125
μὴ πολλῶν δεῖσθαι. Οὕτω γὰρ βούλεται τῶν περιττῶν ἀλλοτρίους ἡμᾶς εἶναι, ὡς καὶ αὐτῶν τῶν ἀναγκαίων πολλὰ περικόπτειν. ∆ιὰ τοῦτο ἔλεγεν· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. ∆ιὰ τοῦτο καὶ ἐν τοῖς ὄρεσι τὰ πλείονα διατρίβει, οὐκ ἐν ἡμέρᾳ μόνον, ἀλλὰ καὶ ἐν νυκτὶ, καὶ ἐν ταῖς ἐρήμοις. Τοῦτο καὶ ὁ ∆αυῒδ ἀνακηρύττων ἔλεγεν, Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται, τὸ εὐσταλὲς αὐτοῦ τοῦ βίου δηλῶν. Τοῦτο καὶ Ἰωάννης ἐνταῦθα δείκνυσιν· Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἐκάθητο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· ∆ός μοι πιεῖν. Οἱ δὲ μαθηταὶ αὐτοῦ ἀπῆλθον εἰς τὴν ἀγορὰν, ἵνα τροφὰς ἀγοράσωσιν. Ἐντεῦθεν μανθάνομεν καὶ τὸ περὶ τὰς ὁδοιπορίας εὔτονον αὐτοῦ, καὶ τὸ περὶ τὰς τροφὰς ἠμελημένον, καὶ πῶς παρέργως τῷ πράγματι κέχρηται. Οὕτω γοῦν καὶ οἱ μαθηταὶ ἐπαιδεύθησαν τὰ καθ' ἑαυτοὺς διατίθεσθαι. Οὐ γὰρ ἐπήγοντο ἐφόδια. Καὶ δηλοῖ τοῦτο ἕτερος εὐαγγελιστὴς λέγων, ἡνίκα περὶ τῆς ζύμης τῶν Φαρισαίων αὐτοῖς διελέγετο, ὅτι ἐκεῖνοι ἐνόμιζον ὅτι ἄρτους οὐκ ἐβάσταζον. Καὶ ὅταν πεινῶντας εἰσάγῃ, καὶ τίλλοντας τῶν ἀσταχύων, καὶ ἐσθίοντας, καὶ ὅταν λέγῃ αὐτὸν ἐπὶ τὴν συκῆν διὰ τὴν πεῖναν ἐληλυθέναι, οὐδὲν ἄλλο ἢ τοῦτο διὰ πάντων ἡμᾶς παιδεύει, τὸ καταφρονεῖν γαστρὸς, καὶ μὴ περισπούδαστον τὴν αὐτῆς νομίζειν εἶναι λειτουργίαν. Σκόπει γοῦν αὐτοὺς καὶ ἐνταῦθα, οὔτε ἐπιφερομένους τι, οὔτε ἐπειδὴ μὴ ἐβάσταζον, ἐκ προοιμίων καὶ εὐθὺς τῆς ἡμέρας τούτου φροντίζοντας, ἀλλὰ κατὰ τὸν καιρὸν, καθ' ὃν ἅπαντες ἀριστοποιοῦνται, τροφὰς ἀγοράζοντας. Ἀλλ' οὐχ ἡμεῖς, οἳ εὐθέως ἀπὸ κλίνης διανιστάμενοι πρὸ τῶν ἄλλων τοῦτο σκοπούμεθα, μαγείρους καὶ τραπεζοποιοὺς καλοῦντες, καὶ μετὰ πολλῆς ταῦτα ἐπισκήπτοντες τῆς σπουδῆς, καὶ μετ' ἐκεῖνα τῶν ἄλλων οὕτως ἁπτόμενοι, τὰ βιωτικὰ πρὸ τῶν πνευματικῶν σπουδαῖα ποιούμενοι, καὶ ἃ πάρεργον ἔχειν ἐχρῆν, ὡς ἀναγκαῖα τιμῶντες. ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γίνεται. Τοὐναντίον γὰρ ἐχρῆν ἁπάντων τῶν πνευματικῶν πολὺν ποιησαμένους λόγον, μετὰ τὸ πληρῶσαι ἐκεῖνα, τότε ἅπτεσθαι τούτων. Οὐ τὸ ἐπίπονον δὲ μόνον, ἀλλὰ καὶ τὸ ἄτυφον ἐντεῦθεν δείκνυται, οὐ τῷ κοπιᾶσαι, οὐδὲ τῷ καθίσαι ἐπὶ τῆς ὁδοῦ μόνον, ἀλλὰ καὶ τῷ καταλειφθῆναι μόνον καὶ τοὺς μαθητὰς αὐτοῦ ἀπελθεῖν. Καίτοι γε ἐξῆν εἴ γε ἐβούλετο, ἢ μὴ πάντας ἐκπέμψαι, ἢ ἀπελθόντων ἐκείνων, ἑτέρους διακόνους ἔχειν· ἀλλ' οὐκ ἠθέλησε· καὶ γὰρ τοὺς μαθητὰς οὕτως εἴθισε πάντα τῦφον καταπατεῖν. Καὶ τί μέγα, φησὶν, εἰ ἐμετρίαζον, ἴσως εἴποι τις ἂν, ἁλιεῖς ὄντες καὶ σκηνοποιοί; [ ̔Αλιεῖς μὲν ἦσαν καὶ σκηνοποιοὶ,] ἀλλ' ἀθρόον εἰς 59.180 αὐτὴν ἀνέβησαν τοῦ οὐρανοῦ τὴν κορυφὴν, καὶ πάντων ἐγένοντο βασιλέων σεμνότεροι, ὁμιληταὶ γενέσθαι καταξιωθέντες τοῦ τῆς οἰκουμένης ∆εσπότου, καὶ παρακολουθῆσαι τῷ θαυμαζομένῳ πάντοθεν. Ἴστε δὲ κἀκεῖνο, ὅτι μάλιστα οἱ ἐκ ταπεινῶν ὄντες, ὅταν ἀξιωμάτων ποτὲ λάβωνται, εὐκολώτερον αἴρονται πρὸς ἀπόνοιαν, ἅτε ἀπειροκάλως ἔχοντες πρὸς τὴν τοσαύτην τιμήν. Κατέχων οὖν αὐτοὺς ἐπὶ τῆς αὐτῆς ταπεινοφροσύνης, ἐπαίδευεν αὐτοὺς διὰ πάντων συνεστάλθαι. καὶ μηδαμοῦ δεῖσθαι τῶν διακονησομένων. Αὐτὸς δὲ Κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, φησὶν, ἐκάθητο οὕτως ἐπὶ τῇ πηγῇ. Ὁρᾷς ὅτι διὰ τὸν κόπον ἡ καθέδρα γέγονε, διὰ τὸ καῦμα, διὰ τὸ περιμεῖναι τοὺς μαθητάς; Ἤδει μὲν γὰρ συμβησόμενον τὸ κατὰ τοὺς Σαμαρείτας. Οὐκ ἐπὶ τοῦτο δὲ ἦλθε προηγουμένως· οὐ μὴν ἐπειδὴ διὰ τοῦτο οὐκ ἦλθε, παραγενόμενον τὸ γύναιον ἀπώσασθαι ἐχρῆν, οὕτω πολλὴν φιλομάθειαν ἐπιδεικνύμενον. Οἱ μὲν γὰρ Ἰουδαῖοι καὶ πρὸς αὐτοὺς ἐρχόμενον ἀπήλαυνον, οἱ δὲ ἐξ ἐθνῶν καὶ ἀλλαχοῦ βαδίζοντα πρὸς ἑαυτοὺς εἷλκον· καὶ οἱ μὲν ἐφθόνουν, οἱ δὲ ἐπίστευον· ἐκεῖνοι ἠγανάκτουν, οὗτοι ἐθαύμαζον καὶ προσεκύνουν. Τί οὖν; ἔδει τοσούτων σωτηρίαν ὑπεριδεῖν, καὶ προθυμίαν οὕτω γενναίαν ἀφεῖναι; Τοῦτο μὲν οὖν ἀνάξιον ἦν αὐτοῦ τῆς φιλανθρωπίας· διόπερ μετὰ