120
ζωῆς καὶ τῆς μελλούσης ητις κατὰ τὴν τελειότητα γίνεται τοῖς προσβάλλουσι τῇ ἀληθείᾳ πρόσωπον πρὸς πρόσωπον κρεῖσσόν ἐστι τὸ ελεος τοῦ θεοῦ τῷ δι' αὐτὸ καὶ καθ' αὐτὸ γίνεσθαι ἐν ταῖς ζωαῖς τὸν εἰς αὐτὰς ἀναγόμενον. οὐ γὰρ κατ' ἀξίαν πράξεως καὶ θεωρίας ἀλλ' ἀγαθότητι καὶ ἐλέου θεοῦ ερχεταί τις ἐπὶ τὸ ζῆν κατ' ἀμφοτέρας τὰς ζωάς. κρεῖσσον δὲ αὐτῶν ειρηται τὸ ελεος ὡς αιτιον αἰτιατοῦ. Ορα γε μὴ τὸ λεγόμενον ἐνταῦθα ελεος οὐχ ετερόν ἐστι τοῦ θεοῦ λόγου, περὶ ου γέγραπται ̓Εξαπέστειλεν ὁ θεὸς τὸ ελεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. 639a Ps 62,6 Ορα εἰ στέαρ ἐστὶ πληροῦν τὴν ψυχὴν α εσφαξε θύματα ἡ σοφία καὶ ἡ ἀληθινὴ βρῶσις σὰρξ τοῦ λόγου καὶ πιότης εὐφραίνουσα τὸν εσω ανθρωπον ὁ τρυγώμενος οινος ἐκ τῆς ἀμπέλου τῆς ἀληθινῆς καὶ ἡ ἀληθινὴ πόσις τῆς σοφίας τὸ αιμα. κληθεὶς γὰρ ὁ ταῦτα λέγων εἰς τὸ μετασχεῖν τῆς ἑτοιμασθείσης τραπέζης ὑπὸ τῆς σοφίας σφαξάσης τὰ ἑαυτῆς θύματα καὶ τὸν ἑαυτῆς κερασάσης οινον. ̓Εμφορηθεὶς ηδη τῆς θείας ἑστιάσεως καὶ ετι ἐμφορηθήσεσθαι προσδοκῶν ουτως ειπεν· ̔Ωσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου. καὶ ἐπεὶ ἀεὶ ὁ ταύτης τῆς εὐωχίας μεταλαμβάνων πεινᾷ διὰ τὸ τῆς ὀρέξεως τοῦ νοῦ ἀκόρεστον ̓Εμπλησθείη ειπεν καὶ οὐκ ̓Ενεπλήσθη ἡ ψυχή μου, καίπερ ηδη δαψιλῶς μετειληφὼς τῆς τροφῆς καὶ τοῦ πόματος. ̓Εντρεπέσθωσαν καὶ ἐκ ταύτης τῆς λέξεως οἱ μετὰ ἀνάστασιν αἰσθητὴν τροφὴν καὶ μέθην ὀνειροπολοῦντες. οὐ γὰρ ειπε τὴν σάρκα η τὸ σῶμα ἀλλὰ τὴν ψυχὴν ἐμπλησθήσεσθαι στέατος καὶ πιότητος, πληροῦντος τοῦ θεοῦ ἐν ἀγαθοῖς τὴν τῆς ψυχῆς ἐπιθυμίαν ὡς ειπεν ἐν ἑτέρῳ ψαλμῷ. Πληρωθεὶς δὲ τῆς εὐφροσύνης χαριστηρίως ἀγαλλιᾷ τῷ ὀρέξαντι τὴν τροφήν, λέγων Καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ ονομά σου, περὶ ων ελεγε Τὰ χείλη μου ἐπαινέσουσί σε. Χείλη δὲ ἀγαλλιάσεως τυγχάνει ἡ ἀρετή. ὡς γὰρ λέγεται ἀφροσύνης μέλη ὡς ἐν τῷ Τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ, ουτω μήποτε καὶ τῆς ἀγαλλιάσεως ειη χείλη, εἰ μὴ αρα καὶ ἐν τούτοις ειπῃ τις τοὺς εχοντας τὰς εξεις δηλοῦσθαι διὰ τῶν εξεων, ὡς περὶ τοῦ αφρονος εἰρῆσθαι, ὡς εχει πόδας τοὺς κατάγοντας εἰς τὸν ᾳδην τοὺς χρωμένους αὐτοῖς, καὶ περὶ τοῦ ἀγαλλιῶντος ὡς χείλεσιν ἀγαλλιάσεως αἰνοῦντος τὴν τοῦ θεοῦ προσηγορίαν. 640a Ps 62,7 ∆ύναται δὲ ταῦτα λέγειν ὁ ἀγαμίᾳ σχολάζων, ινα μεριμνῶν τὰ τοῦ κυρίου ἀρέσῃ αὐτῷ, καὶ ὁ κοίτην ἀμίαντον εχων τῷ κατὰ τοὺς ἁγίους ανδρας τιμίως συνεῖναι τῇ γαμετῇ. 641a Ps 62,9.10a Ωσπερ δέ ἐστι τὸν τρέχοντα ἐπὶ τὴν ἀρετὴν καὶ τὴν εὐσέβειαν τέλος ἐπιθεῖναι κατὰ τὸ λεχθὲν Τὸν δρόμον τετέλεκα, καὶ τὸ Ανευ ἀνομίας εδραμον καὶ κατεύθυνα (τελέσαντος γάρ ἐστι τὸ Εδραμον), ουτως ὁ ἑπόμενος θεῷ κατὰ τὸν ̔Ιερεμίαν ̓Εγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ κατὰ τὸν ̔Ωσηὲ ̓Οπίσω κυρίου πορεύσομαι, καὶ καθά φησιν Μωυσῆς ̓Οπίσω κυρίουτοῦ θεοῦ σου πορεύσῃ, τελέσοι αν ποτε τὴν ὀπίσω τοῦ θεοῦ πορείαν ἐπ' αὐτὸ φθάσας τὸ τῆς μακαριότητος τέλος οτε ἀκούσεται πρὸς θεοῦ Σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ. Οὐ γὰρ ετι πορευομένου φωνή. εἰς ταύτην τὴν κατάστασιν μετὰ τὸ πορευθῆναι ὀπίσω καταφθάσας ὡς κολληθῆναι ὀπίσω ου ειπετό φησιν ̓Εκολλήθη ἡ ψυχή μου ὀπίσω σου, δηλούσης τῆς φωνῆς τῆς ̓Εκολλήθη τὸ ̔Ηνώθη. ουτω γὰρ ἀκουστέον καὶ τοῦ ̓Αποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ. ενωσιν τὴν πρὸς θεὸν δηλοῖ καὶ τὸ ̔Ο κολλώμενος τῷ κυρίῳ εν πνεῦμά ἐστιν· οπερ ζητητέον εἰ ταὐτόν ἐστι τῷ ̓Εκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ὡς μὴ διαφθείρειν τὸ κολληθῆναι τῷ κυρίῳ καὶ τὸ κολληθῆναι τὴν ψυχήν τινος ὀπίσω ἑτέρου οὐ ταὐτὸν ειναι βουλομένου τῷ τέλει τὸ αὐτῷ τῷ κυρίῳ κολληθῆναι. τέλος μὲν γὰρ τοῦ ὀπίσω κυρίου πορευθῆναι τὸ κολληθῆναι τὴν ψυχὴν τοῦ πορευομένου ὀπίσω αὐτοῦ· πλὴν εἰ καὶ τέλος πορείας τὸ φθάσαντα ἑνωθῆναι ὀπίσω, ἀλλ' ουν ετι τούτου τελειότερον τὸ κολληθῆναι πρὸς τὸν κύριον ἐπὶ τῷ εν πνεῦμα πρὸς αὐτὸν γενέσθαι. Οπως δ' αν δέχῃ τὰ τῆς θεωρίας,