1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

118

καὶ μέγα ἀλλὰ ζυγὸν ἀληθινόν, ἐπείπερ βδέλυγμα κυρίῳ ἐστὶ δισσὸν στάθμιον. ̔Ρητέον δὲ εἰ βουλητὸν ταῦτα καὶ πρὸς ῥητὸν τοῖς περὶ συναλλάγματα καὶ κοινωνίαν εχουσιν· ἐν παντὶ γὰρ πράγματι ποθεινὴ ἡ δικαιοσύνη· οἱ γὰρ συντρέχοντες εἰς τὴν ματαιότητα ἐπὶ τὸ αὐτὸ ματαιοῦνται, ἀεὶ περὶ ματαίαν συμφωνίαν καὶ σπουδὴν εχοντες. ̓Ενταῦθα δ' ἰστέον· τὸ Υἱοὶ ἀνθρώπων περιφραστικῶς σημαίνει τοὺς ὡς ἀνθρώπους ἀποθνῄσκοντας τῷ μηκέτι θεοὺς καὶ υἱοὺς ὑψίστου ειναι, καθὸ σημαινόμενον γέγραπται Οπου γὰρ ερις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ανθρωπον περιπατεῖτε; 634a Ps 61,11 Οὐ γὰρ δυνατὸν θεῷ δουλεύειν καὶ μαμωνᾷ, οὐδὲ μὴν ἐπ' ἀδικίαν ἐλπίσαι καὶ θεόν. ̓Εὰν δοκῇ ῥέειν καὶ μειοῦσθαι ὁ πλοῦτος τοῦ μὴ ἁρπάζοντος καὶ μὴ ἀδικοῦντος, οὐ δεῖ προστιθέναι τῇ καρδία, ινα μὴ δόξῃ λυπεῖσθαι τῶν χρημάτων μειουμένων. ̓Επεὶ τὸ τῆς ἀδικίας ονομα σημαίνει ὁτὲ μὲν τὴν περὶ συναλλάγματα καὶ κοινωνίαν ἀνισότητα ὡς ἐν τῷ ̓Αλλ' ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε καὶ τοῦτο ἀδελφούς, ὁτὲ δὲ πᾶσαν τὴν πρακτικὴν κακίαν καθὸ λέγεται ̓Αδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, ἐπιστατέον κατὰ ποῖον σημαινόμενον τῆς λέξεως νῦν παρίσταται. καὶ ὁ μὲν ἐρεῖ τὸ πρότερον δηλοῦσθαι διὰ τὸ συνεζεῦχθαι αὐτῷ ἁρπάγματα καὶ πλοῦτον ῥέοντα, ὁ δὲ τὸ υστερον καθὸ ειρηται ̔Ο δὲ ἀγαπῶν τὴν ἀδικίαν. ειδος γὰρ ταύτης καθόλου ουσης καὶ ἡ περὶ χρήματα ἁρπαγή. 635 Ps 61,12.13 ̓Ασώματος ων ὁ θεός, μᾶλλον δὲ ὑπερέκεινα πάσης γενητῆς οὐσίας καὶ νοητῆς ὑπάρχων, οὐδὲν εχει ἐπιπεπλεγμένον ἑαυτῷ· οθεν λαλῶν απαξ τουτέστι μονοειδῶς καὶ ἀσυνθέτως λαλεῖ, οὐκέτ' ἐμοῦ ουτως ἀκούοντος. τὸ γὰρ απαξ λαληθὲν δύο οντα κατὰ τὴν δεῖξιν ηκουσα· ἡ γὰρ ταῦτα φωνὴ δεικτικὴ ὑπάρχει. εστι τοίνυν ο λέγει τοιοῦτον· καθαρᾷ νοήσει καὶ ἀσυνθέτῳ φωνῇ λέγοντος αὐτοῦ, ὡς δύο οντων τῶν λεγομένων ἀκούω, παρυφισταμένου τῇ φαντασίᾳ μου τοῦ παρά τισι καλουμένου λεκτοῦ ἀρρήτου τυγχάνοντος νοήσει καὶ ἀσυνθέτῳ φωνῇ λέγοντος αὐτοῦ. καὶ ορα εἰ τοῦτο θέλει παραστῆσαι ὁ ἀπόστολος αρρητα ῥήματα ἀκηκοέναι γράφων, ἀρρήτων οντων ων ηκουσε τῷ μὴ ἐκ συλλαβῶν καὶ φωνῶν ὑπάρχειν ἀλλὰ καὶ ῥημάτων οντων διὰ τὸ νόησιν εχειν τὸ ἀληθὲς εχουσαν. ενθα γὰρ τὸ ἀληθές, ἐκεῖ πρότασις. ἀνάγκη δὲ τὴν πρότασιν ἐξ ὀνόματος ειναι καὶ ῥήματος. ̔Ρητέον δὲ καὶ ἑτέρως· ἡμεῖς φωνητικοῖς ὀργάνοις χρώμεθα, καὶ αμα πολλὰ εἰπεῖν ἀδυνατοῦμεν. θεοῦ ουν απαξ καὶ αμα λέγοντος, διττῶς ἡμεῖς ἀκούομεν. ̓Επίστησον μὴ καὶ τρίτον δυνατὸν εἰπεῖν. θεοῦ απαξ ἐντελλομένου περὶ θυσίας Φέρε, αἰσθητῶς καὶ πνευματικῶς ἀκούομεν τῆς ἐντολῆς, ὡς καὶ περιτομὴν διττῶς νοοῦμεν απαξ εἰρημένην ὑπὸ θεοῦ, τὴν μὲν σωματικήν, τὴν δὲ πνευματικήν. Πότερον θεὸν τὸν πατέρα, κύριον δὲ τὸν υἱὸν καὶ ἐν τούτοις παρίστησιν ὁ λόγος η τὸν αὐτὸν θεὸν αμα καὶ κύριον λέγει, νῦν ἐπίσκεψαι· ἑκατέρως γὰρ καὶ εὐσεβὲς καὶ ἀληθὲς τὸ θεωρούμενον. Ζητῆσαι δὲ δεῖ πῶς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ εργα αὐτοῦ. εἰ γὰρ οὐκ αξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι, καὶ ὁ τὰ ψεκτὰ δὲ ἐργασάμενος οὐκ ἀξίως ων επραξε τιμωρεῖται. ̓Εὰν γὰρ ἀνομίας παρατηρήσῃ, κύριε κύριε, τίς ὑποστήσεται, πῶς κατ' ἰσότητα ἐκλαμβάνειν δεῖ; ἐπιστατέον μήποτε οὐ κατὰ τὴν ποσότητα ἀλλὰ κατὰ τὴν ποιότητα γίνηται, καν ποσότης δὲ δηλοῦται ἐκ τῆς λέξεως τὰ μείζονα τῆς ἀξίας τῶν πεπραγμένων ἐπαινετῶς δίδοσθαι τοῖς δικαίοις καὶ τὸ ἐλαττοῦσθαι τὴν κόλασιν. οὐ γὰρ κατὰ τὴν ἐπανορθωτικὴν δικαιοσύνην ἡ ἰσότης, ἀλλὰ κατὰ τὴν διανεμητικὴν τὸ ισον καὶ ανισον.

636 Ps 62,2a Κατορθοῦται τοῦτο τῷ γενομένῳ ἐκτὸς ἀγνοίας καὶ κακίας, ὡς

φάναι ̔Η νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ηγγικεν. τούτῳ συνᾴδει τὸ ̓Εκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός. εἰ δέ τις ετι τὰ τῆς νυκτὸς εργα καὶ σκότους πράττοι,