128
γὰρ, καὶ ὄνων, καὶ βοῶν, καὶ τῶν ἄλλων τῶν τοιούτων βοσκημάτων ἂν ἐρωτήσῃ τις τὴν χρείαν, οὐδεμίαν ἄλλην ἐροῦμεν, ἀλλὰ τὴν ἐν τῷ παρόντι βίῳ διακονίαν. Περὶ δὲ ἡμῶν οὐκ ἔστι τοῦτο εἰπεῖν, ἀλλ' ἡ βελτίων κατάστασις, ἡ μετὰ τὴν ἐντεῦθέν ἐστιν ἀποδημίαν· καὶ δεῖ πάντα ποιεῖν, ἵνα ἐκεῖ λάμψωμεν, ἵνα μετὰ ἀγγέλων χορεύσωμεν, ἵνα τῷ βασιλεῖ παραστήκωμεν διαπαντὸς ἐν τοῖς αἰῶσι τοῖς ἀπεράντοις. ∆ιὰ τοῦτο γὰρ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ, καὶ τὸ σῶμα δὲ ἔσται ἀθάνατον, ἵνα τῶν ἀτελευτήτων ἀπολαύσωμεν ἀγαθῶν. Ἂν δὲ τῇ γῇ προσηλωμένος ᾖς τῶν οὐρανίων προκειμένων, ἐννόησον ὅση γίνεται ὕβρις εἰς τὸν δωρούμενον. Ἐκεῖνος μὲν γὰρ τὰ ἄνω σοι προτείνει· σὺ δὲ οὐ πολὺν αὐτῶν ποιούμενος λόγον, τὴν γῆν ἀνταλλάσσῃ. ∆ιὰ ταῦτα καὶ γέενναν ἠπείλησεν, ἅτε καταφρονούμενος, ἵνα μάθῃς ἐντεῦθεν, ὅσων σαυτὸν ἀποστερεῖς καλῶν. Ἀλλὰ 59.183 μὴ γένοιτο πεῖραν λαβεῖν τῆς κολάσεως ἐκείνης, ἀλλ' εὐαρεστήσαντας ἡμᾶς τῷ Χριστῷ, τῶν αἰωνίων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ 59.184 ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.183 ΟΜΙΛΙΑ ΛΒʹ. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ, ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος, ἁλλο μένη εἰς ζωὴν αἰώνιον. αʹ. Τοῦ Πνεύματος τὴν χάριν ἡ Γραφὴ ποτὲ μὲν πῦρ, ποτὲ δὲ ὕδωρ καλεῖ, δεικνῦσα ὅτι οὐκ οὐσίας ἐστὶ ταῦτα παραστατικὰ τὰ ὀνόματα, ἀλλ' ἐνεργείας. Οὐδὲ γὰρ ἐκ διαφόρων συνέστηκεν οὐσιῶν τὸ Πνεῦμα, ἀόρατόν τε καὶ μονοειδὲς ὄν. Τὸ μὲν οὖν ὁ Ἰωάννης δηλοῖ, οὕτω λέγων· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· τὸ δὲ ὁ Χριστὸς, Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, φησὶν, οὗ ἔμελλον λαμβάνειν. Οὕτω καὶ τῇ γυναικὶ διαλεγόμενος, ὕδωρ καλεῖ τὸ Πνεῦμα· Ὃς γὰρ ἂν πίῃ ἀπὸ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Οὕτω δὲ τὸ Πνεῦμα καλεῖ, διὰ μὲν τῆς τοῦ πυρὸς προσηγορίας, τὸ διεγηγερμένον καὶ θερμὸν τῆς χάριτος, καὶ δαπανητικὸν ἁμαρτημάτων αἰνιττόμενος· διὰ δὲ τῆς τοῦ ὕδατος, τόν τε καθαρμὸν τὸν ἐξ αὐτοῦ, καὶ τὴν πολλὴν παραψυχὴν ταῖς ὑποδεχομέναις αὐτὸ διανοίαις ἐμφῆναι. Εἰκότως. Ὥσπερ γάρ τινα παράδεισον παντοίοις δένδροις κομῶντα καρποφόροις τε καὶ ἀειθαλέσιν, οὕτω τὴν πρόθυμον κατασκευάζει ψυχὴν, οὔτε ἀθυμίας, οὔτε σατανικῆς συγχωροῦσα ἐπιβουλῆς αἰσθέσθαι, ἅτε ῥᾳδίως σβεννῦσα τοῦ Πονηροῦ πάντα τὰ πεπυρωμένα βέλη. Σὺ δέ μοι σκόπει τοῦ Χριστοῦ τὴν σοφίαν, πῶς ἠρέμα ἀνάγει τὸ γύναιον. Οὐ γὰρ ἐκ πρώτης εἶπεν· Εἰ ᾔδεις τίς ἦν ὁ λέγων σοι, ∆ός μοι πιεῖν· ἀλλ' ὅτε αὐτῇ ἀφορμὴν παρέσχεν Ἰουδαῖον αὐτὸν καλέσαι, καὶ ὑπὸ ἔγκλημα ἤγαγεν, ἀποκρουόμενος τὴν κατηγορίαν, τότε τοῦτο λέγει. Εἰπὼν δὲ, Εἰ ᾔδεις τίς ἦν ὁ λέγων σοι, ∆ός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν· καὶ ἀναγκάσας τῷ μεγάλα ἐπαγγείλασθαι μνησθῆναι τοῦ πατριάρχου, οὕτω δίδωσι διαβλέψαι τῇ γυναικί. Εἶτα ἀντεπαγαγούσης ἐκείνης, Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ; οὐκ εἶπεν, Ναὶ, μείζων εἰμί· ἔδοξε γὰρ ἂν κομπάζειν μόνον, τῆς ἀποδείξεως μηδέπω φαινομένης· δι' ὧν δὲ λέγει, τοῦτο κατασκευάζει. Καὶ γὰρ οὐχ ἁπλῶς εἶπεν, ∆ώσω σοι ὕδωρ· ἀλλὰ πρότερον ἀνελὼν τὸ τοῦ Ἰακὼβ, τότε ἐπαίρει τὸ ἑαυτοῦ, ἀπὸ τῆς τῶν διδομένων φύσεως, τὸ μέσον τῶν προσώπων, ὅσον καὶ τὸ διάφορον τῶν διδόντων, παραστῆσαι βουλόμενος, καὶ τὴν ὑπεροχὴν τὴν πρὸς τὸν πατριάρχην. Εἰ γὰρ θαυμάζεις, φησὶ, τὸν Ἰακὼβ, ὅτι τοῦτο ἔδωκε τὸ ὕδωρ, ἂν πολὺ τούτου βέλτιον δῶ σοι, τί ἐρεῖς; Προλαβοῦσα μείζονα ὡμολόγησας εἶναί με τοῦ Ἰακὼβ, τῷ ἀνθυπενεγκεῖν καὶ εἰπεῖν, Μὴ μείζων εἶ σὺ τοῦ Ἰακὼβ, ὅτι ἐπαγγέλλῃ βέλτιον ὕδωρ διδόναι; ἂν λάβῃς ἐκεῖνο τὸ ὕδωρ, πάντως ὁμολογήσεις μείζονα εἶναί με. Ὁρᾷς κρίσιν ἀδέκαστον τῆς γυναικὸς, ἀπὸ τῶν πραγμάτων ψηφιζομένης καὶ τῷ πατριάρχῃ καὶ τῷ 59.184 Χριστῷ; Ἀλλ' οὐκ Ἰουδαῖοι οὕτως· ἀλλὰ καὶ δαίμονας ὁρῶντες