123
ἀλλὰ πιστεύσῃς ὅτι διηνεκὴς ἡ κόλασις, τοῦτο τέθεικε τὸ ῥῆμα, δεικνὺς ὅτι ἐνιζάνει αὐτῷ διηνεκῶς. Ἐποίησε δὲ τοῦτο, διὰ τούτων αὐτοὺς τῶν ῥημάτων ὠθῶν πρὸς τὸν Χριστόν. ∆ιόπερ οὐδὲ ἰδίᾳ πρὸς αὐτοὺς τὴν παραίνεσιν ἐποιήσατο, ἀλλὰ καθολικὴν, καὶ ὡς ἂν μάλιστα αὐτοὺς ἐπαγαγέσθαι ἐδύνατο. Οὐ γὰρ εἶπεν, ἐὰν πιστεύσητε, καὶ, ἐὰν μὴ πιστεύσητε· ἀλλ' ἐπὶ τοῦ κοινοῦ προάγει τὸν λόγον, ὥστε ἀνύποπτα γενέσθαι τὰ λεγόμενα· καὶ σφοδρότερον ἢ ὁ Χριστὸς τοῦτο πεποίηκεν. Ὁ μὲν γὰρ Χριστὸς εἶπεν, ὅτι Ὁ μὴ πιστεύων ἤδη κέκριται· οὗτος δὲ, Οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν· καὶ μάλα εἰκότως. Οὐ γὰρ ὁμοίως ἦν αὐτόν τινα περὶ ἑαυτοῦ λέγειν, καὶ ἕτερον περὶ αὐτοῦ. Τὸν μὲν γὰρ Χριστὸν ἐνόμισαν ἂν φιλαυτίας ἕνεκεν ταῦτα πολλάκις φθέγγεσθαι καὶ κομπάζειν· ὁ δὲ Ἰωάννης ταύτης ἀπήλλακτο τῆς ὑποψίας. Εἰ δὲ μετὰ ταῦτα καὶ ὁ Χριστὸς σφοδροτέρῳ κέχρηται λόγῳ, ἀλλ' ὅτε μεγάλην τὴν περὶ αὐτοῦ δό 59.177 ξαν ἔσχον λοιπόν. Ὡς οὖν ἔγνω ὁ Ἰησοῦς, ὅτι ἤκουσαν οἱ Φαρισαῖοι, ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης (καίτοι γε αὐτὸς ὁ Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ), ἀνεχώρησεν ἀπὸ τῆς Ἰουδαίας, καὶ ἦλθεν εἰς τὴν Γαλιλαίαν. Αὐτὸς μὲν οὖν οὐκ ἐβάπτιζεν, οἱ δὲ ἀπαγγέλλοντες, βουλόμενοι διεγεῖραι τοὺς ἀκούοντας εἰς φθόνον, οὕτως ἀπήγγελλον. Τί δήποτε οὖν, φησὶν, ἀνεχώρει; Οὐ δειλίας ἕνεκεν; ἀλλ' ἐκκόπτων αὐτῶν τὴν βασκανίαν, καὶ παραμυθούμενος τὸν φθόνον. ∆υνατὸς μὲν γὰρ ἦν καὶ ἐπελθόντας ἐπισχεῖν, ἀλλ' οὐκ ἐβούλετο συνεχῶς τοῦτο ποιεῖν, ὥστε μὴ ἀπιστεῖσθαι τῆς σαρκὸς τὴν οἰκονομίαν. Εἰ γὰρ συνεχῶς κρατούμενος διέφευγε, τοῦτο ἂν ὑπωπτεύθη παρὰ πολλοῖς. ∆ιά τοι τοῦτο τὰ πολλὰ ἀνθρωπινώτερον ᾠκονόμει. Ὥσπερ γὰρ ἐβούλετο πιστευθῆναι ὅτι Θεὸς ἦν, οὕτως ὅτι Θεὸς ὢν, σάρκα ἐφόρει. ∆ιὰ τοῦτο καὶ μετὰ τὴν ἀνάστασιν πρὸς τὸν μαθητὴν ἔλεγε· Ψηλάφησον καὶ ἴδε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει. ∆ιὰ τοῦτο καὶ Πέτρῳ ἐπετίμησεν, εἰπόντι· Ἵλεώς σοι, οὐ μὴ ἔσται τοῦτο. Οὕτω σφόδρα αὐτῷ τὸ πρᾶγμα περισπούδαστον ἦν. βʹ. Ἐπεὶ καὶ τῶν τῆς Ἐκκλησίας δογμάτων οὐ μικρὸν τοῦτο τὸ μέρος ἐστὶ, καὶ τῆς ὑπὲρ ἡμῶν σωτηρίας τὸ κεφάλαιον τοῦτο, καὶ δι' οὗ πάντα γεγένηται καὶ κατώρθωται. Οὕτω γὰρ καὶ θάνατος ἐλύθη, καὶ ἁμαρτία ἀνῃρέθη, καὶ κατάρα ἠφανίσθη, καὶ τὰ μυρία εἰσῆλθεν εἰς τὸν βίον ἡμῶν ἀγαθά. ∆ιὸ μάλιστα ἐβούλετο πιστεύεσθαι τὴν οἰκονομίαν, τὴν ῥίζαν καὶ πηγὴν ἡμῖν τῶν μυρίων γενομένην ἀγαθῶν. Οἰκονομῶν δὲ τὰ ἀνθρώπινα, οὔτε τὰ θεῖα συσκιάζεσθαι ἠφίει. Ἀναχωρήσας γοῦν, πάλιν τῶν αὐτῶν εἴχετο ὧν καὶ πρότερον. Οὐ γὰρ ἁπλῶς ἐπὶ τὴν Γαλιλαίαν ἀπήρχετο, ἀλλὰ μεγάλα τινὰ κατασκευάζων πράγματα τὰ κατὰ τοὺς Σαμαρείτας· καὶ οὐχ ἁπλῶς οἰκονομῶν αὐτὰ, ἀλλὰ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας, καὶ τοῦ μηδεμίαν καταλιπεῖν Ἰουδαίοις μηδὲ ἀναισχύντου τινὸς ἀπολογίας πρόφασιν. Ὅπερ καὶ ὁ Εὐαγγελιστὴς αἰνιττόμενος ἐπήγαγεν, Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας, δεικνὺς ὁδοῦ πάρεργον αὐτὸν τοῦτο ποιούμενον. Οὕτω καὶ οἱ ἀπόστολοι ἐποίουν. Καθάπερ γὰρ ἐκεῖνοι διωκόμενοι ὑπὸ Ἰουδαίων, τότε ἐπὶ τὰ ἔθνη ἤρχοντο· οὕτω καὶ ὁ Χριστὸς, ὅτε αὐτὸν ἀπήλασαν, τότε καὶ ἐκείνων ἥπτετο, ὡς καὶ ἐπὶ τῆς Συροφοινικίσσης ἐποίησε γυναικός. Τοῦτο δὲ ἐγένετο, ὥστε πᾶσαν ἐκκοπῆναι Ἰουδαίοις ἀπολογίαν, καὶ ἵνα μὴ ἐξῇ αὐτοῖς λέγειν, ὅτι καταλιπὼν ἡμᾶς πρὸς τοὺς ἀκροβύστους ἀπῆλθε. ∆ιὰ τοῦτο καὶ οἱ μαθηταὶ ἀπολογούμενοι ἔλεγον· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀναξίους κρίνετε ἑαυτοὺς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· καὶ αὐτὸς πάλιν, Οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· καὶ πάλιν, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Ἐπειδὴ δὲ αὐτὸν ἀπήλασαν, θύραν τοῖς ἔθνεσιν ἀνέῳξαν. Καὶ οὐδὲ οὕτω προηγουμένως ἐπ' ἐκείνους ἔρχεται, ἀλλὰ παριών. Παριὼν τοίνυν, Ἦλθεν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου, οὗ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὑτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Τίνος