127
675a Ps 66 αργ Ουτος ὁ ψαλμὸς σαφῆ τὴν διάνοιαν εχει καὶ πολλῶν λόγων
εἰς ἑρμηνείαν οὐ δεῖται. προκηρύττει γὰρ τοῦ θεοῦ λόγου τὴν ἐνανθρώπησιν καὶ τὴν σωτήριον ἐπιφάνειαν καὶ τῶν ἐθνῶν ἁπάντων τὴν σωτηρίαν· οθεν Εἰς τὸ τέλος ἐπιγέγραπται. καὶ ἐπεὶ μὴ ἀνθρώπινα εργα τὰ κατορθωθέντα, οὐκ ἐν ἐγκωμίοις η ἐπαίνοις ἀλλ' ̓Εν υμνοις ἐπιγέγραπται· θεοῦ γὰρ τὸ ὑμνεῖσθαι, ἀνθρώπων δὲ τὸ δι' ἐπαίνων ἐγκωμιάζεσθαι. ἀμέλει γοῦν ὁ θεῖος υμνος Ψαλμὸς ᾠδῆς τυγχάνων τῷ καὶ πράξεις δηλοῦν τοῦ σωτῆρος καὶ θεωρίαν αὐτῶν μεγίστην οὐκ ἐν τῷ τυχόντι ἀλλὰ κάλλη περιέχοντι ἀριθμῷ τέτακται· ὁ γὰρ ΞΣ τὸ τέλειος ειναι εχει καὶ ἐν μονάσι καὶ ἐν δεκάσιν. 676a Ps 66,2 Οἰκτιρμῶν καὶ εὐλογιῶν πληροῦνται οἱ ανθρωποι, ἐπιφαίνοντος τὸ πρόσωπον ἑαυτοῦ τοῖς τυχεῖν τούτου εὐχομένοις. ἐπιφαίνεται δὲ τὸ πρόσωπον τοῦ πάντων δημιουργοῦ, οταν ἐπιδημήσῃ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ ανθρωπος γεγονὼς καὶ ἐμφανίσῃ ἑαυτὸν τοῖς ἀξίοις ῃ φησι περὶ τοῦ τηροῦντος τὰς ἐντολὰς αὐτοῦ ̓Εμφανίσω αὐτῷ ἐμαυτόν. τούτου ὑπάρξαντος ἐπεὶ εἰκών ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου ὁ ταῦτα λέγων, ὁ αὐτῷ προσβάλλων νῷ καθαρῷ ὁρᾷ τὸν πατέρα· ̔Ο ἐμὲ γάρ φησιν ἑωρακὼς ἑώρακε τὸν πατέρα. τῷ τρόπῳ τούτῳ τοῦ θεϊκοῦ προσώπου ἐπιφανέντος, οἰκτείρονται οἱ εὐεργετούμενοι καὶ εὐλογοῦνται πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ ̓Ιησοῦ. 677a Ps 66,3 ̓Επιφάναντος σοῦ τὸ πρόσωπον, γινώσκεται ἡ ὁδὸς ἡ πρὸς σὲ αγουσα τὸν πατέρα. τίς δὲ αυτη η ὁ εἰπὼν ̓Εγώ εἰμι ἡ ὁδὸς καὶ οὐδεὶς ερχεται πρὸς τὸν πατέρα εἰ μὴ δι' ἐμοῦ; συμφώνως δὲ τῷ γνωσθῆναι ἐν τῇ γῇ τὴν ὁδὸν τοῦ θεοῦ καὶ τὸ σωτήριον αὐτοῦ, οὐχ ετερον ον τῆς ὁδοῦ, γνωσθήσεται ἐν πᾶσι τοῖς εθνεσιν, πληρωθέντος τοῦ Οψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. ∆υνατὸν δὲ ὁδὸν τοῦ θεοῦ γνωριζομένην ἐν τῇ γῇ τὰς ἐντολὰς αὐτοῦ λαβεῖν, κατὰ τὸ ̔Οδὸν ἐντολῶν σου εδραμον. σωτήριον ἁρμωνίως ταύτῃ τῇ ὁδῷ γνωσθὲν πᾶσι τοῖς εθνεσιν ἡ σωτηρία ἐστὶν ην ἐλήλυθε παράσχειν. 678a Ps 66,4 Πάλαι ἑνὸς λαοῦ τοῦ τῶν ̔Εβραίων ἐξομολογουμένου τῷ λέγοντι θεῷ ̓Εγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου· διὸ λέγε πρῶτος τὰς ἁμαρτίας σου (ἐξαγορεύων αὐτὰς μετανοίας τρόπῳ), ινα δικαιωθῇς- τούτου τοῦ λαοῦ πρόσωπον φέρων ὁ αγιος τῷ θεῷ φησι Τὴν ἀνομίαν μου ἐγνώρισα καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα· ἀφ' ου δὲ ἡ ἐπιδημία τοῦ σωτῆρος, πάντες οἱ ἀπὸ τῶν πιστευόντων ἐθνῶν συμπληρούμενοι λαοὶ ἐπὶ μετάνοιαν καλοῦνται ἐπὶ τῷ ἐξομολογησαμένους θεῷ ἀφέσεως ἁμαρτιῶν τυχεῖν. πῶς δὲ οὐκ ἀκόλουθον εὐχαρίστως ἐξομολογεῖσθαι πάντας τοὺς λαούς, ἐπιφανέντος αὐτοῖς τοῦ προσώπου τοῦ θεοῦ; 679a Ps 66,5 Γνωσθείσης τῆς ὁδοῦ ἐν τῇ γῇ καὶ τοῦ σωτηρίου τοῦ θεοῦ ἐν πᾶσι τοῖς εθνεσιν, ἐλευθερωθέντα πάσης κακίας καὶ πολυθέου ἀπάτης τὰ εθνη εὐφραίνεται κατορθοῦντα ἠθικὴν ἀρετὴν καὶ ἀγαλλιᾶται λαβόντα θεοῦ γνῶσιν, μαθόντα καὶ ὡς ἐν εὐθύτητι κρινεῖ λαοὺς καὶ ὁδηγήσει εθνη ἐν τῇ γῇ ὁ κύριος. λαοὶ δὲ καὶ εθνη η ἐκ παραλλήλου οἱ αὐτοὶ η λαοὶ μὲν οἱ ἐκ περιτομῆς, εθνη δὲ οἱ ἀπὸ ἐθνῶν. 680a Ps 66,6.7 Πῶς γὰρ οὐκ εμελλε πᾶσα ἡ γῆ, τουτέστιν οἱ ἐπ' αὐτῆς ανθρωποι, αἰνέσεως πληροῦσθαι καὶ καρπὸν εὐσεβείας φέρειν, ἐν παντὶ τόπῳ προσαγομένου θυμιάματος καὶ θυσίας καθαρᾶς ἐν τοῖς εθνεσιν, μεγαλυνθέντος τοῦ ὀνόματος τοῦ κυρίου κατὰ τὸ φερόμενον ἐν ἑνὶ τῶν ΙΒ προφητῶν; 681 Ps 67,2 Προσευχή ἐστιν ἀναπεμπομένη ῥήμασι προστακτικοῖς ἐξενεχθεῖσα· ἀντὶ γὰρ τοῦ ἀνασταίη τὸ ἀναστήτω καὶ ἀντὶ τοῦ φύγοιεν φυγέτωσαν ἐγράφη. συνεχέστατα γὰρ ἐν ταῖς γραφαῖς εὑρίσκεται τοῦτο τὸ ειδος, λέγω δὴ ἀντὶ τοῦ εὐκτικῶς προστακτικῶς λεγόμενα. ∆υνατὸν δὲ εἰπεῖν ἐχθροὺς σκορπισθησομένους τοὺς περὶ τὴν γνῶσιν τῆς ἀληθείας ἀσεβοῦντας, μισοῦντας δὲ θεὸν καὶ φεύγοντας ἀπὸ προσώπου αὐτοῦ τοὺς περὶ πρακτικὴν κακίαν εχοντας. εἰ γὰρ ὁ ἀγαπῶν αὐτὸν τηρεῖ