124
ἕνεκεν ἀκριβολογεῖται ὁ Εὐαγγελιστὴς περὶ τοῦ τόπου; Ἵνα ὅταν ἀκούσῃς τῆς γυναικὸς λαλούσης, Ἰακὼβ ὁ πατὴρ ἡμῶν ἔδωκεν ἡμῖν τὴν πηγὴν 59.178 ταύτην, μὴ ξενισθῇς. Ὁ γὰρ τόπος ἐκεῖνος ἦν ἔνθα ὑπὲρ τῆς ∆είνας οἱ περὶ τὸν Λευῒ καὶ Συμεὼν ἀγανακτοῦντες, τὸν χαλεπὸν ἐκεῖνον εἰργάσαντο φόνον. Ἄξιον δὲ εἰπεῖν καὶ πόθεν οἱ Σαμαρεῖται συνέστησαν. Καὶ γὰρ ὁ τόπος οὗτος ἅπας Σαμάρεια καλεῖται. Πόθεν οὖν τὴν προσηγορίαν ἔλαβον; Σομὸρ τὸ ὄρος ἐλέγετο ἀπὸ τοῦ κτησαμένου, καθάπερ καὶ Ἡσαΐας φησί· Καὶ ἡ κεφαλὴ Σομόρων, Ἐφραΐμ· ἀλλ' οἱ κατοικοῦντες οὐ Σαμαρεῖται, ἀλλ' Ἰσραηλῖται ἐλέγοντο. Χρόνου δὲ προϊόντος, προσέκρουσαν τῷ Θεῷ· καὶ βασιλεύσαντος Φακεὲ, ἀνελθὼν Θεγλὰθ Φαλασὰρ, πόλεις τε εἷλε πολλὰς, καὶ ἐπέθετο τῷ Ἠλᾷ, καὶ ἀνελὼν αὐτὸν, Ὠσηὲ τὴν βασιλείαν ἔδωκεν. Ἐπὶ τοῦτον ἐλθὼν ὁ Σαλμανασὰρ, εἷλε πόλεις ἑτέρας, καὶ ὑποφόρους ἐποίησε καὶ ὑποτελεῖς. Ἀλλ' οὗτος τὸ μὲν πρῶτον εἶξεν· ὕστερον δὲ ἀπέστη τῆς ἀρχῆς, καὶ πρὸς τὴν τῶν Αἰθιόπων κατέφυγε συμμαχίαν. Ἔγνω τοῦτο ὁ Ἀσσύριος, καὶ ἐπιστρατεύσας, καὶ ἀνελὼν αὐτοὺς, οὐκ ἔτι τὸ ἔθνος ἐκεῖ μένειν ἀφίησι, διὰ τὰς τοιαύτας τῆς ἀποστάσεως ὑποψίας· ἀλλὰ τούτους μὲν εἰς Βαβυλῶνα ἤγαγε καὶ Μήδους, ἐκεῖθεν δὲ ἔθνη ἐκ διαφόρων τόπων ἀγαγὼν, κατῴκισεν ἐν τῇ Σαμαρείᾳ, ὥστε λοιπὸν ἀσφαλῆ αὐτῷ τὴν ἀρχὴν εἶναι, τῶν οἰκείων ἐχόντων τὸν τόπον. Τούτων δὲ γενομένων, βουλόμενος ὁ Θεὸς δεῖξαι τὴν αὐτοῦ δύναμιν, καὶ ὡς οὐ δι' ἀσθένειαν ἐξέδωκεν Ἰουδαίους, ἀλλὰ δι' ἁμαρτίας τῶν ἐκδοθέντων, ἐπαφίησι λέοντας τοῖς βαρβάροις· οἵτινες ἐλυμαίνοντο τὸ ἔθνος ἅπαν. Ἀπηγγέλη ταῦτα τῷ βασιλεῖ, καὶ πέμπει ἱερέα τινὰ τὸν παραδώσοντα αὐτοῖς τοὺς τοῦ Θεοῦ νόμους. Ἀλλ' ὅμως οὐδὲ οὕτως ἐξ ὁλοκλήρου τῆς ἀσεβείας ἀπέστησαν, ἀλλ' ἐξ ἡμισείας. Χρόνου δὲ προϊόντος, πάλιν τῶν μὲν εἰδώλων ἀπεπήδησαν, ἔσεβον δὲ τὸν Θεόν. Τῶν οὖν πραγμάτων ἐν τούτοις ὄντων, ἐπανελθόντες Ἰουδαῖοι λοιπὸν, ζηλοτύπως πρὸς αὐτοὺς εἶχον ἅτε πρὸς ἀλλοφύλους καὶ πολεμίους, οἳ καὶ ἀπὸ τοῦ ὄρους Σαμαρείτας αὐτοὺς ἐκάλουν. Ἰουδαίοις δὲ οὐ μικρὰ καὶ ἐντεῦθεν ἦν πρὸς αὐτοὺς ἡ φιλονεικία. Οὐδὲ γὰρ ταῖς Γραφαῖς πάσαις ἐκέχρηντο, ἀλλὰ τὰ Μωϋσέως μόνα δεχόμενοι, τῶν προφητῶν οὐ πολὺν ἐποιοῦντο λόγον. Ἐφιλονείκουν μέντοι εἰς τὴν εὐγένειαν εἰσωθεῖν ἑαυτοὺς τὴν Ἰουδαϊκὴν, καὶ ἐφιλοτιμοῦντο ἐπὶ τῷ Ἀβραὰμ, καὶ πρόγονον αὐτὸν ἐπεγράφοντο, ἅτε ἀπὸ τῆς Χαλδαίας ὄντα· καὶ τὸν Ἰακὼβ δὲ πατέρα ἐκάλουν, ἅτε ἐκείνου ὄντα ἀπόγονον· οἱ δὲ Ἰουδαῖοι μετὰ πάντων καὶ τούτους ἐβδελύσσοντο. Ὅθεν καὶ τῷ Χριστῷ ταῦτα ὠνείδιζον λέγοντες· Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις· καὶ ἐπὶ τοῦ καταβάντος ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, ταύτης ἕνεκεν τῆς ὑποθέσεως ὁ Χριστὸς Σαμαρείτην εἰσάγει, τὸν ἔλεον εἰς αὐτὸν πεποιηκότα, τὸν εὐτελῆ, τὸν εὐκαταφρόνητον, τὸν βδελυκτὸν παρ' αὐτοῖς· καὶ ἐπὶ τῶν δέκα λεπρῶν, ἀλλογενῆ τὸν ἕνα φησὶ διὰ τοῦτο (Σαμαρείτης γὰρ ἦν)· καὶ αὐτὸς δὲ τοῖς μαθηταῖς οὕτω λέγων ἐκέλευσεν· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. γʹ. Οὐ τῆς ἱστορίας δὲ ἕνεκεν μόνης τοῦ τόπου μόνον ἀνέμνησεν ἡμᾶς τοῦ Ἰακὼβ ὁ Εὐαγγελιστὴς, ἀλλὰ καὶ ὑπὲρ τοῦ δεῖξαι τὴν ἀποβολὴν τὴν Ἰουδαϊκὴν πάλαι γεγενημένην. Καὶ γὰρ ἐπὶ τῶν προγόνων αὐτῶν τοὺς τόπους ἀντ' αὐτῶν κατέσχον ἐκεῖνοι. Ἃ γὰρ οἱ πρόγονοι αὐτῶν εἶχον, οὐκ ὄντα αὐτῶν, ταῦτα διὰ τὴν ῥᾳθυμίαν αὐτῶν καὶ παρανομίαν, ὄντα αὐτῶν, ἀπώλεσαν οὗτοι. Οὕτως οὐδὲν κέρδος, προγόνων εἶναι 59.179 χρηστῶν, ὅταν μὴ τοιοῦτοι τύχωσιν οἱ ἐξ ἐκείνων ὄντες. Οἱ μὲν γὰρ βάρβαροι, ἵνα λεόντων πεῖραν λάβωσι μόνον, πρὸς τὴν Ἰουδαϊκὴν εὐσέβειαν ἐπανῆλθον εὐθέως· ἐκεῖνοι δὲ τοσαύτας ὑπομένοντες τιμωρίας, οὐδὲ οὕτως ἐσωφρονίσθησαν. Ἐνταῦθα τοίνυν ὁ Χριστὸς παρεγένετο, τὸν μὲν βάναυσον καὶ ὑγρὸν ἐκβάλλων βίον ἀεὶ, τὸν δὲ ἐπίπονον εἰσάγων καὶ συνεσταλμένον. Οὐ γὰρ ὑποζυγίοις κέχρηται, ἀλλ' οὕτω βαδίζει συντόνως, ὡς καὶ κοπιᾶσαι ἐκ τῆς ὁδοιπορίας. Καὶ τοῦτο πανταχοῦ παιδεύει, τὸ αὐτουργὸν εἶναι καὶ ἀπέριττον, καὶ τὸ