123
τοῦ κυρίου. καὶ ἐπεὶ οὐκ ἐν ταῖς αὐλαῖς τὸ τῆς μακαριότητος τέλος, κατασκηνοῖ ἐν αὐταῖς ὁ ἐκεῖ παραληφθείς, ινα προκόψας καὶ ἐπ' αὐτὸν τὸν οικον ἐλθὼν κατοικῇ μακαριζόμενος· Μακάριοι γάρ φησιν οἱ κατοικοῦντες ἐν τῷ οικῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε. οτι τελειότερον τοῦ ἐκλεγῆναι τὸ προσληφθῆναι ὑπὸ τοῦ ἐκλεξαμένου δῆλον ἐκ τοῦ ̓Εν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με. οταν γὰρ ὁ ἐκλεγεὶς πάντα κατὰ βούλησιν θεοῦ πράττῃ, τότε μετὰ δόξης τὰς ἐπαγγελίας προσλαμβάνεται. Τὰς δὲ λέξεις ταύτας προφέρουσιν οἱ τοὺς ἀπαλλαγέντας τοῦ βίου δοξολογοῦντες. 655a Ps 64,5cδ Οικον θεοῦ τὴν ἐκκλησίαν ἐπιστέλλων ὁ Παῦλος Τιμοθέῳ καλεῖ· ̓Εὰν δὲ βραδύνω ινα ιδῃς πῶς δεῖ ἐν οικῳ θεοῦ ἀναστρέφεσθαι, ητις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος. τούτου τοῦ οικου ἀγαθὰ τὰ τοῦ πνεύματος χαρίσματα τά τε περὶ τριάδος καὶ τὰ λοιπὰ δόγματα οι τε παραδοθέντες ὑπὸ τῶν ἀποστόλων θεσμοὶ καὶ κανόνες. Τούτων τῶν ἀγαθῶν ἐμπλησθήσεσθαι προσδοκῶσιν οἱ εἰρηκότες ̔Ιλάσθητι ταῖς ἀσεβείαις ἡμῶν ας εχειν ἐδόξαμεν, τῶν ἀνόμων λόγοις ὑπερδυναμωθέντων καθ' ἡμῶν. ̔Η ἀρετὴ τῷ τῆς δικαιοσύνης ὀνόματι σημαινομένη θαυμαστῶς ἐν αὐτῷ ἐπιτελεῖται. ̔Ο πιστεύων καὶ εργων ἀγαθῶν πληρωθεὶς εχει τὸν κύριον ἐν ἑαυτῷ· ειρηται γὰρ διὰ τῆς πίστεως κατοικεῖν τὸν Χριστὸν εἰς τὸν εσω ανθρωπον. ουτως ὁ κύριος πρὸς τὸν τηροῦντα τὸν λόγον αὐτοῦ μετὰ τοῦ πατρὸς ἐρχόμενος μονὴν ποιεῖται, ωστε ναὸς αγιος ὁ ανθρωπός ἐστιν· γέγραπται γὰρ Οὐκ οιδατε οτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; καὶ μεθ' ετερα· ̔Ο γὰρ ναὸς τοῦ θεοῦ αγιός ἐστιν οιτινές ἐστε ὑμεῖς. ουτος θαυμαστός ἐστι καὶ ἐν δικαιοσύνῃ κατορθοῖ τῇ διὰ τῆς πίστεως ̓Ιησοῦ Χριστοῦ συνισταμένῃ, πλήρης ων ἀγαθῶν θείων χαρισμάτων τοῦ πνεύματος ων οἱ μετασχεῖν προσδοκῶντες ἐροῦσι Πλησθησόμεθα. 656 Ps 64,8c.9 Πῶς γὰρ οὐκ ἐφοβοῦντο οἱ κατοικοῦντες τὰ πέρατα καὶ συνεταράσσοντο τὰ εθνη, τῶν χρηστηρίων καταλυθέντων ὡς μὴ κομπάζειν ετι τοὺς μαντικοὺς δαίμονας καὶ ἰατρείαν ἐπαγγελλομένους, πρὸς τούτοις μαγείας καὶ φαρμακείας καταλυομένης καὶ αὐτοῦ τοῦ Σατανᾶ τοῦ τὸ κράτος εχοντος τοῦ θανάτου καταργουμένου; σημεῖα γὰρ ἱκανὰ τὰ τελεσθέντα, δεικνῦντα θεὸν ειναι τὸν ἐργασάμενον. ἀμέλει γνόντες αὐτοῦ τὴν θεότητα ἐκ τῶν γινομένων, ἐπίστανται λοιπὸν ὡς καὶ τῶν κατ' οὐρανὸν αὐτὸς προνοεῖ, ὡς τοῖς νόμοις αὐτοῦ ἀνατέλλει καὶ δύεται τὰ αστρα. εξοδοι γὰρ πρωΐας αἱ ἀνατολαί, ἑσπέρας δὲ τέρψεις αἱ δύσεις, τερπομένων καὶ εὐφραινομένων λοιπὸν τῶν πιστευσάντων ἐθνῶν θεωρησάντων οτι ὁ τὸν ηλιον καὶ τὴν σελήνην καὶ τοὺς αλλους ἀστέρας ἐπιτέλλειν καὶ δύεσθαι ποιῶν αὐτός ἐστιν ὁ γενόμενος ανθρωπος καὶ τῆς ἀπάτης καὶ τοῦ θανάτου ἐλευθερώσας. 657a Ps 64,10ab ̓Επεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν, ὑετὸν πνευματικὸν διδούς, πρώϊμον μὲν διὰ τῆς παλαιᾶς οψιμον δὲ διὰ τῆς καινῆς διαθήκης δι' ων μεθυσθεῖσα ἡ ἀλληγορουμένη γῆ (ψυχὴ δὲ ἀνθρώπου αὐτή) ἐπλουτίσθη παντὶ λόγῳ καὶ πάσῃ γνώσει καὶ εργοις ἀγαθοῖς, πληθύνοντος αὐτοῦ τοῦ θεοῦ. 658a Ps 64,10cδ.11 Θεοῦ ποταμὸς ὁ λόγος αὐτοῦ τυγχάνει καὶ ζωὴ καὶ πηγὴ αὐτὸς ων. καὶ τάχα οτε πρὸς τὸν θεόν ἐστι, πηγὴ ὑπάρχει· ειρηται γὰρ Παρὰ σοὶ πηγὴ ζωῆς, ποταμὸς τότε εὑρισκόμενος οταν τὴν λογικὴν κτίσιν ποτίζῃ. τούτου τὰ ὁρμήματα τουτέστιν αἱ κατὰ μέρος διδασκαλίαι εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ ητοι τὴν ἐκκλησίαν. καὶ ἐπεὶ τὸ πλήρωμα τῆς θεότητος ἐν αὐτῷ κατοικεῖ, πεπληρωμένος ὑδάτων ἐστίν, καθὸ λέγεται περὶ αὐτοῦ ̓Εθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. οὐ μόνον τοίνυν ἐκ τούτων τῶν ὑδάτων ων πλήρης ὁ ποταμός ἐστιν ποτίζεται πᾶσα ἡ λογικὴ κτίσις, ἀλλὰ καὶ τροφὴν θεόθεν ἑτοιμαζομένην εχει, σπείροντος ̓Ιησοῦ σπορὰν ἑκατονταπλασίονα καρποφοροῦσαν. ̓Εκ τούτου τοῦ ποταμοῦ οἱ αυλακες τῆς γῆς ἐφ' ην βέβληται τὸ πνευματικὸν