134
ἐξήλειπται δὲ τοῦτο καὶ ηρται ἐκ τοῦ μέσου, ἀφέσεως ἁμαρτημάτων δοθείσης. 709a Ps 68,6 Οὐδείς γε μὴν ἁμαρτωλὸς εχει γινωσκομένην ἀπὸ θεοῦ ἀφροσύνην η πλημμελείας ἐπίπροσθεν αὐτοῦ μενούσας, οὐ διαμενόντων παρανόμων ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. Τί ταράττεταί τις ἀκούων ἀφροσύνην; οὐ γὰρ μακρὰν αυτη ἡ λέξις τὴν αγνοιαν εχειν αὐτὸν ὁμολογεῖν ἐν τῷ πρός τινας λέγειν Οὐδέποτε εγνων ὑμᾶς· καὶ φάσκει ὡς οὐκ εγνω τι περὶ τῆς ἡμέρας καὶ ωρας τῆς κρίσεως. ὡς ουν ταῦτα εὐσεβῶς ἐκλαμβάνεται, καὶ τὰ περὶ ἀφροσύνης αὐτοῦ σαφηνείας τεύξεται εὐσεβῶς νοούμενα. καὶ γὰρ διδάσκαλος τελείαν εχων ἐπιστήμην διὰ συγκαταβάσεως τοῖς εἰσαγομένοις ταῦτα φαίνεται γινώσκων ων εἰσιν ἐκεῖνοι χωρητικοί, τρόπον τινὰ συνομοιούμενος αὐτοῖς· τὴν τοιαύτην συγκατάβασιν ἀπεδέξατο πᾶς αγνοιάν πως καὶ ἀφροσύνην ὑπάρχουσαν. ἐπειδὴ γὰρ πλούσιος ων ἐν σοφίᾳ ἐπτώχευσε δι' ἡμᾶς ὡς ὑποληφθῆναί τισι μὴ ειναι σοφία, εσχεν ἀφροσύνην δι' ης πλούσιοι γενησόμεθα ̓Εν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. καταλλήλως τῇ ουτω ληφθείσῃ ἀφροσύνῃ καὶ τὰς πλημμελείας τὰς ἀπὸ θεοῦ μὴ κρυπτομένας ἐκδέξασθαι προσήκει. Τί δὲ καὶ εχουσιν εἰπεῖν οἱ περὶ τὰς λέξεις ταύτας δεισιδαιμονοῦντες, λεγομένων περὶ θεοῦ τοιούτων ἐν οις μᾶλλον ἀπέμφασίς ἐστι; πῶς γὰρ οὐ χεῖρον ἀφροσύνης καὶ πλημμελειῶν λήθη μεταμέλεια θυμὸς ὀργή, απερ πάντα καὶ ετι τούτων πλεῖστα περὶ θεοῦ λέγεται; η ουν καὶ ταύτας τὰς λέξεις φασκέτωσαν μὴ περὶ θεοῦ εἰρῆσθαι, η καὶ ταῖς προκειμέναις συγκαταθέσθωσαν. 710a Ps 68,10b Ταύτην ὑπὸ τοῦ σωτῆρος εἰρημένην ἐξείληφεν ὁ ἐν Χριστῷ λαλῶν ἀπόστολος, γράφων ωδε· Εκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθόν· καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ηρεσεν, καθάπερ γέγραπται Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. 711a Ps 68,11.12a ̓Ενστήσεταί τις φάσκων τοσοῦτον· ὁ ̓Ιησοῦς ἀπείχετο νηστείας, ὡς φάγου καὶ οἰνοπότου ἀπενέγκασθαι δόξαν παρὰ τοῖς κακοηθεστέροις. λεχθείη γοῦν πρὸς αὐτὸν οὐ πάντως τὸν ̓Ιησοῦν καὶ τοὺς μαθητὰς ἀεὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν ειναι, εἰ καὶ ἐποίουν αὐτὸ εἰς ἑστίας καλούμενοι τοῦ ὠφελῆσαι χάριν καὶ σημεῖα ποιῆσαι. πρὸς τὰς ἑστίας ουν ἀφορῶντες φάγον καὶ οἰνοπότην ἐκάλουν. καὶ γὰρ καὶ τεσσαράκοντα ἡμέρας ἐνήστευσεν. ̓Επεὶ ουν ἡ νηστεία κωλυτική ἐστι τῆς ἐξ ἀλόγων παθῶν ἐπάρσεως τῆς ψυχῆς, Συνεκάλυψα, εφη, ἐν νηστείᾳ τὴν ψυχήν μου. Σύνηθες δὲ τοῖς φαῦλοις ὀνειδίζειν τοῖς ἀγαθοῖς δι' ας εχουσι καλοκἀγαθίας· Βδέλυγμα γὰρ ἁμαρτωλῷ θεοσέβεια. ̓Επείπερ ὁ σωτὴρ περὶ ἡμῶν ἐξομολογεῖται καὶ κακοῦται, αἰνίττεται δὲ διὰ τοῦ σάκκου τὴν σκληρὰν καὶ κακωτικὴν δίαιταν. οὐ γὰρ αἰσθητῶς που ἐλέχθη σάκκον ἐνδεδύσθαι τὸν ̓Ιησοῦν. τινὲς δέ φασι δηλοῦσθαι ἐκ τοῦ ἐνδύματος τούτου τὸ σῶμα οπερ ἀνέλαβεν ὁ Χριστός. 712a Ps 68,14 ∆ιὸ ἐπάκουσόν μου ἐν πλήθει ἐλέου τοῦ σοῦ, τὴν ἐν ἀληθεῖ σωτηρίαν παρέχων τοῖς ὑπὲρ ων ἀξιῶ. ὑπάρξει δὲ τοῦτο οταν αὐτὸν ἀποθανόντα σώσῃς δι' ἀναστάσεως. ουτω γὰρ ζωὴ καὶ σωτηρία ὑπὲρ αὐτῶν εσται ην ἀναδέχομαι. σωτηρία ἐν ἀληθείᾳ ἡ κατὰ θεόν ἐστιν, οὐκ ἐν ἀληθείᾳ ἀλλ' ἐν τύπῳ καὶ εἰκόνι ουσης τῆς ὑπὸ ἰατρῶν καὶ στρατηγῶν γινομένης τοῖς κάμνουσιν. εἰ καί ποτε τοίνυν ἐπιδεικνύς με αὐτοῖς ειρηκας, πάτερ, Ουτός ἐστιν ὁ υἱός μου ἀγαπητὸς ἐν ῳ εὐδόκησα, σταυρούμενον ὑπὲρ αὐτῶν ἀνάστησον. ουτω γὰρ ὁ καιρός, τουτέστι τὸ τέλος τῆς εὐδοκίας τῆς θελήσεως τῆς σῆς τῆς ὑπὲρ σωτηρίας. ∆ιὸ καὶ ἐπάκουσόν μου, ινα ἐμοῦ ζωοποιουμένου σὺν ἐμοὶ ζωοποιηθῶσιν οἱ δι' ἁμαρτίας νεκροί. Τοῦτο μυσταγωγῶν ὁ ἀπόστολος ειπεν ̔Ο θεὸς πλούσιος ων ἐν ἐλέει διὰ τὴν πολλὴν αὐτοῦ ἀγάπην ην ἠγάπησεν ἡμᾶς νεκροὺς οντας διὰ παραπτώματα καὶ ἁμαρτίας τῷ Χριστῷ συνεζωοποίησεν. 713a Ps 68,15 Καὶ ταύτην ὑπὲρ ἡμῶν προσάγει τὴν δέησιν, ινα μὴ ἐμπαγῶμεν τῷ σώματι διὰ παθῶν πηλῷ ὀνομαζομένῳ. εἰ δὲ καὶ αυται αἱ ἁμαρτίαι ας ἀνέλαβεν εἰς τὸ ἑαυτοῦ σῶμα, ινα