130
μερὶς μὲν ην τῶν Χριστοῦ μαθητῶν ἐν τοῖς οὐρανοῖς κατὰ τὸ ̔Ικανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τῶν ἁγίων ἐν φωτί, ουπω δὲ εφθασαν ἐπ' αὐτήν, καν ἐν οὐρανοῖς εχωσι τὸ πολίτευμα, ἐπὶ γῆς ετι περιπατοῦντες, ἐκ μέρους γινώσκοντες καὶ ἐκ μέρους προφητεύοντες καὶ ἀρραβῶνα τοῦ πνεύματος εχοντες, ἐν σκιᾷ τῆς ἑαυτῶν μερίδος εἰσίν. διὸ καὶ μέγα τυγχάνει τὸ ἐν ταύτῃ τυγχάνοντα χιονωθῆναι βίον ἀκηλίδωτον εχοντα. 692a Ps 67,16 Κυρίως ορος θεοῦ ὁ σωτὴρ ὑπάρχει· ειρηται γὰρ περὶ αὐτοῦ Εσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ορος κυρίου· καὶ πάλιν ̓Επ' ορος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος τῇ Σιών. ἡ δὲ ἀνάβασις διὰ προκοπῆς. ὁ τοίνυν θεὸς λόγος σοφία τε καὶ ζωὴ καὶ ἁγιασμὸς ὑπάρχων πίων ἐστίν, οὐκ εξωθεν δεχόμενος πιότητα ἀλλὰ παρέχων αὐτὴν τοῖς μετέχουσιν αὐτοῦ. τοῦτο τὸ ορος πρὸς τῷ πῖον ειναι καὶ τετυρωμένον ἐστίν, τοὺς μὲν γάλα ποτίζων, τοὺς δὲ στερεᾶς τροφῆς μεταδιδούς, οὐχ ἑτέρας ουσης ταύτης παρὰ τὸ γάλα· αὐτὸ γὰρ παγὲν τελείων γέγονε τροφή. Λελέξεται δ' εἰς τὸ τετυρωμένον καὶ ουτως· τὸ πῖον ορος θεὸς ων ἐνηνθρώπησεν, ἐκ παρθένου ἀναλαβὼν σάρκα δι' ην τετυρωμένον κέκληται, δηλουμένης τῆς ἀνθρωπίνης γενέσεως τῇ λέξει ταύτῃ, ὡς ἐκ τοῦ ̓Ιὼβ φανερὸν λέγοντος πρὸς θεὸν Μνήσθητι οτι πηλόν με επλασας, καὶ ἑξῆς· πότερον οὐχ ωσπερ γάλα με ημελξας, ἐτύρωσας δέ με ισα τυρῷ; σάρκα καὶ δέρμα με ἐνέδυσας, καὶ τὰ ἑξῆς. ειτ' ἐπεὶ τετυρωμένος γεγονὼς ἀβλαβῆ φυλάττει τὴν θεότητα, καὶ μετὰ τὸ τετυρῶσθαι πίων ἐστίν, ὡς αὐτὴ ἡ λέξις παρίστησι λέγουσα Ορος τετυρωμένον, ορος πῖον. πρὸ γὰρ τοῦ τετυρῶσθαι καὶ μετὰ τοῦτο πῖόν ἐστιν. Ειτ' ἐπάγει ̔Ινατί ὑπολαμβάνετε ορη τετυρωμένα, τὸ ορος ο εὐδόκησεν ὁ θεός; 693a Ps 67,17 ̔Αρμόσει δὲ πρὸς τοὺς ἀπὸ Οὐαλεντίνου μᾶλλον ὁ λόγος. τοῦ γὰρ σωτῆρος πολλαῖς προσηγορίαις ἐν τῇ γραφῇ λεγομένου, καθ' ἑκάστην ἐνόμισαν οὐσίαν δηλοῦσθαι διάφορον, ὡς ετερον λέγειν τὸν κύριον παρὰ τὸν ̓Ιησοῦν καὶ τὴν σοφίαν ἑτέραν καὶ τὰ λοιπά. εν ουν τὸ ορος ἐν ῳ κατοικεῖ ὁ κύριος, κατὰ τὸ ̔Ως οτι ὁ θεὸς ην ἐν Χριστῷ, καὶ τὸ ̔Ο πατὴρ ὁ μένων ἐν ἐμοί. ̓Απαιτεῖ τοίνυν τὴν αἰτίαν καθ' ην ὑπέλαβον πολλὰ ορη ειναι τετυρωμένα, ἀλλὰ καὶ εν ορος τετυρωμένον ὁ σαρκωθεὶς ἐκ τῆς θεοτόκου παρθένου ἐν ῳ κατοικῶν ὁ κύριος εἰς τέλος κατασκηνοῖ, μὴ μεταβαίνων ἐξ ἑτέρου εἰς ετερον ὡς ἐπὶ τῶν ἁγίων ἀνδρῶν· ἀλλὰ καὶ διδάσκαλοι γεγόνασιν ἐξ ἀνθρώπων, Μωσῆς τε καὶ οἱ προφῆται καὶ οἱ ἀπόστολοι ἀλλὰ καὶ αγγελοι. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, εκαστος δὲ πίων ην ὡς ἐκ θεοῦ πιαινόμενος παρ' ου καὶ τετύρωτο. πολυθεΐας ουν τὸ τοιαῦτα φύσει νομίσαι πολλά. 694a Ps 67,18.19aα Τὸ αρμα τοῦ θεοῦ οὐ μονοειδὲς ἀλλὰ μυριοπλάσιόν ἐστιν, ὑπεζευγμένων αὐτῷ πατριαρχῶν Μωυσέως καὶ τῶν προφητῶν ἀποστόλων εὐαγγελιστῶν ἀγγέλων ἀρχαγγέλων ἀρχῶν θρόνων κυριοτήτων καὶ απαξ ἁπλῶς θεοληπτουμένων καὶ ἐχόντων αγιον πνεῦμα περὶ ων ἐν ᾠδῇ φησιν ̓Επίβηθι ἐπὶ τοὺς ιππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. δι' αὐτῶν γὰρ ἐξέτεινεν εἰς τὴν οἰκουμένην τὸ σωτήριον εὐαγγέλιον. ἐμφαίνεται γὰρ πλείονα τάγματα λογικῶν ὑπεζευγμένα τῷ Χριστοῦ ζυγῷ. διὰ τοῦτο γὰρ ἐπενήνεκται ὡσεὶ εν αρμα εὐθηνούντων χιλιάδες· οὐδεὶς γὰρ ἐν αὐτοῖς ακαρπος. Ωσπερ ουν αρμα καὶ οχημα εν ἀποτελοῦσιν ἐν οις ἐποχεῖται ὁ θεός, ουτως καὶ ορος εν τὸ Σινᾶ γεγενημένοι κύριον εχουσιν ἐν ἑαυτοῖς νομοθετοῦντα. ὑψηλὸν δὲ τοῦτο ἐν ῳ ὁ θεὸς καταβὰς προστάττει Μωυσῇ ἀναβῆναι. ἀδύνατον γὰρ εἰς υψος θεῖον ἀναβῆναι γενητόν, μὴ πρότερον θεοῦ συγκαταβάντος ἐν αὐτῷ. ̔Ερμηνεύεται δὲ τὸ Σινᾶ πειρασμός, οὐ συνωνυμῶν περιστάσει ἀλλὰ πείρᾳ καθ' ην πειραζόμενός τις διὰ πολυπειρίας ὑψηλὸς εσται ὡς τὸν ἀναβαίνοντα ἐπ' αὐτὸ νομοθέτην καὶ θεοῦ χρησμῷ ἱεροφάντην ἀναδειχθῆναι. 695a Ps 67,19a-ξ Αἱ προκείμεναι φωναὶ παρὰ τοῦ χοροῦ τῶν ἁγίων ειρηνται τῷ ἀναβάντι διὰ τοῦ σταυροῦ εἰς υψος κἀκεῖθεν