείας καὶ πράξεων κατ' ἀρετὴν ἐπιτελουμένων. τούτου μένοντος, οὐδεὶς βλάψαι τοὺς θείους καρποὺς τοῦ πνευματικοῦ φυτοῦ δυνήσεται. εἰ δὲ συμβαίη ποτὲ ἀντὶ σταφυλῶν ἀκάνθας ἐξενέγκειν τὸν φρουρούμενον ἀμπελῶνα, ἐγκαταλιπὼν αὐτὸν ὁ θεὸς λέγει ̓Αφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ εσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ εσται εἰς καταπάτημα. εἰ δὴ τοῦτο συμβαίνει διὰ τὸ φαῦλον καρπὸν γενέσθαι ἐξ ἡμῶν, κεκλιμένος ὁ τοῖχος καὶ ὠσμένος γίνεται ὁ φραγμός. *** 629 Ps 61,5 Τιμὴ τοῦ σοφοῦ ην βουλεύονται ἀπώσασθαι οἱ πονηροὶ ἡ ἀρετὴ καὶ ἡ εὐσέβεια, κατὰ τὸ ∆όξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν. ἀτιμία τοίνυν ἐστὶν ἡ κακία εἰς ην οἱ ἐκπεσόντες ο πεπόνθασιν αἰσθανόμενοι λέγουσιν ̓Επεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν εἰς θλῖψιν. εἰς τοῦτο λήψῃ καὶ τὸ Ανθρωπος ἐν τιμῇ ων οὐ συνῆκεν. ειτ' ἐπεὶ μὴ βίᾳ ἑλκύσαι εἰς κακίαν δύνανται οἱ ἐπικείμενοι ἀπατεῶνες, οὐκ ̓Απώσαντο ειπε τὴν τιμήν μου ἀλλ' ̓Εβουλεύσαντο ἀπώσασθαι· οὐ γὰρ οιοί τέ εἰσιν ἑλεῖν τὸν ἰσχυρῶς ἀνθιστάμενον. τούτων συγγενεῖς εἰσι περὶ ων γράφει ὁ Παῦλος ∆ι' εὐλογίας καὶ χρηστολογίας ἐξαπατῶντες τὰς τῶν ἀκάκων καρδίας. τῆς αὐτῆς διανοίας ἐστὶ τὸ ̓Εὰν δέηταί σου ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς· ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ, ἐγγινόμεναι τάχα ἀπὸ τῶν Ζ πνευμάτων ων παραλαμβάνει τὸ ἀκάθαρτον πνεῦμα πονηρωτέρων ἑαυτοῦ ὑπαρχόντων ** ...σαν τὰς ἑπτὰ πονηρίας εχων ἐν τῇ ψυχῇ ἑαυτοῦ ἱκετεύησε, τὸ Πρωῒ λαμπρὰ καὶ ἡδέα λέγων κολαστικῶς, μὴ πεισθῇς· στόματι γὰρ εὐλογῶν καταρᾶται τῇ καρδίᾳ. 630 Ps 61,7b Οὐ μὴ μεταναστεύσω, μετανάστου γινομένου τοῦ δι' ἁμαρτίας μακρυνομένου τοῦ θεοῦ, κατὰ τὸ γεγραμμένον περὶ τοῦ ̓Ιακὼβ ̓Ελιπάνθη, ἐπαχύνθη καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ. 631 Ps 61,8 ̓Αντιλαμβανομένου θεοῦ οὐ γέγονα μετανάστης, οθεν ην εχω σωτηρίαν καὶ δόξαν ἐπὶ τῷ θεῷ τυγχάνουσι· οὐ γὰρ ἰδίᾳ δυνάμει η τέχνῃ ἐσώθην. δόξαν δὲ λέγει ἐπὶ θεῷ εχειν ην δίδωσιν ὁ μόνος θεὸς τοῖς ζητοῦσιν αὐτόν, καὶ σωτηρίαν οὐ τὴν σαρκῶν ἀλλὰ τὴν ψυχῆς λογικῆς ην εχει ὁ πιστεύσας εἰς τὴν τριάδα κατὰ τὸ λεχθὲν Κομιζόμενοι τὸ τέλος τῆς πίστεως σωτηρίαν ψυχῶν. ∆ιὸ καν τι πάλιν εἰς σάλον με βιάζηται, ἐπ' αὐτῷ τὴν ἐλπίδα ποιοῦμαι πολλάκις με σώσαντι. 632a Ps 61,9 Πᾶσαι αἱ τῶν λαῶν τῶν πιστευσάντων ἀπὸ ἐθνῶν συναγωγαί, οπως μηκέτι αθεοι καὶ ἐλπίδα μὴ εχοντες ητε, ἐλπίσατε ἐπ' αὐτὸν ανευ πάσης πανουργίας, ἐνώπιον αὐτοῦ φανερώσαντες τὰς καρδίας ὑμῶν· γενήσεται γὰρ ὑμῖν ὁ θεὸς βοηθός. Ταὐτὸν τῷ ἐκχεῖν ἐνώπιον αὐτοῦ τὴν καρδίαν τὸ ἐξ ολης ψυχῆς καὶ ἐξ ολης καρδίας ἀγαπᾶν αὐτόν. πολλαχοῦ γὰρ τὸ ἐκχέαι ἀντὶ δαψιλείας πλουσίας καὶ χορηγίας τέτακται, ὡς ἐν τῷ ̔Η ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ὑμῶν διὰ πνεύματος ἁγίου. 633a Ps 61,10 633a Πρὸς τοὺς τοιούτους ἐρρήθη Ινα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος, καίτοι παραγγέλλονται μὴ στάθμιον εχειν μικρὸν