125
κατὰ ποσὸν ἀντιστῆναι αὐτῷ δυνηθέντες. θεϊκῶν γὰρ εργων ὑπὸ ̓Ιησοῦ γινομένων πλήθους τε δυνάμεως θεϊκῆς ἐκφαινομένης ἐν τοῖς γινομένοις, οἱ ἐχθρεύειν βουλόμενοι ̓Ιουδαῖοι ψιλὸν ανθρωπον τὸν ̓Ιησοῦν οἰόμενοι ἐψεύδοντο λέγοντες ̓Εν Βεεζεβοὺλ αρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια, καίτοι τῶν εργων δηλούντων ὡς κρείττω ταῦτα παντὸς γεννητοῦ· διὸ πρὸς κατανόησιν καλῶν αὐτοὺς ὁ σωτὴρ ελεγε Καν ἐμοὶ μὴ πιστεύητε, τοῖς εργοις πιστεύετε ινα γνῶτε οτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. 663a Ps 65,4 Τοῦ σωτῆρος ἐπιδημήσαντος, τέλος ἀπείληφεν ἡ τοῦ νόμου σκιά· οθεν οὐ σπουδάζεται ετι ἐν τῷ ναῷ τῷ ἐν ̔Ιεροσολύμοις τελεῖσθαι ἡ θεοῦ προσκύνησις, γινομένη ηδη ἐν πνεύματι καὶ ἀληθείᾳ ὡς μὴ κωλύεσθαι τὸν θεοῦ προσκυνητὴν ἐν παντὶ τόπῳ τοῦτο ποιεῖν. προσκυνήσουσι γὰρ αὐτῷ, εκαστος ἐκ τοῦ τόπου αὐτοῦ πράττων κατάλληλα τῷ προσκυνεῖν θεῷ, οθεν αμα ειρηται Προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι. ποιοῦσι δὲ τοῦτο ἀμέμπτως, ἐπικληθείσης αὐτοῖς τῆς σῆς προσηγορίας, οθεν ἀναγκαίως ἐπενήνεκται τὸ Ψαλάτωσαν τῷ ὀνόματί σου, υψιστε. 664a Ps 65,5.6a,b ∆εῦτε, ω φιλομαθεῖς, καὶ ιδετε τὰ εργα τοῦ θεοῦ κατορθούμενα ἐν τοῖς πιστοῖς ἀνθρώποις, ἀνυόμενα οὐκ ἀνθρωπίνῃ ἀλλὰ θεοῦ βουλῇ. πῶς γὰρ ἀγαμίαν καὶ ἀκτημοσύνην ὡς δεῖ κατορθῶσαι δυνατόν, μὴ θεοῦ βουλῆς ἐξευμαριζούσης αὐτά; οτι δὲ θεός ἐστιν ὁ δύναμιν παρέχων τοῦ ἀνυσθῆναι ταῦτα. τὸν βίον τῶν ἀνθρώπων κυματούμενον καὶ ταραττόμενον οια ἀθάλατταν εἰς ξηρὰν μετέβαλεν, βαλὼν πυρὸς ἐπὶ τῆς γῆς λόγον πᾶσαν ὑγρότητα ξηραίνοντα, ὡς ἑκάστῳ τῶν ἐκ κακίας εἰς ἀρετὴν καὶ ἐξ ἀπιστίας εἰς πίστιν ἐρχομένων μετεστράφθαι τὴν θάλασσαν ὡς ποσὶ περιπατεῖσθαι. τούτου σύμβολον εἰκονογραφεῖται Πέτρου τοῦ ἀποστόλου πίστει τῇ εἰς τὸν σωτῆρα ἐπὶ τῆς θαλάσσης περιπατοῦντος. ̔Ο δὲ ποταμὸς λόγος ἐστὶν ὠχυρωμένος ̔Ελληνικῇ σοφίᾳ καὶ τέχνῃ, κωλύων τὴν ὁδὸν τὴν ἐπὶ τὴν ἁγίαν ἀπάγουσαν γῆν. ἀλλὰ καὶ τοῦτον μετέστρεψεν ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν καὶ βάσιμον ἀπειργάσατο τοῖς πορευομένοις εἰς ἁγιότητα. Ελεγχος δ' ἐστὶ τὰ ουτως λεγόμενα κατὰ τῶν διακοπτόντων τὴν θεότητα. οὐ γὰρ αλλος θεὸς τὴν ἐρύθραν θάλασσαν διεῖλε καὶ τὰς ἐν τοῖς Εὐαγγελίοις τεραστίους δυνάμεις πεποίηκεν. ̓Ιησοῦς γὰρ ἐν Αἰγύπτῳ τὸν λαὸν εσωσεν, ὡς ἐν ἐπιστολῇ φησιν ἀποστολικῇ. 665a Ps 65,6c.7a Γενόμενοι εργῳ καὶ διαθέσει ενθα ἡ θάλασσα καὶ ὁ ποταμὸς εἰς ξηρὰν μετεστράφη ὡς ποδὶ λοιπὸν διαβαίνειν ἀκωλύτως ὁδεύοντας ἀπὸ κακίας καὶ ἀσεβείας ἐπ' ἀρετὴν καὶ εὐσέβειαν, εὐφραινόμεθα ἐν τῷ ποιήσαντι τὰ δυσχερῆ εὐμαρῆ, θεοῦ βασιλικῶς δεσπόζοντος τοῦ αἰῶνος καὶ τῶν ἐν αὐτῷ, ὡς ἐξαιρεῖσθαι ἀπὸ τῆς ἐν αὐτῷ πονηρίας τοὺς πιστεύσαντας κατὰ τὸ λεχθὲν Οπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστηκότος αἰῶνος πονηροῦ. ∆υνατὸν δὲ τὸν αἰῶνα τὸν ἐπ' απειρον ἐκλαβεῖν ἐκ τῆς προκειμένης λέξεως συμφώνως τῷ Κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ετι· ουτω γὰρ βασιλεύων τὸν αἰῶνα ἐπ' απειρον δεσπόζει αὐτοῦ τῇ δυναστείᾳ τῆς συμφυοῦς βασιλείας αὐτοῦ. 666a Ps 65,7b.ξ Εἰ δὲ καὶ πᾶσαν τῶν ἐναντίων τὴν δύναμιν παραπικραίνοντας ειποις, οὐκ αν ἁμάρτοις· ἠπείλουν γὰρ τοῖς ἀφισταμένοις εθνεσιν. θάρσος τοίνυν καὶ εὐθυμίαν ἐμποιῶν τοῖς πιστεύουσιν ἀπὸ ἐθνῶν, φόβον δὲ τοῖς ἀπειλοῦσιν αὐτοῖς, Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ εθνη, φησίν, ἐπιβλέπουσιν, φρουροῦντες αὐτοὺς ἀβλαβεῖς· οθεν Οἱ παραπικραινόμενοι μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς, ὡς δυνάμενοι ἀπολέσαι τοὺς τῷ εὐαγγελίῳ προσερχομένους. 667a Ps 65,9 Τίθεται εἰς ζωὴν ἡ ψυχὴ τοῦ τέλος κομιζομένου τῆς πίστεως σωτηρίαν, ὡς εἰπεῖν πιστῇ προθέσει ̔Η ψυχή μου αὐτῷ ζῇ (δῆλον δὲ οτι τῷ θεῷ). ζῇ δὲ ψυχὴ ἀρετὴν καὶ σοφίαν εχουσα, ὡς ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖται, ὡς εἰπεῖν τῷ θεῷ ̓Εν τῇ δικαιοσύνῃ σου ζῆσόν με. Οὐ δίδονται εἰς σάλον οἱ πόδες τοῦ εσω ἀνθρώπου, οταν τις ἱδρυνθῇ ἐπὶ τὸν ἀρραγῆ