133
Τόπου μὲν ἕνεκεν, οὐδὲν δεῖ λοιπὸν φιλονεικεῖν. Ἰουδαῖοι μέντοι τῷ τρόπῳ τὸ πλέον τῶν Σαμαρειτῶν ἔσχον· Ὑμεῖς μὲν γὰρ, φησὶ, προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς δὲ προσκυνοῦμεν ὃ οἴδαμεν. Πῶς οὖν οὐκ ᾔδεσαν οἱ Σαμαρεῖται ὃ προσεκύνουν; Ὅτι τοπικὸν καὶ μερικὸν Θεὸν ἐνόμιζον εἶναι· οὕτω γοῦν αὐτὸν καὶ ἐθεράπευον· οὕτω καὶ Πέρσαις πέμψαντες ἀπήγγειλαν, ὅτι Ὁ τοῦ τόπου τούτου Θεὸς ἡμῖν ἀγανακτεῖ, οὐδὲν πλέον περὶ αὐτοῦ κατὰ τοῦτο τῶν εἰδώλων φανταζόμενοι. ∆ιόπερ ἔμενον καὶ δαίμονας καὶ αὐτὸν θεραπεύοντες, καὶ τὰ ἄμικτα μιγνύντες. Ἰουδαῖοι δὲ ταύτης ἦσαν ἀπηλλαγμένοι τῆς ὑπονοίας, καὶ τῆς οἰκουμένης αὐτὸν ᾔδεσαν εἶναι Θεὸν, εἰ καὶ μὴ πάντες. ∆ιὰ τοῦτό φησιν, Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς δὲ προσκυνοῦμεν ὃ οἴδαμεν. Μὴ θαυμάσῃς δὲ ὅτι μετὰ Ἰουδαίων ἑαυτὸν ἀριθμεῖ· πρὸς γὰρ τὴν ὑπόνοιαν τῆς γυναικὸς διαλέγεται, ὡς προφήτης ὢν Ἰουδαίων. ∆ιὸ καὶ τὸ, Προσκυνοῦμεν, τέθεικεν. Ὅτι γὰρ τῶν προσκυνουμένων ἐστὶ, παντί που δῆλον. Τὸ μὲν γὰρ προσκυνεῖν, τῆς κτίσεως, τὸ δὲ προσκυνεῖσθαι, τοῦ τῆς κτίσεως ∆εσπότου. Ἀλλὰ τέως ὡς Ἰουδαῖος διαλέγεται. Τὸ οὖν, Ἡμεῖς, ἐνταῦθα, Ἡμεῖς οἱ Ἰουδαῖοι,φησίν. Ἐπάρας τοίνυν τὰ Ἰουδαϊκὰ, πάλιν ἀξιόπιστον ἑαυτὸν ποιεῖ, καὶ πείθει μᾶλλον τοῖς ὑπ' αὐτοῦ λεγομένοις προσέχειν, ἀνύποπτον ποιῶν τὸν λόγον, καὶ δεικνὺς ὅτι οὐ τῇ πρὸς τὸ ὁμόφυλον συγγενείᾳ τὰ ἐκείνων ἐπαίρει. Ὁ γὰρ περὶ τοῦ τόπου ταῦτα ἀποφηνάμενος, ἐφ' ᾧ μάλιστα ηὔχουν Ἰουδαῖοι καὶ πλεονεκτεῖν πάντων ἐνόμιζον, καὶ τὰ σεμνὰ τούτων καθελὼν, εὔδηλον ὅτι οὐδὲ κατὰ ταῦτα πρὸς χάριν τινὸς ἔλεγεν, ἀλλὰ μετὰ ἀληθείας καὶ προῤῥητικῇ δυνάμει. Ἐπεὶ οὖν τῶν τοιούτων λογισμῶν τέως ἀπέστησεν εἰπὼν, Πίστευσόν μοι, γύναι, καὶ τὰ ἑξῆς, ἐπάγει, Ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἢ ὅτι τὰ ἀγαθὰ τῇ οἰκουμένῃ ἐκεῖθεν γέγονε (τὸ γὰρ εἰδέναι Θεὸν καὶ τὸ καταγινώσκειν εἰδώλων, ἐκεῖθεν τὴν ἀρχὴν ἔσχεν· καὶ τὰ ἄλλα πάντα δόγματα, καὶ παρ' ὑμῖν δὲ αὐτὸ τὸ τῆς προσκυνήσεως, εἰ καὶ μὴ ὀρθῶς, ἀπὸ γοῦν τῶν Ἰουδαίων τὴν ἀρχὴν ἔλαβε)· σωτηρίαν οὖν ἢ ταῦτα ἢ τὴν ἑαυτοῦ παρουσίαν καλεῖ· μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτοι ἀμφότερα ταῦτα σωτηρίαν καλῶν, ἣν εἶπεν ἐκ τῶν Ἰουδαίων εἶναι. Ὅπερ καὶ ὁ Παῦλος αἰνιττόμενος ἔλεγεν· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός. Ὁρᾷς πῶς συγκροτεῖ τὴν Παλαιὰν, καὶ ῥίζαν δείκνυσι τῶν ἀγαθῶν, καὶ διὰ πάντων οὐκ ἐναντίον ὄντα τῷ νόμῳ, εἴγε ἐκ τῶν Ἰουδαίων τὴν ὑπόθεσιν εἶναι πάντων τῶν ἀγαθῶν φησιν; Ἀλλ' ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρί. Πλεονεκτοῦμεν μὲν ὑμῶν, ὦ γύναι, φησὶ, τῷ τρόπῳ τῆς προσκυνήσεως· πλὴν ἀλλὰ καὶ οὗτος τέλος ἕξει λοιπόν. Οὐ γὰρ τὰ τῶν τόπων ἀμειφθήσεται μόνον, ἀλλὰ καὶ τὰ τοῦ τρόπου τῆς λατρείας, καὶ ταῦτα ἐπὶ θύραις ἕστηκεν· Ἔρχεται γὰρ ὥρα, καὶ νῦν ἐστιν. βʹ. Ἐπειδὴ γὰρ οἱ προφῆται πρὸ μακρῶν ἔλεγον χρόνων ἅπερ ἔλεγον, τοῦτο ἀναιρῶν ἐνταῦθα εἶπε, Καὶ νῦν ἐστι. Μὴ νομίσῃς, φησὶ, ταύτην τοιαύτην εἶναι τὴν προφητείαν, ὡς μετὰ πολὺν γενήσεσθαι χρόνον. Τὰ γὰρ πράγματα ἐφέστηκεν ἤδη, καὶ ἐπὶ θύραις ἐστὶν, Ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. Εἰπὼν 59.190 ἀληθινοὺς, συνεξέβαλε Σαμαρείταις Ἰουδαίους. Εἰ 59.190 γὰρ καὶ ἐκείνων ἀμείνους οὗτοι, ἀλλὰ τῶν μελλόντων ἐλάττους πολλῷ, καὶ τοσοῦτον, ὅσον ἀληθείας τύπος. Λέγει δὲ περὶ τῆς Ἐκκλησίας, ὅτι ἡ ἀληθὴς προσκύνησις καὶ Θεῷ πρέπουσα αὕτη ἐστίν. Καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Οὐκοῦν εἰ τοιούτους πάλαι ἐζήτει, οὐ βουλόμενος ἐκείνοις συνεχώρησε τὸν τρόπον, ἀλλὰ συγκαταβαίνων, καὶ διὰ τοῦτο, ἵνα καὶ τούτους εἰσαγάγῃ. Τίνες οὖν εἰσιν οἱ ἀληθινοὶ προσκυνηταί; Οἱ μήτε τόπῳ περικλείοντες τὴν λατρείαν, καὶ Θεὸν ἐν πνεύματι θεραπεύοντες· καθὼς καὶ ὁ Παῦλός φησιν· Ὧ λατρεύω ἐν τῷ πνεύματί μου, ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ· καὶ πάλιν, Παρακαλῶ ὑμᾶς παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ὅταν δὲ εἴπῃ,