1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

133

706a Ps 68 αργ ̓Επεὶ ἀπ' ἀρχῆς μέχρι τέλους πρόσωπον τὸ αὐτὸ λέγον φυλάττει, ἀκόλουθον ολον αὐτῷ εἱρμῷ διανοίας τῆς αὐτῆς ἐκλαβεῖν. ἐπεὶ τοίνυν τὸν ἐπιδημήσαντα κύριον σημαίνει ὁ ψαλμὸς ἀλλοιώσαντα βίῳ καὶ διδασκαλίᾳ τοὺς ἀνθρώπους ὡς ἐξ ἀπίστων καὶ ἁμαρτωλῶν πιστοὺς καὶ δικαίους γενέσθαι, ἁρμοδιώτατα ̔Υπὲρ τῶν ἀλλοιωθησομένων ἡ ἐπιγραφὴ κεῖται. ἀλλὰ καὶ οἱ πιστεύσαντες ἐκ περιτομῆς ἠλλοιώθησαν κατὰ τὸ πνεῦμα ζῶντες τοῦ νόμου. Εἰ δὲ καὶ εμπαλιν τῆς μεταβολῆς γινομένης ἐκ τῆς κρείττονος ἐπὶ τὴν χείρονα ποιότητα, φημὶ καὶ ουτως· οὐδὲν ηττον ὑπὲρ τῶν ἀλλοιωθησομένων εσται τῶν μὴ πιστευσάντων αὐτῷ ̓Ιουδαίων. εἰ δὲ καὶ τοὺς κατὰ ἀνάστασιν τὴν ἐκ νεκρῶν ἠλλοιωμένους κατὰ τὸ Καὶ ἡμεῖς ἀλλαγησόμεθα, συνεπίσκεψαι. εἰ γὰρ ἐκ προσώπου Χριστοῦ ἐστιν ὁ ψαλμός, σημαίνεται δὲ ἐν αὐτῷ καὶ τὸ πάθος αὐτοῦ ῳ επεται ἀποθανόντος αὐτοῦ καὶ ἀναστάντος καὶ πάντας ἐγείρεσθαι, οὐκ ἀπᾴδει ἐκλαβεῖν καὶ ὑπὲρ τῶν ουτως ἀλλοιωθησομένων τὴν ἐπιγραφὴν ειναι. 707 Ps 68,2.3 ̓Ιστέον οτι τὰ πλεῖστα ἐν τῷ ψαλμῷ ἐκ προσώπου ἡμετέρου ὑπὸ ̓Ιησοῦ λέγεται τὰς ἀσθενείας ἡμῶν φέροντος καὶ ὑπὲρ ἡμῶν ὀδυνωμένου. ουτος γοῦν ἐξομολογεῖται περὶ ἁμαρτημάτων ων οὐδ' ολως τι πεποίηκεν. εἰ τοίνυν μὴ ὑπὲρ ἰδίων ἐξομολογεῖται, δηλονότι ὑπὲρ ἡμῶν τοῦτο ποιεῖ. καὶ γὰρ οἱ περὶ ἁμαρτωλῶν φυγὴν ὑποστάντων, δι' α επραξεν, βασιλέως δεόμενοι, εἰς ιδιον πρόσωπον τὰ ἁμαρτήματα τῶν ὑπὲρ ων δέονται ἀναφέροντες εὐεργεσίαν καὶ συγχώρησιν τῶν κακῶς πραχθέντων αὐτοῖς αἰτοῦνται. εθος γοῦν εχουσιν οἱ αγιοι ἐν ταῖς ἐξομολογήσεσι ταῖς περὶ αλλων λέγειν ̔Ημαρτήκαμεν ἠνομήσαμεν ἠσεβήσαμεν. Εἰ δὴ τοῦτο δορύφοροι βασιλέως καὶ φίλοι θεοῦ ὑπὲρ αλλων παρακαλοῦσιν ὡς ιδιον πρόσωπον χάριν αἰτούμενοι, παράδοξον οὐδὲν δι' ὑπερβάλλουσαν κηδεμονίαν ὑπὲρ ἡμῶν ἐξομολογεῖσθαι χάριν καὶ συγχώρησιν ἀπαιτοῦντα ὑπὲρ αλλων τὸν οντα πρὸς πατέρα παρακλητὸν ὑπὲρ ἁμαρτημάτων τοῦ ολου κόσμου. Περὶ γοῦν τῶν ἡμετέρων ἁμαρτημάτων ἐξηγεῖται ων οὐδ' ολως τι πεποίηκεν. ἀνοίκειον γὰρ αἰτεῖσθαί τι τὸν σωτῆρα οντα χορηγὸν πάντων τῶν ἀγαθῶν. αιρει γοῦν τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ αφεσιν ἁμαρτιῶν ὀρέγει τοῖς προσερχομένοις. ἐπεὶ τοίνυν οὐ δι' ἁμαρτίας ὁ κύριος εἰς τὸν χῶρον ἐκεῖνον εφθασεν ἀλλὰ διὰ θάνατον ον ὑπὲρ ἡμῶν ἀνεδέξατο, φησὶ Καταιγίς με εἰς τὰ βάθη τῆς θαλάσσης κατεπόντισεν. Καταιγίδα δὲ τοὺς πειρασμοὺς δηλοῖ καθάπερ τὸ Καταιγὶς δι' ἐρήμου διέλθοι, καὶ τὸ Προσεδεχόμην τὸν θεὸν τὸν σῴζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. ** νομίσῃς τὸ προκείμενον τῷ Οὐδεὶς αιρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ, αὐθαιρέτως ἀναδεξαμένου τὸν θάνατον. ἐπειδὴ οὐ νόσῳ οὐδ' ἁπαξαπλῶς τῷ εἰθισμένῳ τέλει ἰδίῳ λέγεται τὴν ψυχὴν δεδωκέναι ἀλλ' ὑπομείνας σταυρόν, ταύτῃ λέγεται ὑπὸ καταιγίδος καταποντίζεσθαι, εἰ καὶ μὴ ἀκουσίως ὑπέμεινε τοῦτο ὑπήκοος τῷ πατρὶ μέχρι θανάτου γενόμενος. 708a Ps 68,4.5 Τοῦτο δὲ παραστατικόν ἐστι τῆς τῶν ̓Ιουδαίων κωφώσεως. εἰ γοῦν καὶ πρὸς μὴ δεῖν ἐκκακεῖν προσευχόμενον ἀλλὰ βοᾶν ἡμέρας τε καὶ νυκτὸς πρὸς τὸν θεὸν ειπε κεκοπιακέναι ἐν τῷ κράζειν συμφώνως τῷ Μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων, συνεπίσκεψαι. καὶ ὁ πᾶσαν δὲ τὴν προσδοκίαν τείνας εἰς τὸν θεὸν ἐρεῖ τὸ ̓Εξέλιπον οἱ ὀφθαλμοί μου, δῆλον ὡς οἱ τῆς καρδίας. Μάτην δὲ διώκεται καὶ μισεῖται ὁ τῶν ταῦτα ποιούντων εὐεργετικός, ὡς ὁ σωτὴρ πᾶν ειδος ἀσθενείας ἐν ̓Ιουδαίοις ἰώμενος καὶ νεκροὺς ἐγείρων δι' α περίβλεπτος ἡ τούτων ἐγίνετο πόλις. Τὸ ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς τοῦ μισουμένου πεπληθῦνθαι τοὺς μισοῦντας αὐτὸν ὑπερβολικῶς ειρηται. φυλάττεται γὰρ καὶ τῆς ὑπερβολῆς τρόπος συνεχῶς καὶ ἐν ταῖς γραφαῖς Α οὐχ ηρπασα, τότε ἀπετίννυον. εἰ καὶ ἀπέδωκεν α μὴ ηρπασεν, ἀλλ' ουν ἡμᾶς ἐλυτρώσατο τουτέστιν ἀποτιννύναι ἐξαλείφων τὸ καθ' ἡμῶν χειρόγραφον ο ἠναγκάσμεθα ἀποτιννύναι ἐπιφερόμενον καθ' ἡμῶν.