1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

124

αροτρον μεθύσκονται πίνοντες ἐπ' εὐφροσύνῃ, ὡς καὶ τὰ γενήματα τῆς δικαιοσύνης αὐξανόμενα ἐν αὐτῇ πληθύνεσθαι, περὶ ων ειρηται Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς· καὶ ετι ̓Εκζητήσατε τὸν κύριον εως ελθῃ ὑμῖν γενήματα δικαιοσύνης. Καὶ ἐπεὶ μὴ ἐκ τοῦ ποταμοῦ μόνον μεθύουσιν οἱ ἐκ τῆς γῆς αυλακες ἀλλὰ καὶ ἐκ τοῦ πνευματικοῦ ὑετοῦ ου ῥαίνουσιν αἱ νεφέλαι κατὰ τὸ λεχθὲν Καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην, εὐφραίνεται ἀνατέλλουσα ἡ γῆ ἐν ταῖς σταγόσι ταῖς ἐπ' αὐτῆς ἐρχομέναις. εἰσὶ δὲ αυται αἱ τῶν θεοπνευστῶν γραφῶν λέξεις καὶ τὰ νοήματα. 659a Ps 64,13b.14ab ∆υνατὸν εἰπεῖν ἀγαλλίασιν ἐνδεδύσθαι τοὺς κριοὺς ιν' ῃ κατὰ κοινοῦ λεχθὲν τὸ ̓Αγαλλίασιν οἱ βουνοὶ περιζώσονται, ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, ὡς τὴν ἀγαλλίασιν τῶν μὲν ενδυμα τῶν δὲ ζώνην ειναι. Πάντων καρποφορούντων τῶν προειρημένων, καὶ αἱ κεκοιλωμέναι ψυχαί, τῷ μὴ εχειν επαρμα νοήσεως κοιλάδες καλούμεναι, ἐπλήθυναν σῖτον ἐκεῖνον ον ἀρτοποιήσας τις τραφῆναι δύναται, κατὰ τὸ ∆ιάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι αρτων· οπερ ἐστὶ τοὺς τῆς καρδίας ὀφθαλμοὺς διάνοιξον ινα μεταλάβωσι φῶς γνώσεως. τούτου γὰρ γινομένου, πληθύνονται οἱ αρτοι, αἱ πρακτικαὶ ἀρεταί, τρέφοντες τὸν εσω ανθρωπον. 660a Ps 64,14bc ̔Ο νύμφιος ἐν τῷ Αισματι τῶν ᾀσμάτων (ουτος δ' ἐστὶν ὁ σωτήρ) φησὶν ̓Εγὼ ανθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. ο δὲ λέγει τοιοῦτόν ἐστιν· ἐγὼ γέγονα ανθος τοῦ περὶ γῆν τόπου πεδίον διὰ τὸ χθαμαλὸν ὠνομασμένου ιν' ἀρχὴν καρποφορίας οἱ ανθρωποι λάβωσιν, γέγονα δὲ καὶ ταῖς κοιλάσι (ταῖς ἐν ᾳδου ψυχαῖς) κρίνον, νεκρότητα ἀναδεξάμενος. ὁ γεγονὼς τοίνυν τῶν κοιλάδων κρίνον καὶ κόκκος εσται σίτου, ὡς αὐτὸς ειπεν ̓Αμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ πεσὼν ἀποθάνῃ, πλείονα καρπὸν φέρει. ἐπεὶ πεσὼν ὁ κόκκος διὰ τοῦ σταυροῦ εἰς τὴν γῆν μέχρι τῆς καρδίας αὐτῆς εφθασε καρπὸν πλείονα ποιήσας, καὶ ἐν ἐκείνοις τοῖς χωρίοις αιτιος γέγονε καὶ ταῖς κοιλάσι πλήθους σίτου. ∆ιὰ παντὸς τοῦ ψαλμοῦ εργων θαυμασίων θεοῦ δηλουμένων, εἰκότως εἰς υμνον κατέπαυσεν· ἐπενήνεκται γὰρ τοῖς σπουδαίως τελεσθεῖσι· Κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν, πάντων τῶν εὐπαθόντων μεγαλοφώνως ἐπιτεταμένῃ νοήσει δοξολογούντων τὸν τῶν ἀγαθῶν αιτιον.

661a Ps 65,1b.2 ̔Ο ἀλαλαγμὸς φωνή ἐστι νενικηκότων κατὰ τῶν ἑαλωκότων,

ἀσήμως ἀναπεμπόμενος ὑπὲρ τοῦ εἰς μήκιστον τὸν ψόφον τῆς φωνῆς διαδοθῆναι. ἐπεὶ τοίνυν χάριτι θεοῦ, ̓Ιησοῦ ὑπὲρ παντὸς γευσαμένου θανάτου, οἱ νεκροὶ ἐγείρονται, καταλυθέντος τοῦ διαβόλου τοῦ τὸ κράτος εχοντος τοῦ θανάτου, προστάττεται οὐ μέρος τῆς γῆς ἀλλὰ πᾶσα αὐτὴ ἀλαλάξαι τῷ θεῷ, ἐγειρομένων τῶν ἁπανταχοῦ νεκρῶν δικαίων καὶ ἀδίκων. Καὶ πρὸς τὸ εγειρον δὲ ειδος τῆς κατὰ μετάνοιαν ἀναστάσεως ἁρμόζει πᾶσαν τὴν γῆν ἀλαλάξαι, τοῖς ἁπανταχοῦ γῆς ἀνθρώποις τόπου μετανοίας λεγομένου. λέγεται γὰρ πρὸς εκαστον Μὴ ὁ πεσὼν οὐκ ἀνίσταται, καὶ πρὸς πᾶσαν τὴν ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαν ὁ κύριος λέγει ̓Ανάστα ἐλθέ, ἡ πλησίον μου, εἰς τὸ ἀναστῆναι διὰ μετανοίας καὶ ηκειν πρὸς αὐτόν. Γενομένης ουν ἀλαλαγμῷ τῆς φωνῆς κατὰ τῶν ἡττηθέντων, προστάττονται οἱ ἐλευθερωθέντες τῶν πολεμίων τῷ θεῷ τὴν αἰτίαν τῆς νίκης ὁμολογοῦντες αἰνεῖν αὐτὸν καὶ ψάλλειν τῷ ὀνόματι αὐτοῦ, πλὴν οὐχ ὡς ετυχεν ἀλλ' ἐπιδόξως· ∆ότε γάρ φησι δόξαν αἰνέσει. γίνεται δὲ τοῦτο οταν ὁ ὑμνῶν κατάλληλον τῇ αἰνέσει πρᾶξιν εχῃ· Τοῖς γὰρ εὐθέσι πρέπει αινεσις. διὸ κωλύεται ὁ ετι φαῦλος τοῦτο ποιεῖν, οὐκ οντος ὡραίου αινου ἐν στόματι ἁμαρτωλοῦ. 662a Ps 65,3 Οὐκ ἀεὶ τὸ ψεῦδος ἐπὶ λόγου καὶ δόξης λαμβάνειν δεῖ. εστι γὰρ οτε καὶ ἐπὶ τοῦ διαμαρτάνειν τοῦ σκοποῦ κεῖται ἡ φωνὴ αυτη. τούτῳ τῷ σημαινομένῳ ἐψεύσαντο οἱ ἐχθροὶ τοῦ θεοῦ οὐδὲ