1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

122

τὴν πανουργίαν. πῶς γὰρ οὐχ ὑψοῦται θεὸς δι' ἁγίων ἀνδρῶν, τῆς πλάνης λυομένης τῶν ἀπατεώνων; Μέγα ἐφρόνουν ἐπὶ γοητείᾳ καὶ σοφιστείᾳ οἱ Αἰγύπτου φαρμακοὶ καὶ ἐπαοιδοί, ἀλλ' ὁ θεοῦ ἱεροφάντης Μωυσῆς, εχων ἐν ἑαυτῷ καρδίαν βαθεῖαν. προσελθὼν ἀνέτρεψε τὴν ἀπάτην ἐφ' ῃ μέγα ἐφρόνουν. καὶ ουτως ὑψώθη θεὸς πρὸς πάντων ἀνυμνούμενος. ὁ ταύτην δὲ τὴν βαθεῖαν νόησιν εχων δέχεται αὐτὴν ὑπὸ τοῦ τὰ πάντα ἐρευνῶντος πνεύματος. 649a Ps 63,8b-10 Ωσπερ τὰ πεμπόμενα νηπίων βέλη οὐδὲ μέχρις ἀμυχῆς πλήττει τι τιτρώσκοντα, ουτω καὶ τῶν παρεσκευασμένων σοφιστῶν ἐντεινάντων πρᾶγμα πικρὸν κεχώρηκε κατ' αὐτῶν ἡ λώβη· καὶ αἱ γλῶσσαι ἠσθένησαν δ' αὐτῶν, τουτέστιν οἱ λόγοι, ὡς μηδὲ κατὰ ποσὸν βαλεῖν δύνασθαι τὸν ἀναλαμβάνοντα τὸν τῆς πίστεως θυρεόν. Θεωροῦντες οἱ ανθρωποι τὰ προειρημένα, οἱ πάλαι δεινότητα ἑαυτοῖς μαρτυροῦντες, ἐταράχθησαν, οὐκέτι μένοντες ἐν αις εσχον ὑπὸ τῶν σοφιστῶν ἠπατημέναις δόξαις, φόβον ἐσχηκότες διὰ τὸ τοιούτοις ἀσεβέσι δόγμασιν συγκατατεθεῖσθαι. μαθόντες γὰρ ησαν παρ' αὐτῶν ὡς οὐκ ειη πρόνοια· ὡς ἐκ ταὐτομάτου φέρονται τὰ πάντα, καὶ πρὸς αλλων ἀπατεώνων ετεροι συναρπαγέντες φύσει ἀγαθοὺς καὶ κακοὺς ἀνθρώπους παρεδέξαντο, καὶ προσέτι ὡς εἱμαρμένης πρυτανευούσης. τούτων κλονηθεισῶν τῶν ψευδοδοξιῶν ἐν τῷ ταράττεσθαι αὐτούς, ἀληθῆ φανέρωσιν εσχον ὡς ειη θεὸς ποιητὴς τῶν ολων καὶ προνοητής. ἀνήγγειλαν γοῦν τὰ τῆς προνοίας εργα καὶ τὰ κτίσματα αὐτοῦ συνῆκαν καὶ τὸν προνοούμενον εγνωσαν, ἐκ τοῦ μεγέθους καὶ κάλλους αὐτῶν ἀναλόγως τὸν δημιουργὸν θεωρήσαντες. 650a Ps 63,11 ∆ιελεγχομένης τῆς πλάνης, ὁ δίκαιος εὐφρανθήσεται ἐπὶ τῷ θεῷ, ὁρῶν τοὺς πάλαι πλανωμένους ἀνθρώπους ἀναγγέλλοντας τὰ εργα τοῦ θεοῦ καὶ σύνεσιν εχοντας τῶν ποιημάτων αὐτοῦ. καὶ πρὸς τούτῳ ετι μᾶλλον ἐλπίσει ἐπὶ τῷ κυρίῳ ἐν ῳ ηὐφράνθη, ὡς λοιπὸν ἐπαινεῖσθαι μόνους τοὺς εὐθεῖαν εχοντας καρδίαν ἐπὶ πρακτικῷ καὶ θεωρητικῷ βίῳ.

651a Ps 64 αργ Ειρηται δὲ πρότερον ὡς πρᾶξιν μὲν ὁ ψαλμός, θεωρίαν δὲ ἡ

ᾠδὴ δηλοῖ. ὁ πρακτικὸς αρα αμα τῷ θεωρητικῷ βίῳ κατορθούμενος ανδρα τέλειον ἀποδείκνυσιν. 652a Ps 64,2.3a ̓Εκ τοῦ ῥητοῦ μεταβατέον ἐπὶ τὴν ἐκκλησιαστικὴν γνώμην. διὰ τὸ σκοπευτικὸν τῆς ἀληθείας Σιὼν ὀνομαζομένης, ἐν ταύτῃ πρεπόντως υμνος καὶ εὐχὴ ἀποδίδοται τῷ πάντων αἰτίῳ. σημαίνει δὲ ὁ μὲν υμνος θεωρίαν θεοῦ καὶ τῆς ἀληθείας, ἡ δὲ εὐχὴ εὐχαριστίαν. ὁ ἐν παντὶ τοίνυν εὐχαριστῶν ἐν τῇ Σιὼν τοῦτο ποιείτω, ἀρξάμενος ἀπὸ τοῦ ὑμνεῖν τὸν ῳ τὴν εὐχὴν ἀποδίδωσιν. ης τοίνυν προσηγάγομεν νῷ καὶ πνεύματι θεοῦ προσευχῆς εἰσάκουσον, ω κύριε· εστι δὲ περὶ ου ἠξιώσαμεν τὸ ιλεών σε εχειν ὑπὲρ ων ἀσεβεῖν ἐδόξαμεν κατὰ αγνοιαν. 653a Ps 64,3b Ερχεται πρὸς τὸν θεὸν πᾶσα σάρξ, πληρουμένου τοῦ Πρὸς σὲ εθνη ηξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ τοῦ Πάντα τὰ εθνη οσα ἐποίησας ηξουσιν ἐναντίον σου. ̓Εκληπτέον δὲ καὶ ἑτέρως πρὸς θεὸν ερχεσθαι πᾶσαν σάρκα τὴν ευεικτον ψυχὴν πρὸς τὸ ῥᾷστα τυποῦσθαι πρὸς τῶν θείων νόμων καὶ τῶν χαρακτήρων τῆς ἀληθείας· καθὸ σημαινόμενον ειρηται ὁ πνευματικὸς νόμος ἐν πλαξὶ καρδίας σαρκίναις γεγράφθαι καὶ οὐκ ἐν πλαξὶ λιθίναις. τοῦτο δὲ αὐτὸ παρίσταται καὶ ἐκ τῆς τοῦ ̓Ιεζεκιὴλ προφητείας, τοῦ θεοῦ λέγοντος περὶ τῶν σκληροκαρδίων λεγομένων κατ' ἠλιθιότητα ̓Εκσπάσω ἀπ' αὐτῶν τὰς λιθίνας καρδίας καὶ ἐνθήσω καρδίας σαρκίνας, οπως ἐν τοῖς προστάγμασί μου πορεύωνται. 654a Ps 64,5ab ̔Ο ἐκλεγεὶς δι' ἁγιότητα, ἐὰν ἐπιμείνῃ τῇ ἐκλογῇ, προσλαμβάνεται ὑπὸ τοῦ θεοῦ, ὡς μετοικισθέντα αὐτὸν τοῦ περὶ γῆν τόπου κατασκηνῶσαι ἐν ταῖς αὐλαῖς τοῦ ἐκλεξαμένου περὶ ων ειρηται Εἰσέλθετε εἰς τὰς αὐλὰς αὐτοῦ ἐν υμνοις· ων ἀπεντεῦθεν πόθον τις εχων ειπεν ̓Επιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς