132
ειπεν ὁ θεός, ινα γενηθῇ τὰ πάντα, καὶ ἐνετείλατο, ινα κτισθῶσι διάφορα. Λυθείσης τῆς ἀσθενείας παρουσίᾳ τῆς θεοῦ δυνάμεως, οἱ βασιλεῖς κομίζουσι δῶρα τῷ θεῷ ἐπὶ τὴν πνευματικὴν ̔Ιερουσαλὴμ ητοι τὴν ἐκκλησίαν. καὶ εἰ μὲν ἐκεῖνοι οἱ βασιλεῖς ους διέστειλεν ὁ ἐπουράνιος ἐν τῇ κληρονομίᾳ ἑαυτοῦ ειεν οἱ τὰ δῶρα φέροντες ἐπὶ τὴν ̔Ιερουσαλήμ, οἱ ὠφεληθέντες ὑπ' αὐτῶν εἰσιν οἱ προαγόμενοι. ουτως προσήνεγκεν ὁ ἀπόστολος Πέτρος δῶρον τὸν ἀδελφὸν αὐτοῦ ̓Ανδρέα καὶ Φίλιππος τὸν Ναθαναὴλ καὶ ἑτέρους πλείονας οἱ αλλοι ἀπόστολοι, αλλοι δὲ προσήνεγκαν δῶρα νοήματα σπουδαῖα καὶ λόγους καὶ εργα ἐπαινετά. 12/4 ...Ναθαναὴλ καὶ πάντες τοὺς ἑαυτῶν μαθητάς· ηγουν οἱ πιστοὶ κατὰ τὸ Καὶ οφελόν γε ἐβασιλεύσατε, ινα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν, ων τὰ δῶρα νοήματα καὶ λόγοι καὶ εργα ἐπαινετά. 702a Ps 67,31a Νοήσεις θηρία καλάμου τοὺς τὴν ψευδώνυμον πρεσβεύοντας γνῶσιν. δύναται περὶ τούτων εἰρῆσθαι ἡ προφητεία ἡ ουτως εχουσα Οὐαὶ τοῖς γράφουσιν πονηρίαν· γράφοντες γὰρ πονηρίαν γράφουσι. 703 Ps 67,32 ∆ιὰ μὲν τῆς Αἰγυπτίας τὴν σύμπασαν γῆν ης ἐξῆρχεν ὁ νοητὸς Φαραώ, διὰ δὲ τῆς Αἰθιοπίας τὸ σκοτεινὸν καὶ δυσειδὲς τῶν ψυχῶν τῶν ἐν ἁμαρτίαις ἐδήλωσεν· ὡς καὶ ἐν ἑνί φησι τῶν ψαλμῶν Καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς τῶν Αἰθιοπῶν· ουτοι ἐγενήθησαν ἐκεῖ (δῆλον ὡς ἐν τῇ πνευματικῇ Σιών). καὶ Σοφονίας δὲ λέγει Τότε μεταστρέψει ἐπὶ λαοὺς γλῶσσαν τοῦ ἐπαγγελεῖσθαι πάντας τὸ ονομα κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ενα· ἐκ περάτων ποταμῶν Αἰθιοπίας οισουσι θυσίας μοι. συνᾴδει τῷ ... πληροῦσθαι τὴν Αἰθιοπίαν ἐκ * τῶν βασιλειῶν * κ̣α̣ὶ̣ ἐν * λεγομένῳ. αὐτὴ ἡ ἀπ' ἐγγὺς καὶ ἡ Αἰθιοπία πνευματικὴ γενομένη γνησίαν μετάνοιαν συνεισενεγκαμένη φησὶ περὶ ἑαυτῆς Μέλαινά εἰμι καὶ καλή· μέλαινα μὲν διὰ τὴν εἰδωλολατρείαν καὶ πρακτικὴν κακίαν, καλὴ δὲ διὰ τὴν *** ἀναχώρησιν ἐξ ἐκείνων δι' α μέλαινα ἐχρημάτισα. τί δὲ ὑπάρξει ἐξομολογησαμένῃ αὐτῇ καὶ προσφθασάσῃ τῷ θεῷ τὴν χεῖρα η τὸ καθαρισθῆναι ἐπὶ τῷ πᾶσαν καρδίαν ἀποβαλεῖν καὶ ἐν φωτὶ γενέσθαι; δηλοῖ τοῦτο τὸ τῶν ᾀσμάτων Αισμα ἐν τῷ ὁρᾶσθαι αὐτὴν σὺν τῷ *** 5-13 οτι γε μὴν Αἰθιοπία πάντα τὰ εθνη δηλοῖ, παρίστησιν ἡ διὰ μετανοίας λέγουσα νύμφη Μέλαινά εἰμι καὶ καλή· μέλαινα μὲν καὶ δυσειδὴς διὰ τὴν εἰδωλολατρείαν καὶ τὴν κακίαν τὴν πρακτικήν, καλὴ δὲ διὰ τὴν ἐξ αὐτῶν ἀναχώρησιν. ὑπῆρξε δὲ αὐτῇ φωτεινῇ γενέσθαι προφθασάσῃ χεῖρα θεῷ, ὡς τοὺς ὁρῶντας αὐτὴν σὺν τῷ εὐεργετήσαντι λέγειν Τίς αυτη ἡ ἀναβαίνουσα λελευκασμένη; 704a Ps 67,34 Φωνὴ αὐτοῦ ἡ θεία γραφή. ταύτῃ δώσει φωνὴν δυνάμεως πνευματικὴν λαβεῖν. εἰ δὲ καὶ ἐν τούτοις φωνὴν αὐτοῦ τὸν ̓Ιωάννην δεῖ λαβεῖν εἰπόντα ̓Εγὼ φωνὴ βοοῦντος ἐν τῇ ἐρήμῳ, λεκτέον ὡς ἐπιβὰς τῷ οὐρανῷ τοῦ οὐρανοῦ ὁ σωτήρ, πληρώσας τὰς προφητείας τὰς προαναφωνησάσας τὴν ἐνανθρώπησιν θάνατόν τε καὶ ἀνάστασιν καὶ ἀνάληψιν αὐτοῦ, φωνὴν αὐταῖς δέδωκε. τὰ γὰρ περὶ μελλόντων λέγοντα ἀσθενεῖν δοκεῖ διὰ τὸ αδηλον τῆς ἐκβάσεως, τότε φωνὴν δυνάμεως λαμβάνοντα οταν πληρωθῇ. Ευ δὲ καὶ τὸ φάναι τὸν θεὸν ἐπιβεβηκέναι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ· οστις μόνος ἀνάκειται τῷ κυρίῳ κατὰ τὸ ̔Ο οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, καὶ ̓Ιδοὺ κυρίου τοῦ θεοῦ σου ὁ οὐρανὸς καὶ οὐρανὸς τοῦ οὐρανοῦ, εἰς ον οὐδεὶς πέφυκε τῶν νοητῶν ἀναβαίνειν. οὐ γὰρ κτίσμα τι η τόπος εἰς ον ἀνέβη θεὸς οὐρανόν, ἀλλὰ πρέπουσα θεῷ περιωπὴ η κατάστασις αφραστος, διὰ κυρίας λέξεως οὐ δηλουμένη. 705a Ps 67,35ab Εὐχάριστοι γινόμενοι εργῳ καὶ λόγῳ, δοξάσατε αὐτὸν υμνοις καὶ θεολογίαις, ινα τὴν μεγαλοπρέπειαν αὐτοῦ χωρῆσαι δυνηθεῖτε ἀληθινὸς ̓Ισραὴλ γεγενημένοι διὰ καθαρότητα καρδίας θεὸν ὁρῶντες. ἡ γὰρ ὑπερφυὴς θεοῦ γνῶσις ἐν μεγάλοις τὸ πρέπον εχουσα σύνεστι μόνῳ τῷ ἁγιασμὸν καὶ εἰρήνην εχοντι.