126
καὶ ἰσχυρότατον τοῦ θεοῦ λόγον, ὡς χαριστηρίως εἰπεῖν Εστησας ἐπὶ πέτραν τοὺς πόδας μου. 668a Ps 65,10 Πυροῦταί τις ὡς τὸ ἀργύριον φλεγούσαις περιστάσεσιν ὑποπίπτων· ας γενναίως τις ἐνέγκων δόκιμος ἀναδείκνυται, οὐδὲν εχων ψεκτὸν ἐν ἑαυτῷ. εἰς τοῦτο λήψῃ Μακάριος ἀνὴρ ος ὑπομένει πειρασμόν, οτι δόκιμος γενόμενος λήψεται τὸν στεφανὸν τῆς ζωῆς. 669a Ps 65,11b.12 ∆ιὰ πολλῶν θλίψεων δεῖ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἀλλ' εἰ καὶ ̓Επεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, ἀλλ' ουν θαρροῦμεν δι' ὑπομονῆς μετεωρίσαι αὐτάς, κατασπωμένων ἀπ' αὐτῶν τῶν ἐπικειμένων πολεμίων ἀνθρώπων. σημαίνει ἐνταῦθα τὸ τῆς κεφαλῆς ονομα ὡς καὶ ἐν ἑτέραις γραφαῖς τὸ ἡγεμονικόν, ὡς ἐν τῷ Εὐλογίᾳ κυρίου ἐπὶ κεφαλὴν δικαίου, καὶ Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ. Τῶν δ' ἐχθρῶν θλίβειν με θελόντων, ὀπίσω μου αὐτοὺς ερριψας, παρασκευάσας με συντόνως τρέχειν. διὸ καὶ σπεύδοντες καταλαμβάνειν με ὀπίσω μένουσιν ἀεί, ὀξέως μου τρέχοντος συνεργείᾳ σῇ· οθεν ἐπὶ τοῦ νώτου εχω τὰς θλίψεις, οὐδ' ολως ἰδεῖν αὐτὰς βουλόμενος· οὐ γὰρ στρέφομαι πρὸς αὐτάς, πόνου η ὀλιγωρίας ἑλκυσάντων. ∆ιήλθομεν διὰ πυρὸς καὶ υδατος. ινα ειπῃ τὰ περιστατικὰ ἱκανὰ οντα πυρῶσαι καὶ θερμῶς κινῆσαι ψυχήν, ῥηθείη πῦρ, καθ' ἑτέραν δὲ ἐπίνοιαν καὶ υδωρ λεγόμενα διὰ τὸ βυθίζειν καὶ ἀποπνίγειν τοὺς μὴ γενναίως αὐτὰ φέροντες. ὁ ταῦτα διεληλυθὼς συνεργείᾳ θεοῦ ἐξέρχεται εἰς ἀναψυχήν, ἐλπίζων τὰς ἐπ' αὐτοῖς ἀμοιβάς. Καὶ ἐπεὶ αἱ ἀρχαὶ καὶ αἱ προκοπαὶ τοῖς πρακτικοῖς ἡμετέραι, τὰ δὲ τέλη τῆς τοῦ θεοῦ δωρεᾶς, τὸ μὲν διελθεῖν διὰ πυρὸς καὶ υδατος ἑαυτοῖς δόντες, τοῦ δὲ τέλους τὴν αἰτίαν τῷ θεῷ ἐπιγράφουσιν. οτι δὲ πῦρ καὶ υδωρ τὰ περιστατικά, παρίσταται ἐκ τοῦ προφήτου ̔Ησαΐου λέγοντος ἐκ προσώπου θεοῦ Μὴ φοβοῦ, μετὰ σοῦ εἰμι· καὶ ἐὰν διέλθῃς διὰ πυρός, φλὸξ οὐ κατακαύσει σε· καὶ ἐὰν διέλθῃς δι' υδατος, ποταμοὶ οὐ συγκλείσουσί σε. 670a Ps 65,13.14a Εἰσελεύσομαι εἰς τὸν οικόν σου ἐν ὁλοκαυτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς μου· ητοι τὰς κατὰ νόμον θυσίας πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας η πνευματικὰς εἰσερχόμενος εἰς τὸν οικον τοῦ θεοῦ (ουτος δ' ἐστὶν ἡ ἐκκλησία) ἐν ὁλοκαυτώμασι τελείας καὶ ὁλοκλήρους ἀρετὰς ἐξ ολων ἱερουργῶν, καταλλήλους ταύτῃ τῇ ὁλοκαυτώσει ἀποδιδοὺς καὶ ας διέστειλεν τὰ χείλη αὐτοῦ εὐχάς. 671a Ps 65,15 Τὰ προερμηνευθέντα πνευματικὰ ὁλοκαυτώματα εὐτραφῆ καὶ μεμυαλωμένα τυγχάνει, οτε μὴ αλλου του χάριν ἀλλὰ τοῦ θεοῦ ἀναφέρεται. ταῦτα γοῦν, οπως ον δεῖ τρόπον ἀνυσθῇ, μεθ' ἱκεσίας ἀναφέρεται· σημαίνεται δὲ αὐτῇ τῇ ὀνομασίᾳ τοῦ θυμιάματος. Κατευθυνθήτω γὰρ ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. καὶ οὐ μετὰ μόνου θυμιάματος ἡ προσφορὰ γίνεται ἀλλὰ καὶ κριῶν. εἰσὶν οἱ κριοὶ κινήσεις καὶ θυμία, ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ἀρχὴν εχουσαι. Σὺν τοῖς μεμυαλωμένοις ὁλοκαυτώμασι καὶ τοῦ θυμιάματος καὶ τῶν κριῶν ἀνοίσειν ἐπαγγέλλεται βόας μετὰ χιμάρων, ἱερουργοῦντος τάχα βοῦν τοῦ προσάγοντος θυσίαν ζῶσαν τῷ θεῷ τὸ ιδιον σῶμα· γεωπόνον γὰρ τὸ ζῷον, οθεν ἀναλογίαν εχει τῷ σώματι ἐκ γῆς τὴν πλάσιν εχοντι. οἱ χίμαροι δέ εἰσι τὰ μετανοίας εργα καὶ λόγοι· περὶ ἁμαρτίας γὰρ προσφέρεται ὁ χίμαρος. 672a Ps 65,17 Ανευ γλώττης καὶ προσφορᾶς αὐτῆς κατὰ τὸ σιωπώμενον ἐν διανοίᾳ υψωσα. 673a Ps 65,18 ∆υνατὸν δὲ τὸν στίχον ἐκλαβεῖν τῇ νοήσει τοιαύτῃ· εἰ τῇ καρδίᾳ μου ἀδικίαν ἐθεώρουν, μὴ εἰσακουσάτω κύριος. εἰς τοῦτο λήψῃ τὸ λεγόμενον ὑπὸ Παύλου Οὐδὲν ἐμαυτῷ σύνοιδα ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι, τῷ ἐγχωρεῖν θεὸν ὁρᾶν ἐν ἐμοὶ ἀδικίαν καν ἡ ἐμὴ καρδία μὴ θεωρεῖ αὐτήν. εἰς τοῦτο παραλήψῃ καὶ τὸ Παραπτώματα τίς συνήσει; ἀπὸ τῶν κρυφίων μου καθάρισόν με. 674a Ps 65,20 ̔Υπῆρκται δέ μοι τοῦτο, οὐ τοσοῦτον διὰ τὸ ἀναμάρτητόν μου οσον διὰ τὸ ελεος αὐτοῦ, ο οὐκ ἀπέστησέ μου, ἀφισταμένου τοῦ θεϊκοῦ ἐλέους ἀπὸ τοῦ μὴ εἰσακουομένου διὰ τὸ μὴ ἀγαθὰ αἰτεῖσθαι ἀλλὰ τὰ ἀνθρώποις φίλα τε καὶ ἡδέα.