121
ὁμολογεῖ κεκολλῆσθαι ὀπίσω τοῦ θεοῦ τὴν ψυχὴν ἑαυτοῦ, ἀντιλαμβανομένης τῆς τοῦ θεοῦ δεξιᾶς. αυτη δέ ἐστιν ἡ μονογενὴς θεοῦ δύναμις· ης ἀντιλαμβανομένης καὶ κρατούσης ἀσφαλῶς, εἰς μάτην ἐζήτησαν τὴν ψυχὴν τοῦ ταῦτα λέγοντος οἱ ἐπικείμενοι ὁρατοὶ καὶ ἀόρατοι ἐχθροὶ, οὐ δυνάμενοι ἁρπάσαι τὸν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ φρουρούμενον. 642a Ps 62,10b.11 Σύμφωνον τῷ εἰσελεύσεσθαι τοὺς φαύλους εἰς τὰ κατώτατα τῆς γῆς τὸ ̓Αποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾳδην πάντα τὰ εθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ. εἰσελθόντα δὲ κολάσει παραδοθήσονται σημαινομένῃ ὀνόματι τῆς ῥομφαίας. χεῖρες τῆς ῥομφαίας ταύτης ητοι ους ἐνεργεῖ πόνους καὶ πικρία ἐστὶν η οἱ ὑπηρετοῦντες αὐτῇ, σκεύη ὀργῆς ἐν ἑτέροις ὀνομαζόμενοι. ἀλωπέκων δὲ μερίδας τὰς πονηρὰς δυνάμεις καλεῖ, διὰ τὸ πανοῦργον καὶ δολερὸν καὶ κακόηθες ἀλωπέκων ὀνομαζομένων. ̔Ερμηνευτέον δὲ τὰ προκείμενα καὶ αλλως· ἐπεὶ εστιν ἐπιτεταμένως ὑλικὸν καὶ σάρκινον γενέσθαι τὸν τοιοῦτον, ἐρεῖς βεβαθυγκέναι ἑαυτῷ εἰς γῆν κάθεσιν ὡς εἰς αὐτὰ τὰ κατώτατα αὐτῆς προαιρετικῶς εἰσελθεῖν. πάσχουσι δὲ τοῦτο οἱ παραδιδόμενοι εἰς ἀτιμίας πάθη οις εχειν ειλοντο καὶ ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν. τούτῳ τῷ τρόπῳ καὶ ὁ Φαραὼ καὶ οἱ ἀμφ' αὐτὸν ὑπὸ γῆς κατεπόθησαν, καὶ Μωυσῆς ὡς ἐν ἐπινικίῳ υμνῳ ειπε πρὸς θεὸν ̓Εξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ. καὶ μὴν οσον ἐπὶ τῇ ἱστορίᾳ οὐχ ὑπὸ γῆς ἀλλ' ὑπὸ βυθοῦ κατεπόθησαν, οἱ ουτως καταποθέντες ὑπὸ τῆς γῆς καὶ εἰς τὰ κατώτατα τῆς γῆς κατεληλυθότες παρεδόθησαν εἰς χεῖρας διαβόλου ῥομφαίας ἀλληγορικῶς καλουμένου. χεῖρες δὲ αὐτοῦ ητοι οἱ αγγελοι αὐτοῦ η αἱ χείρισται πράξεις τυγχάνουσιν. ουτω παραδοθέντες μερίδες ἀλωπέκων γενήσονται. 643a Ps 62,12b ̓Επαινεῖται δὲ καὶ ὁ ὀμνύων ἐπὶ τῷ θεῷ τῷ εὐφραίνοντι τὸν βασιλέα.
644a Ps 63,2b Εξω δὲ ποιεῖ φόβου θεός, οὐ πάντως ἀνατρέπων η
καταβάλλων τὸν ἀντικείμενον ἀλλ' ἀνδρείαν ὀρέγων τῷ προσευχομένῳ. 645a Ps 63,3.4a ∆ιττῆς ουσης τῆς ἐκ κακίας βλάβης ζημιούσης ὁτὲ μὲν τὸ φρόνημα, ὁτὲ δὲ τὴν πρᾶξιν, δύο φάλαγγές εἰσιν αἱ προσπολεμοῦσαι τοῖς δικαίοις ἀφ' ων ῥυσθῆναι ἀβλαβὴς παρακαλεῖ ὁ ᾳδων τὰ προκείμενα, φάσκων τῷ θεῷ Σκέπασόν με ἀπὸ συστροφῆς πονηρευομένων (ουτοι δέ εἰσιν οἱ παραχαράττειν τὴν τῶν δογμάτων ἀλήθειαν θέλοντες), ἀλλὰ καὶ ἀπὸ τῶν πρακτικὴν ἀδικίαν ἐπιτελούντων καὶ εἰς αὐτὴν ἑλκῦσαι με θελόντων. ἀμφότερα γὰρ τὰ στρατόπεδα ταῦτα ῥομφαίας δίκην τὰς γλώσσας ἑαυτῶν ἠκόνησαν ὡς λόγον εχοντας τοὺς μὲν πονηρευομένους συναγορεύοντας καὶ ψευδωνύμῳ γνώσει, τοὺς δὲ τῇ πρακτικῇ κακίᾳ. 646a Ps 63,6ab Πλὴν εἰ καὶ ουτοι πονηρῶς εἰσι παρεσκευασμένοι, ἀλλ' ὁ εὐεργέτης θεὸς τοῖς φοβουμένοις αὐτὸν δίδωσι σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. οπερ ειρηται τυγχάνειν πρᾶγμα πικρόν (τοιοῦτο δ' ἐστὶ πᾶν κακίας ειδος καὶ ἀσεβὲς δόγμα), τοῦτο ἐντείναντες οια τόξον ἀπ' αὐτοῦ βάλλουσιν, ἀναλογίαν εχοντα βέλη πρὸς τὰ πεπυρωμένα τοῦ ἐχθροῦ βέλη. 647a Ps 63,6c Καὶ οἱ ἑτερόδοξοί φασι μηδένα ειναι τὸν καταλαβεῖν δυνάμενον τὴν κεκομψευμένην αὐτῶν καὶ σεσοφισμένην διδασκαλίαν. 648a Ps 63,7.8a ̓Εκλειπόντων ἐρευνᾶν ἐξερευνήσεις διὰ τὸ σφόδρα ἐξηρευνηκέναι τὴν ἀνομίαν ὡς καὶ λόγον ἑαυτοῖς κραταιῶσαι πονηρὸν καὶ παγίδας κρύψαι ἐν τοῖς διηγήμασιν ἑαυτῶν ἐφ' οις σὺν πολλῇ κομψείᾳ ἐσπουδασμένοις σεμνύνονται ὡς ἀλύτους εχειν λόγους ὡς μὴ φωρᾶσαί τινα τὴν ἀπάτην, προσελεύσεται αὐτοῖς ανθρωπος ἀληθινὸς σῴζων τὸ κατ' εἰκόνα καὶ τὸ ειναι διηρθρωμένος λόγιος καὶ βαθεῖαν καρδίαν τουτέστι νόησιν εχων βαθεῖαν, ὡς ὑψωθῆναι τὸν θεὸν δραττόμενον τῶν σοφῶν ἐν τῇ πανουργίᾳ αὐτῶν· ουτω γοῦν καὶ διὰ Παύλου τοῦ ἀποστόλου ̓Ελύμαν τὸν μάγον φανερώσας αὐτοῦ τὸν δόλον καὶ