129
μέσου αὐτοῦ, οτε ειπεν ̓Ιδοὺ ἀφίεται ὑμῖν ὁ οικος ὑμῶν, κατὰ τὸ παρ' ̔Ιερεμίᾳ ̓Εγκατέλειπον τὸν οικόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἐν τῷ διαβαίνειν αὐτὸν ἐν τῇ ἐρήμῳ τῇ ἀπὸ τῶν ἐθνῶν ἐκκλησίᾳ, γῆ ἐσείσθη τουτέστι τὸ γράμμα καὶ ἡ σκιὰ τοῦ νόμου, διὰ τὸ παχυλὸν ουτω κεκλημένη. γέγονε δὲ ὁ σεισμὸς ταύτης, σταξάντων τῶν οὐρανῶν τὸν θεῖον νοῦν κατὰ τὸ ζωοποιὸν πνεῦμα τῶν θείων γραφῶν. οὐρανοὶ δὲ ἐν τούτοις λελέξονται ητοι Μωσῆς καὶ οἱ προφῆται η τὰ μυστικὰ θεωρήματα· οὐρανὸς δὲ καὶ νεφέλαι ταὐτὸν εἰς τοῦτο. ωδε μὲν οἱ οὐρανοὶ εσταξαν, ἀλλαχοῦ δ' Αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. ̓Αλλὰ καὶ τῶν τῆς εἰδωλολατρείας μετατεθέντων ἐθνῶν, ἐσείσθη ἡ γῆ, κρατούσης λοιπὸν τῆς εὐαγγελικῆς διατάξεως ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ τῶν λοιπῶν διδασκάλων τὰς πνευματικὰς σταζόντων γονάς. 688a Ps 67,10.11 ̔Η ῥηθεῖσα βροχὴ τῷ αἱρετὴν ειναι καὶ ποθεινὴν σταυρὸν ἐξ ἀσθενείας ἀναδεξαμένην τὴν ζωοποιὸν τοῦ κυρίου σάρκα κατηρτίσθη, ζήσασα ἐκ δυνάμεως θεοῦ. ὁ γὰρ θεῖος λόγος ἐζωοποίησε τὸ ἑαυτοῦ σῶμα σταυρωθὲν ἐξ ἀσθενείας. Πτωχὸς δὲ ἑνικῶς ὁ πιστεύσας ἀπὸ τῶν ἐθνῶν λαὸς ειναι δύναται διὰ τὸ αθεος ειναι καὶ μηδόλως ἐλπίδα εχειν. περὶ αὐτοῦ φησιν ἡ προφητεία ̔Ησαΐου ∆ιὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε· ἠδικοῦντο δὲ οἱ καταδυναστευόμενοι ὑπὸ τοῦ Σατανᾶ. 689a Ps 67,17 Ετερος σημαίνειν εφη τοὺς κλήρους καὶ τοὺς τῶν ὑδάτων ἀγωγούς. ειρηται γὰρ ἐν Γενέσει περὶ τοῦ ̓Ισσάχαρ ὡς κληθεὶς ἀνὴρ γεωργὸς ἀνὰ μέσον τῶν κλήρων ἀνεπαύετο· ο δὴ τρεπτέον νῦν εἰς τὴν παλαιὰν καὶ καινὴν διαθήκην. αυται γὰρ αγουσι τὸν νοητὸν ταῖς ψυχαῖς ποτισμὸν ἐπὶ καρποφορίᾳ πνευματικῇ. Τούτων τῶν δύο κλήρων κοιμᾶταί τις, ἀνὰ μέσον ἑνὸς θεοῦ ειναι αὐτὰς συγκατατιθέμενος, ὡς διαστέλλειν τὸ πνεῦμα ἀπὸ τοῦ γράμματος. ουτω κοιμηθείς τις μεταξὺ τῶν κλήρων πτεροῦται, κατὰ τὸ αγιον πνεῦμα νοῶν. καὶ ἐπειδὴ τὰς πτέρυγας ταύτης τῆς περιστερᾶς ουσας νοήσεις ἐπαιρούσας τὴν ἐπτερωμένην ψυχὴν καὶ ἐκ τῶν θείων λογίων μαρτυρεῖσθαι α ειρηται ἀργύριον πεπυρωμένον ὑπάρχειν, περιηργυρωμέναι εἰσίν, τῶν μεταφρένων τῆς περιστερᾶς χλωρότητι χρυσίου συνηρμοσμένων. πολλαχοῦ τῶν θείων γραφῶν τὸ χρυσίον ἐπὶ ἀκραιφνεστάτου νοῦ λαμβάνεται. εχει δὲ χλωρότητα τὸ χρυσίον σημαίνουσαν τὴν ζωὴν αὐτοῦ· σύμβολον γὰρ ζώντων φυτῶν τὸ χρῶμα τοῦτο. Λέγοις δ' αν εἰς τὸ ̓Ανὰ μέσον τῶν κλήρων καὶ ουτως· ἐν τῷ Λευιτικῷ τῇ τοῦ ἱλασμοῦ ἡμέρᾳ δύο προσηγάγοντο τράγοι εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· ειτα κλήρου βληθέντος, ὁ εις ἐπὶ τὸ θυσιαστήριον ηγετο τυφησόμενος τῷ κυρίῳ, τοῦ ἑτέρου τῷ ἀποπομπαίῳ εἰς τὴν ερημον ἐκπεμπομένου. σύμβολα δὲ ταῦτα ἀγαθοῦ καὶ κακοῦ· ων ἐν μέσῳ γινόμενον χρὴ διακρίναντα, τὸ μὲν ἀγαθὸν ἱερουργεῖν τῷ κυρίῳ, τὸ δὲ κακὸν ἐκπέμπειν τῷ ἀρεσκομένῳ, ἐπεὶ καὶ ἀπ' αὐτοῦ τὴν ἀρχὴν ελαβεν. ουτω γάρ τις σχήσει τὰς περιηργυρωμένας πτέρυγας καὶ τὴν χλωρότητα τοῦ χρυσίου ἐν τοῖς μεταφρένοις. 690a Ps 67,14c Καὶ ἡ γνῶσις τῆς θείας γραφῆς ὡς χρυσίον ἐξαστράπτων. 691a Ps 67,15 ∆ιασταλεῖσι τοῖς βασιλεῦσιν ἀκολουθήσει τὸ Χιονωθήσονται ἐν Σελμών, τουτέστι πληρωθήσονται χιόνων. αυται δέ εἰσιν αἱ ἀρεταί, ποτίζουσαι νᾶμα τὸν νοῦν καὶ καταψύχουσαι τῶν παθῶν τὸν φλογμόν. οὐδὲ γὰρ ἐν τῷ Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι, περὶ αἰσθητῆς χιόνος ὁ λόγος. ἀσύμβλητος γὰρ αυτη πρὸς λαμπρότητα κεκαθαρμένης ψυχῆς. τοιοῦτον καὶ τὸ ̓Εὰν ωσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς κόκκινον, ὡς χιόνα λευκανῶ, καὶ τὸ ̓Εκαθαριώθησαν οἱ Ναζωραῖοι αὐτῆς ὑπὲρ χιόνα. Σαλωμὼν δὲ σκιὰ μερίδος ἑρμηνεύεται. μήποτε τοίνυν, ἐπεὶ οἱ βασιλεῖς (ουτοι οἱ ἀπόστολοι) ἰουδάϊσάν ποτε τηροῦντες τὸν κατὰ σκιὰν νόμον, μερίδος εἰσὶν σκιᾶς, εχοντες μὲν πνευματικὴν μερίδα, πεπειραμένοι δὲ καὶ τῆς σκιᾶς. ὁποῖος ὁ λέγων ̔Εβραῖος ἐξ ̔Εβραίων, κατὰ νόμον Φαρισαῖος. η ἐπειδὴ ἡ