1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

119

πῶς αν λέγοι τὸ ̓Ορθρίζω, μὴ ἐνστάντος αὐτῷ τοῦ ορθρου; Τὸ δὲ Πρὸς σὲ ὀρθρίζω οὐ τοπικῶς ἀκουστέον. οὐ γὰρ ἐν τόπῳ θεὸς ἀλλ' ἐν διαθέσει, σχέσει πρὸς θεὸν γινομένου τοῦ τὰ αἰσθητὰ ὑπερπηδήσαντος· τούτῳ γὰρ ἀκολουθεῖ τὸ πρὸς θεὸν ἐλθεῖν. Ευ δὲ καὶ τὸ εἰπεῖν ̔Ο θεὸς ὁ θεός μου. καὶ γὰρ τῶν ἁγίων ὁ θεὸς λατρευόντων αὐτῷ καὶ καθάπαξ θεός ἐστιν οὐ πάντων τῶν ἐχόντων τὸ ειναι, τινῶν καὶ ἀπολελυμένων οντων. ἡ κοιλία γοῦν τῶν περὶ τρυφὴν ἐχόντων θεὸς ουσα ἁπλῶς οὐ λέγεται θεός, ἀλλ' οὐδὲ οἱ δαίμονες κυρίως εἰσὶ θεοὶ τῶν ἐθνῶν λεγόμενοι θεοί· οθεν μόνος καὶ πᾶς ὁ ἀληθῶς σοφὸς ἐρεῖ τῷ φύσει καὶ ἀληθῶς θεῷ ̔Ο θεὸς ὁ θεός μου. 637 Ps 62,2b-3 Πάντων τῶν παρόντων ἀποστήσῃ μου τὸν πόθον· διψῶ τῇ ψυχῇ ειναι πρὸς θεὸν ὀρέξοντά μοι πηγὴν υδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον. καὶ ἐπεὶ ὠφελουμένης καὶ φωτιζομένης τῆς ψυχῆς καὶ ἡ σὰρξ μεταλαμβάνει, καὶ τούτων ὡς οιόν τε καὶ αὐτὴ ποσαπλῶς διψᾷ πρὸς θεὸν καὶ *** τὴν δύναμιν καὶ τὴν δόξαν αὐτοῦ. Καὶ εἰ μὲν ειη ὁ πατὴρ πρὸς ον διψᾷ, δύναμις καὶ δόξα αὐτοῦ ὁ μονογενής. Χριστὸς γὰρ θεοῦ δύναμις, αὐτὸς ων καὶ ἡ δόξα περὶ ης ειρηται ̓Οφθήσεται ἡ δόξα κυρίου. εἰ δὲ ὁ υἱὸς δόξα αὐτοῦ καὶ δύναμις, ἡ περὶ αὐτοῦ θεολογία καὶ τεραστίων ἐπιτελεστικὴ ἐνέργεια ὑπάρχει κατὰ τὸ γεγραμμένον ἐν τῷ Εὐαγγελίῳ ∆ύναμις παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας, καὶ πάλιν Καὶ δύναμις ην θεοῦ εἰς τὸ ἰᾶσθαι αὐτόν. καταλλήλως ταύτῃ τῇ δυνάμει καὶ τὰ περὶ τῆς δόξης αὐτοῦ ἐκλήψῃ εκ τε τοῦ ̓Εθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς, καὶ τοῦ ∆όξασόν με, πάτερ, τῇ δόξῃ ῃ ειχον πρὸ τοῦ τὸν κόσμον ειναι. ̔Επομένως ἑκατέρᾳ ἀποδώσει ἐκλήψῃ τὸ ̓Εν τῷ ἁγίῳ ωφθην σοι, ἐπειδὴ ἡ ψυχή μου ἐδίψησέν σοι, ἡ σάρξ μου ποσαπλῶς ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. Καὶ ορα μὴ ὁ περὶ γῆν τόπος δηλοῦται διὰ τῆς λέξεως, ερημος ων τῆς τελειότητος καὶ ανυδρος τῷ μὴ εχειν δαψιλῶς τὰ χαρίσματα τοῦ πνεύματος Ποταμοὶ υδατος ζῶντος εἰρημένα ἐξιόντες ἐκ νηδύος τοῦ πεπιστευκότος· διὸ καὶ αβατός ἐστιν, οὐδενὸς ἐπ' αὐτοῦ διατρίβοντος τῶν πάντῃ κατὰ τὸ δυνατὸν θεῷ ὁμοιωμένων. πῶς γὰρ οὐκ ερημος ὁ ἑρμηνευθεὶς χῶρος ἐκ μέρους ουσης ἐν αὐτῷ γνώσεως, καὶ ανυδρος ἀρραβῶνος πνεύματος ἐν αὐτῷ γινομένου; οὐ γὰρ ερημος καὶ ανυδρος κατὰ παντελῆ στέρησιν οἰκούντων καὶ πατούντων καὶ υδατος ειρηται, ἀλλὰ διὰ τὸ σπανίως καὶ βραχέως ἐν αὐτῷ ταῦτα γίνεσθαι. ̓Εκδεκτέον δὲ καὶ ἑτέρως τὸ προκείμενον· ὁ ἐκτὸς κακίας καὶ ἀγνοίας ερημός ἐστι τούτων, ων δὲ καὶ τῆς τῶν παθῶν ὑγρότητος ἐκτὸς ανυδρος ὑπάρχει, ὡς αβατος ειναι ηδη τοῖς χείροσι διὰ τὸ μὴ εὑρίσκεσθαι ἐν αὐτῷ τόπον διαβόλου η τινος αλλου χείρονος πνεύματος. καν ποτε ουν ἐπιτολμήσῃ τὸ πνεῦμα τὸ ἀκάθαρτον πλησιάσαι τοῖς ουτως ἀνύδροις τόποις, διέρχεται αὐτοὺς οὐχ εὑρίσκον παρ' αὐτοῖς ἀνάπαυσιν· πεπληρωμένοι γὰρ πάντων ἀγαθῶν εἰσι τῶν ἀπελαυνόντων καὶ καταπονούντων πᾶσαν πονηρὰν δύναμιν. ̓Εν τῇ ἑκατέρως ἑρμηνευθείσῃ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ γῇ τυγχάνων τις ὀφθῆναι, ἐν τῷ ἁγίῳ πόθῳ διψᾷ ψυχῇ πρὸς τὸν θεόν, ἐπακολουθούσης καὶ τῆς σαρκὸς κατὰ τὸ ἐφικτόν. Φέρεται δὲ καὶ ἑτέρα γραφὴ Καὶ ἐτάκη ἡ σάρξ μου, περὶ ης λεκτέον τάδε· οτε ἡ ψυχή μου πρὸς θεὸν διψᾷ, τήκεται ἡ σὰρξ ἀπολαβοῦσα παχύτητα τὴν ἐξ αἰσχρῶν ἐπιθυμιῶν τῶν τε αλλων παθῶν συνισταμένην. εἰς τοῦτο λήψῃ τὸ ωδε εχον εὐαγγελικόν· Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. οταν γὰρ προθυμίαν εχῃ τις διψώσης τῆς ψυχῆς πρὸς τὸν θεόν, τὸ ἠγγίκεναι δὲ ἀσθενεῖ ἡ σὰρξ τηκομένη. 638a Ps 62,4a Γέγραφεν ὁ ἀπόστολος ὡς πρὸς πάντα ὠφέλιμος ουσα ἡ εὐσέβεια ἐπαγγελίαν ζωῆς εχει τῆς τε νῦν καὶ τῆς μελλούσης. τῆς δὲ νῦν εἰπὼν οὐ τῆς κοινῆς λέγει τῶν ζῴων ἀλλὰ τῆς ἐν βίῳ δυνατῆς ὑπαρχθῆναι, περὶ ης φησιν ὁ σωτὴρ ̔Ο πιστεύων εἰς ἐμὲ εχει ζωὴν αἰώνιον, καὶ Αυτη ἐστὶν ἡ αἰώνιος ζωή, ινα γινωσκῶσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ον ἀπέστειλας ̓Ιησοῦν Χριστόν. ταύτης τῆς νῦν