130
οὐ μὴ διψήσει· τῇ δὲ γυναικὶ οὐχ οὕτως, ἀλλὰ παχύτερον, Ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, οὐ μὴ διψήσει. Ἐπαγγελία γὰρ ἦν πνευματικῶν, καὶ οὐχ ὁρωμένων πραγμάτων. ∆ιὰ τοῦτο ἐπάρας αὐτῆς τὸν νοῦν ταῖς ὑποσχέσεσιν, ἔτι τοῖς αἰσθητοῖς ἐνδιατρίβει ῥήμασι, διὰ τὸ μηδέπω δύνασθαι χωρῆσαι τῶν πνευματικῶν τὴν ἀκρίβειαν. Εἰ γὰρ εἶπεν, ὅτι Ἐὰν πιστεύσῃς εἰς ἐμὲ, οὐ μὴ διψήσεις, οὐκ ἂν ἐνόησε τὸ εἰρημένον, οὐκ εἰδυῖα τίς ποτέ ἐστιν ὁ διαλεγόμενος, οὐδὲ περὶ ποίου δίψους ἔλεγεν. Τίνος οὖν ἕνεκεν οὐχὶ καὶ ἐπὶ Ἰουδαίων τοῦτο ἐποίησεν; Ὅτι ἐκεῖνοι μὲν πολλὰ σημεῖα ἑωρακότες ἦσαν· αὕτη δὲ σημεῖον μὲν εἶδεν οὐδὲν, τῶν δὲ ῥημάτων ἤκουσε πρῶτον. ∆ιὰ τοῦτο λοιπὸν διὰ προφητείας ἀποκαλύπτει τὴν δύναμιν τὴν ἑαυτοῦ, καὶ οὐκ εὐθέως ἐπάγει τὸν ἔλεγχον· ἀλλὰ τί φησιν; Ὕπαγε, φώνησόν σου τὸν ἄνδρα, καὶ ἐλθὲ ὧδε. Ἡ δέ φησιν· Οὐκ ἔχω ἄνδρα. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπες, ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ. Τοῦτο ἀληθὲς εἴρηκας. Λέγει αὐτῷ ἡ γυνὴ, Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. Βαβαὶ, πόση τῆς γυναικὸς ἡ φιλοσοφία! πῶς πράως τὸν ἔλεγχον δέχεται! Πῶς γὰρ οὐκ ἔμελλε, φησί; ∆ιατί, εἰπέ μοι· οὐχὶ καὶ Ἰουδαίους ἤλεγξε πολλάκις, καὶ τούτου μείζονα; Οὐ γάρ ἐστιν ἴσον τὰ ἐν διανοίᾳ ἀπόῤῥητα εἰς μέσον ἀγαγεῖν, καὶ πρᾶγμα γινόμενον λάθρᾳ κατάδηλον ποιεῖν. Τὸ μὲν γὰρ Θεοῦ μόνον ἐστὶ, καὶ οὐδεὶς ἕτερος οἶδεν, εἰ μὴ ὁ ἐν διανοίᾳ ἔχων· τὰ δὲ, οἱ κοινωνοῦντες ἐπίστανται ἅπαντες. Ἀλλ' ὅμως ἐλεγχθέντες οὐ φέρουσι πράως· ἀλλ' εἰπόντος, Τί με ζητεῖτε ἀποκτεῖναι; οὐ μόνον οὐ θαυμάζουσιν ὡς ἡ γυνὴ, ἀλλὰ καὶ λοιδοροῦσι καὶ ὑβρίζουσι. Καίτοι γε ἐκεῖνοι μὲν καὶ ἀπὸ ἄλλων σημείων εἶχον τὴν ἀπόδειξιν, αὕτη δὲ τοῦτο μόνον ἦν ἀκηκουῖα· ἀλλ' ὅμως οὐ μόνον οὐκ ἐθαύμασαν, ἀλλὰ καὶ ὕβρισαν λέγοντες, ∆αιμόνιον ἔχεις, τίς σε ζητεῖ ἀποκτεῖναι; Αὕτη δὲ οὐ μόνον οὐχ ὑβρίζει, ἀλλὰ καὶ θαυμάζει καὶ ἐκπλήττεται, καὶ προφήτην εἶναι ὑπονοεῖ· καίτοι μειζόνως ἂν ὁ ἔλεγχος οὗτος τῆς γυναικὸς ἥψατο, ἢ ἐκείνων ἐκεῖνος. Τοῦτο μὲν γὰρ ταύτης μόνης ἁμάρτημα ἦν, ἐκεῖνο δὲ κοινόν. Οὐχ οὕτω δὲ ἐπὶ τοῖς κοινοῖς, ὡς ἐπὶ τοῖς ἰδίοις δακνόμεθα. Κἀκεῖνοι μὲν μέγα ᾤοντό τι κατορθοῦν, ἂν τὸν Χριστὸν ἀνέλωσι· τὸ δὲ τῆς γυναικὸς ὡμολόγητο παρὰ πᾶσι πονηρὸν εἶναι· ἀλλ' ὅμως οὐκ ἐδυσχέρανεν ἡ γυνὴ, ἀλλ' ἐξεπλάγη καὶ ἐθαύμα 59.186 ζεν. Καὶ ἐπὶ τοῦ Ναθαναὴλ δὲ τὸ αὐτὸ τοῦτο ἐποίησεν ὁ Χριστός. Οὐ γὰρ προηγουμένως τὴν προφητείαν εἰσήγαγεν, οὐδὲ εἶπεν, Εἶδόν σε ὑπὸ τὴν συκῆν· ἀλλ' ὅτε ἐκεῖνος εἶπε, Πόθεν με γινώσκεις, τότε τοῦτο ἐπήγαγεν. Ἐβούλετο γὰρ καὶ τῶν προῤῥήσεων καὶ τῶν θαυμάτων τὰς ἀρχὰς παρ' αὐτῶν λαμβάνειν τῶν προσιόντων αὐτῷ, ὥστε καὶ οἰκειοῦσθαι τοῖς γινομένοις μᾶλλον αὐτοὺς, καὶ τὴν τοῦ κενοδοξεῖν διαφυγεῖν ὑπόνοιαν. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ. Τὸ μὲν γὰρ προηγουμένως ἐλέγξαι, ὅτι Ἄνδρα οὐκ ἔχεις, ἐδόκει φορτικὸν εἶναι καὶ περιττόν· τὸ δὲ παρ' αὐτῆς λαβόντα τὴν αἰτίαν, πάντα ταῦτα διορθοῦν, καὶ σφόδρα ἀκόλουθον ἦν, καὶ τὴν ἀκούουσαν πραοτέραν εἰργάζετο. Καὶ ποία ἀκολουθία, φησὶ, τὸ εἰπεῖν, Ὕπαγε, φώνησον τὸν ἄνδρα σου; Περὶ δωρεᾶς ἦν ὁ λόγος καὶ χάριτος ὑπερβαινούσης τὴν ἀνθρωπίνην φύσιν. Ἐπέκειτο ἡ γυνὴ ζητοῦσα λαβεῖν, καὶ λέγει· Φώνησόν σου τὸν ἄνδρα· ὡσανεὶ ἐνδεικνύμενος ὅτι κἀκεῖνον δεῖ κοινωνῆσαι τούτων. Ἡ δὲ σπεύδουσα λαβεῖν, καὶ κρύπτουσα τὸ αἰσχρὸν τοῦ πράγματος, καὶ οἰομένη πρὸς ἄνθρωπον διαλέγεσθαι, φησὶν, Οὐκ ἔχω ἄνδρα. Ταῦτα ἀκούσας ὁ Χριστὸς, εὐκαίρως λοιπὸν ἐπάγει τὸν ἔλεγχον, ἀμφότερα μετὰ ἀκριβείας λέγων. Τούς τε γὰρ προτέρους ἠρίθμησεν ἅπαντας, καὶ τὸν νῦν κρυπτόμενον ἤλεγξε. Τί οὖν ἡ γυνή; Οὐκ ἐδυσχέρανεν, οὐδὲ ἀφεῖσα ἔφυγεν, οὐδὲ ὕβριν τὸ πρᾶγμα ἐνόμισεν εἶναι· ἀλλὰ θαυμάζει μᾶλλον αὐτὸν καὶ προσκαρτερεῖ πλέον· Θεωρῶ γὰρ, φησὶν, ὅτι προφήτης εἶ σύ. Καὶ σκόπει αὐτῆς τὴν σύνεσιν· Οὐδὲ ἐνταῦθα εὐθέως ἐπέδραμεν, ἀλλ' ἔτι περισκοπεῖται καὶ θαυμάζει. Τὸ γὰρ, Θεωρῶ, τοῦτό ἐστι, Φαίνῃ μοι προφήτης εἶναι. Εἶτα ἐπειδὴ τοῦτο ὑπώπτευσεν, οὐδὲν βιωτικὸν αὐτὸν ἐρωτᾷ, οὐ