121
ἐστιν ἀρκῶν ἑαυτῷ. Τέως δὲ πρὸς τὴν ὑπόνοιαν τῶν ἀτελεστέρων φθέγγεται, ἀπὸ τῶν ταπεινῶν κατὰ μικρὸν αὐτοὺς ἀναγαγεῖν βουλόμενος. Ταῦτα δὲ λέγω, ἵνα μὴ ἁπλῶς τὰ ἐν ταῖς Γραφαῖς κείμενα παρατρέχωμεν, ἀλλὰ καὶ τὸν σκοπὸν τοῦ λέγοντος, καὶ τὴν ἀσθένειαν τῶν ἀκροατῶν, καὶ πολλὰ ἕτερα τὰ ἐν αὐταῖς καταμανθάνωμεν. Οὐ γὰρ πάντα ὡς βούλονται οἱ διδάσκαλοι φθέγγονται, ἀλλὰ τὰ πολλὰ ὡς ἡ ἕξις τῶν ἀσθενούντων ἀπαιτεῖ. ∆ιὸ καὶ Παῦλος λέγει· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Ἐβουλόμην μὲν γὰρ, φησὶν, ὡς πνευματικοῖς λαλῆσαι, οὐκ ἠδυνάμην δέ. Πῶς; Οὐκ ἐπειδὴ αὐτὸς ἀδυνάτως εἶχεν, ἀλλ' ἐπειδὴ ἐκεῖνοι οὐκ ἠδύναντο οὕτως ἀκοῦσαι. Οὕτω καὶ Ἰωάννης ἐβούλετο μεγάλα τινὰ διδάξαι τοὺς μαθητὰς, ἀλλ' οὐδέπω δέξασθαι ἠνείχοντο ἐκεῖνοι· διὰ τοῦτο τοῖς ταπεινοτέροις ἐνδιατρίβει μάλιστα. γʹ. Χρὴ τοίνυν διερευνᾶσθαι μετὰ ἀκριβείας πάντα. Καὶ γὰρ ὅπλα ἐστὶ τὰ ἀπὸ τῶν Γραφῶν πνευματικά. Ἀλλ' ἂν μὴ εἰδῶμεν ἁρμόσαι τὰ ὅπλα, καὶ καθοπλίσαι καλῶς τοὺς μαθητὰς, αὐτὰ μὲν ἔχει τὴν οἰκείαν ἰσχὺν τοὺς δεχομένους δὲ οὐδὲν ὠφελῆσαι δύναται. Θῶμεν γὰρ εἶναι θώρακα ἰσχυρὸν, καὶ κράνος καὶ ἀσπίδα, καὶ δόρυ· εἶτα λαβέτω τις ταῦτα τὰ ὅπλα, καὶ τὸν μὲν θώρακα περιτιθέτω τοῖς ποσὶ, τὸ δὲ κράνος, ἀντὶ τῆς κεφαλῆς, τῇ ὄψει, καὶ τὴν ἀσπίδα μὴ πρὸ τοῦ στήθους προβαλλέσθω, ἀλλὰ φιλονεικείτω περιαρτῆσαι τοῖς ποσίν· ἆρα δυνήσεταί τι τῶν ὅπλων ἀπόνασθαι τούτων, ἀλλ' οὐχὶ καὶ βλαβήσεται; Παντί που δῆλον. Ἀλλ' οὐ παρὰ τὴν ἀσθένειαν τῶν ὅπλων, ἀλλὰ παρὰ τὴν ἀπειρίαν τοῦ οὐκ εἰδότος αὐτοῖς χρήσασθαι καλῶς. Οὕτω καὶ ἐπὶ τῶν Γραφῶν· ἂν τὴν τάξιν αὐτῶν συγχέωμεν, τὴν μὲν οἰκείαν αὗται δύναμιν ἕξουσι καὶ οὕτως, ἡμᾶς δὲ οὐδὲν ὠφελήσουσι. Ταῦτα ἀεὶ καὶ ἰδίᾳ καὶ δημοσίᾳ διαλεγόμενος ὑμῖν, οὐδὲν ἀνύω πλέον· καὶ γὰρ τοῖς βιωτικοῖς πάντα τὸν χρόνον προσηλωμένους ὑμᾶς ὁρῶ, τῶν πνευματικῶν οὐδὲ ὄναρ μετέχοντες. ∆ιὰ τοῦτο καὶ ὁ βίος ἡμῖν ἠμέληται, καὶ ὑπὲρ τῆς ἀληθείας ἀγωνιζόμενοι, οὐ 59.175 πολλὴν ἔχομεν τὴν ἰσχὺν, ἀλλὰ καταγέλαστοι γινόμεθα, καὶ παρ' Ἕλλησι, καὶ παρὰ Ἰουδαίοις, καὶ παρὰ αἱρετικοῖς. Καὶ εἰ μὲν καὶ ἐν τοῖς ἄλλοις ἀμελοῦντες, τὴν αὐτὴν καὶ ἐνταῦθα ῥᾳθυμίαν ἐπεδείκνυσθε, ἦν μὲν οὐδὲ οὕτως ἀπολογίας ἄξιον τὸ γινόμενον. Νυνὶ δὲ ἐν μὲν τοῖς βιωτικοῖς ἕκαστος ξίφους ἐστὶ τομώτερος, καὶ οἱ τὰς τέχνας μετιόντες, καὶ οἱ τὰ πολιτικὰ πράττοντες πράγματα· ἐν δὲ τοῖς ἀναγκαίοις καὶ πνευματικοῖς, πάντων ἐσμὲν ῥᾳθυμότεροι, τοῖς μὲν παρέργοις ὡς ἔργοις κεχρημένοι, ἃ δὲ πάντων ἔργων ἀναγκαιότερα τίθεσθαι ἐχρῆν, ταῦτα οὐδὲ πάρεργα εἶναι νομίζοντες. Ἢ οὐκ ἴστε ὅτι οὐ διὰ τοὺς πρώτους ἀνθρώπους μόνον ἐγράφη τὰ γραφέντα, ἀλλὰ καὶ δι' ἡμᾶς; Οὐκ ἀκούεις τοῦ Παύλου λέγοντος, ὅτι Ταῦτα δὲ εἰς νουθεσίαν ἡμῶν ἐγράφη, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησαν· ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν; Καὶ οἶδα μὲν εἰκῆ λέγων· πλὴν οὐ 59.176 παύσομαι λέγων. Τοῦτο γὰρ ποιῶν ἀπολογήσομαι τῷ 59.176 Θεῷ, κἂν μηδεὶς ὁ ἀκούων ᾖ. Ὁ μὲν γὰρ τοῖς προσέχουσι λέγων, ἔχει παραμυθίαν τοῦ λέγειν τὴν πειθὼ τῶν ἀκροωμένων· ὁ δὲ συνεχῶς λέγων, καὶ μὴ ἀκουόμενος, εἶτα οὐ παυόμενος τοῦ λέγειν, πλείονος ἂν εἴη τιμῆς ἄξιος, διὰ τὸ τῷ Θεῷ δοκοῦν, καὶ μηδενὸς προσέχοντος, τὸ αὐτοῦ πᾶν πληρῶν. Ἀλλ' ὅμως εἰ καὶ ἡμῖν ὁ μισθὸς μείζων ἐκ τῆς ὑμετέρας παρακοῆς, ὅμως ἐπιθυμοῦμεν τοῦτον ἐλαττωθῆναι μᾶλλον, καὶ τὴν ὑμετέραν αὐξηθῆναι σωτηρίαν, μισθὸν μέγαν τὴν ὑμετέραν εὐδοκίμησιν εἶναι νομίζοντες. Καὶ ταῦτα λέγομεν νῦν, οὐχ ἵνα ἐπαχθῆ καὶ βαρὺν ποιήσωμεν τὸν λόγον, ἀλλ' ἵνα τὴν ἀλγηδόνα ὑμῖν ἐπιδείξωμεν, ἣν ἔχομεν διὰ τὴν ὑμετέραν ῥᾳθυμίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἀπαλλαγέντας, τῆς πνευματικῆς ἔχεσθαι σπουδῆς, καὶ τῶν οὐρανίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.