131
αἰχμαλωτεύσαντι τοὺς καταδυναστευομένους ὑπὸ τοῦ Σατανᾶ καὶ ἐλευθεροῦντι αὐτοὺς ἀπὸ τῆς ὠμότητος αὐτοῦ τῆς τυραννικῆς, λυτρὸν δεδωκότι τὴν ψυχὴν αὐτοῦ ἀντὶ πολλῶν. τούτῳ τῷ τρόπῳ ἐλυτρώσατο πάντας. ἐπεὶ γὰρ μὴ πάντες ἑκουσίως καὶ αὐθαιρέτως ερχονται πρὸς αὐτόν, καὶ τοὺς ἀπειθοῦντας ετι λαμβάνει ἐπὶ τῷ κατασκηνῶσαι παρ' αὐτῷ. πολλοὶ γὰρ ἀπειθοῦντες τῇ κλήσει τοῦ εὐαγγελίου, ἑλκυσθέντες ὑπὸ νόσου καὶ αλλου περιστάσεως. εστι δ' οτε καὶ δι' ὁραμάτων ηλθον εἰς τὸ κατασκηνῶσαι παρὰ τῷ ̓Ιησοῦ. 696a Ps 67,19δ.20 Τοσούτων εὐεργεσιῶν γενομένων ὑπὸ τοῦ κυρίου, πῶς οὐκ εμελλον τὸν τῶν τηλικούτων εὐλογεῖν καὶ τοσούτων ἀγαθῶν αιτιον, καὶ εὐλογεῖν μήποτε μὲν ου, ποτὲ δὲ ου; ἀλλὰ κατὰ πᾶσαν ἡμέραν τῇ εὐλογίᾳ καταμίξαντες εὐχήν, αἰτοῦνται κατευοδωθήσεσθαι ὑπὸ τοῦ θεοῦ τοῦ τὰς σωτηρίας ὀρέγοντος. εὐλόγητος δέ ἐστιν οὐ τῷ δέχεσθαι εὐλογίας ἀλλὰ τῷ διδόναι ταύτας. ὡς γὰρ ἀγαθός ἐστιν, οὐ γινόμενος ἀλλὰ ποιῶν ἀγαθούς, καὶ αγιος ἁγιάζων, οὐχ ἁγιαζόμενος· ουτω καὶ εὐλόγητός ἐστι, πηγὴ πάσης εὐλογίας ων. 697a Ps 67,21.22 Εἰ μὲν περὶ τοῦ κοινοῦ θανάτου λέγεται τὰ προκείμενα, μυρίαι εἰσὶν ὁδοὶ γνώριμοι πᾶσιν εἰς τὸν κοινὸν αγουσαι θάνατον· εἰ δὲ περὶ τοῦ κατὰ θεὸν ζῆν καὶ τοῦ ἐναντιουμένου τούτῳ θανάτου καὶ ἐνταῦθα σημαίνεται, θεὸς ἡμῶν ων ὁ σωτὴρ θεὸς τοῦ σῴζειν ἐστίν. γίνεται γὰρ αιτιος σωτηρίας αἰωνίου. λέγει γοῦν περὶ ἑαυτοῦ Σῴζων οὐκ εστι πάρεξ ἐμοῦ. Ωσπερ ουν τοῦ σῴζειν ἐστὶν ὁ θεός, ουτω καὶ αἱ διέξοδοι τοῦ θανάτου τυγχάνουσιν αὐτοῦ κυρίου οντος, παρέχοντος ἀεὶ διεξόδους δι' ων τις ἐξέρχεται διὰ μετανοίας τοῦ ἑπομένου τῇ ἁμαρτίᾳ θανάτου. Καὶ ὁ διάβολος γὰρ ουτως ὠνόμασται ἐν τῷ Κατέπιεν ὁ θάνατος ἰσχύσας. παρέχει δὲ τὰς διεξόδους τοῦ θανάτου τῷ ὑψωθέντι ἐκ τῶν πυλῶν τοῦ θανάτου. κεφαλαὶ δὲ ἐχθρῶν η οἱ αρχοντες η τὰ ἡγεμονικά, ὡς ἐν τῷ ̓Απὸ κεφαλῆς ἀρχόντων ἐθνῶν· τὸ δὲ ἡγεμονικὸν ἐν τῷ Τὰς ὁδοὺς αὐτῶν εδωκα εἰς κεφαλὰς αὐτῶν, καὶ τῷ Αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου. ἀμφότερα δὲ ισως δηλοῖ τὸ Εβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, εὐεργετοῦντος θεοῦ οπως μὴ ζῶσιν ετι πονηρῶς περιγραφείσης τῆς καθ' ἁμαρτίαν ζωῆς. ἐχθροὶ δὲ ουτοι οντες ἐκ τοῦ πλημμελεῖν διαπορεύονται ἐν πλημμελείαις αὐτῶν. 698a Ps 67,25 Σημειωτέον δὲ οτι καὶ ἡ θεία γραφὴ ἐπὶ τῆς Μωσέως τὸ τῆς θεωρίας ονομα τάττει. οὐ γὰρ οψει αἱ πορεῖαι τοῦ θεοῦ καταλαμβάνονται ἀλλ' εὐσεβεῖ καὶ ὀρθῇ νοήσει. 699a Ps 67,26 Ψάλλοντας τοὺς τὸν πρακτικὸν κατορθοῦντας βίον λεκτέον, καὶ νεανίδας τυμπανιστρίας ἑπομένως ἐκληπτέον τὰς νεκρωσάσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς καὶ τὴν νέκρωσιν τοῦ ̓Ιησοῦ ἐν τῷ σώματι ἑαυτῶν περιφερούσας ψυχάς. τούτους τοὺς ψάλλοντας προέφθασαν οἱ κατὰ διδασκαλίαν αρχοντες τῷ καὶ αὐτοὺς ἀπὸ πρακτικῆς ἀρετῆς ηρχθαι. ἀλλὰ καὶ ἐν μέσῳ νεανίδων εἰσὶν τῶν διὰ τὸ ἀρχὴν εχειν τοῦ τυμπανίζειν, τουτέστι νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς νεανίδων εἰρημένων. αρχοντες προφθάνοντες τοὺς ψάλλοντάς εἰσιν οἱ ἀπόστολοι. 700a Ps 67,27 Πηγαὶ τοῦ ̓Ισραὴλ αἱ νομικαὶ καὶ προφητικαὶ γραφαί. ἐκ τούτων γὰρ τῶν πηγῶν ὁ κύριος εὐλογεῖται πρὸς τῶν δυναμένων ἀντλεῖν ἐξ αὐτῶν σωτηρίου πηγῶν οὐσῶν μετ' εὐφροσύνης υδωρ. τοῦτο δ' ἐστὶ περὶ ου ὁ ̓Ιησοῦς ειπεν Ος δ' αν πίῃ ἐκ τοῦ υδατος ου ἐγὼ δώσω αὐτῷ, εξει ἐν ἑαυτῷ πηγὴν υδατος ἀλλομένου εἰς ζωὴν αἰώνιον. ̓Ελεγκτέον δὲ διὰ τούτου τοὺς διακόπτοντας τὴν παλαιὰν γραφὴν ἀπὸ τῆς καινῆς, ὡς οὐ δύνανται ἐν ἐκκλησίαις εὐλογεῖν τὸν θεόν, οὐκ εχοντες τὰς τοῦ ̓Ισραὴλ πηγὰς οὐδὲ τὸν κύριον αὐτῶν ατε καὶ τὴν θεότητα αὐτὴν διαιρεῖν τολμῶντες. 701a Ps 67,29.30 Εντειλαι τῇ δυνάμει σου ἐπὶ πάντων, δημιουργέ, ιν' ἐπιδημήσασα λύσῃ τὴν ἀσθένειαν τῶν ἀνθρώπων. λύσει δὲ αὐτὴν πρὸς ἡμᾶς ἐλθοῦσα ἀπὸ τοῦ ναοῦ σου, ἐνδυναμωθέντος τοῦ ἡμῶν ενεκα κατεργασθέντος. τοῦτο δ' ἐστὶ τὸ τεχθῆναι τὸν ̓Εμμανουὴλ τῷ γενέσθαι σάρκα τὸν λόγον σου. ταύτῃ τῇ δυνάμει θεῷ λόγῳ ουσῃ