135
ἀνέλῃ αὐτὰς ἀναβὰς ἐπὶ τὸν σταυρόν, ὁ πηλός ἐστιν, συνεπίσκεψαι. Τὰ υδατα μὲν πειρασμοί εἰσιν ους ὑπὲρ ἡμῶν ἀνεδέξατο, ιν' ἡ μόνη αὐτοῦ σωτηρία ἡμῖν ὑπαρχθῇ· ̓Εν ῳ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. βάθος δὲ τῶν ἑρμηνευθέντων ὑδάτων ἐστίν, εἰς ο γίνονται οἱ μὴ γενναίως τὰ πειρατήρια φέροντες, ἀφ' ου θεοῦ μόνου ῥύεσθαι αὐτοὺς μὴ δυναμένους εἰπεῖν ̓Εκ βαθέων ἐκέκραξά σε, κύριε† καὶ τὰ ἑξῆς δὲ ὑπαρχθῆναι αὐτῷ ἡμῶν ενεκα αἰτεῖ. οὐδὲν γὰρ αὐτὸν θαμβεῖ η φοβεῖ τῶν αλλους βλαπτόντων. καν τοίνυν παρ' αὐτῷ τῷ θανάτῳ φθάσας αρξηται θαμβεῖσθαι καὶ ἀδημονεῖν, προηγουμένως μὲν ἡμῶν ενεκα, οὐχ ηκιστα δὲ ινα καὶ ανθρωπος ἀληθῶς γεγονὼς δειχθῇ, ἀναδέχεται τὰ πάθη ταῦτα. 714a Ps 68,15b Μισοῦντας καὶ τοὺς δαίμονας ὑποληπτέον, καὶ τοὺς αὐτὸν μισοῦντας ἀνθρώπους, οιοι ησαν οἱ λέγοντες Αρον αρον, σταύρωσον αὐτόν. 715a Ps 68,16 Μὴ ὡς φρέαρ αἱ συμφοραὶ σχῶσιν, ωστε μοι παντελῶς ἀδιεξοδεύτους ταύτας γενέσθαι. τροπικῶς γὰρ ταῦτα τίθησιν, ἐπιμένων τῇ ἐξ ἀρχῆς ὑποθέσει. κἀκεῖ γὰρ Οτι εἰσῆλθεν υδατα, ελεγεν, εως ψυχῆς μου, πῶς δὲ εἰπὼν Καὶ καταιγὶς κατεπόντισέ με· νῦν λέγει Μὴ οτι. ἐπεὶ εστι βυθισθέντα πάλιν ἀνανήξασθαι, ευχεται ων ἐπειράθη, μὴ πεῖραν πάλιν λαβεῖν δευτέραν. 716a Ps 68,17-19 ̓Επεὶ ἐκ πολλῆς ἀγαθότητος χρηστὸν εσται τὸ ελεός σου ο παρακαλῶ γενέσθαι ἐπὶ τοὺς ὑπὲρ ων ἀξιῶ (λύσεις γὰρ αὐτῶν τὰς ἁμαρτίας), εἰσάκουσόν μου· ὡσεὶ ἐπιβλέψεις ἐπ' ἐμὲ πρεσβευόμενον ὑπὲρ πάντων, οὐ καθ' ενα η δεύτερον ἀλλὰ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου σωθήσονται καὶ πολλὴν ὠφέλειαν σχήσουσιν. ταῦτα γὰρ οἰκονομῆσαί με βουλόμενος ἀπέστειλας· οὐ γὰρ ἐπὶ τῷ κρῖναι ἀλλὰ σῶσαι τὸν κόσμον ἐπέμφθην ὑπὸ τῶν σῶν οἰκτιρμῶν τῶν εἰς τοὺς εὐεργετουμένους καὶ τῷ χρηστῷ ἐλέῳ σου. ̔Η δὲ προσθήκη ἡ τῷ χρηστῷ παρίστησιν, ὡς μὴ πάντα ελεον ειναι τοιοῦτον· λέγει γὰρ ὁ θεὸς περὶ τῶν κόλπων τοῖς δικάζουσιν Οὐ φείσεται ὀφθαλμός σου ἐπ' αὐτῷ, οὐδὲ μὴ ἐλεήσεις αὐτόν. οὐ πιθανὸν δὲ ἐκ προσώπου τοῦ μονογενοῦς ταῦτα λέγεσθαι γυμνοῦ οντος τῆς ἐνανθρωπήσεως, καν ποτε ἡ παῖς προσηγορία σημαίνει τόν τινος υἱόν· ἀλλὰ ταῦτα δηλονότι κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν καὶ ὁμοιωθεὶς ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας καὶ τὰ ἡμέτερα οἰκειωσάμενος πάθη (τὰ φυσικά φημι καὶ ἀδιάβλητα) ελεγεν. Πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήν. ἐστὶ δὲ τὸ λυτρωθῆναι αὐτὴν τὸ μὴ γενομένην ἐν νεκροῖς κατασχεθῆναι ἐν τῷ ᾳδῃ ἀλλὰ καὶ λυτρώσασθαι τοὺς ἐκεῖ. ταῦτα περὶ ἀλόγου ψυχῆς οὐδεὶς νοῦν εχων ειποι, ζωὴν καὶ ὑπόστασιν καθ' ἑαυτὴν οὐκ ἐχούσης. πῶς δὲ καὶ λυτρωθείη αὐτή, εἰπάτωσαν οἱ ουτω φρονοῦντες· ἀνθρωπίνης γὰρ ψυχῆς τὸ λυτροῦσθαι, τουτέστι λογικῆς. ∆υνατὸν καὶ πιθανῶς εἰπεῖν ψυχὴν ειναι τοῦ πρεσβευομένου πᾶσαν τὴν οἰκειωθεῖσαν αὐτῷ, ινα, ωσπερ τις ανθρωπος θεοῦ λέγεται οιον Μωυσῆς καὶ ̓Ηλίας, ουτω καὶ ψυχὴ αὐτοῦ ῥηθείη ἡ κολληθεῖσα αὐτῷ καὶ εν πνεῦμα πρὸς αὐτὸν γεγενημένη. πᾶσαν γὰρ ταύτην λυτροῦται διδοὺς ὑπὲρ αὐτῆς ην ἀνείληφεν· ὡς γὰρ ὑπὲρ τῶν σωμάτων τῶν ἀνθρωπίνων δέδοται τὸ ̓Ιησοῦ σῶμα, ουτως ἡ ψυχὴ αὐτοῦ ὑπὲρ τῶν ψυχῶν αὐτῶν, ιν' ολος ανθρωπος ὑπὲρ πάντων δοθῇ πρὸς τοῦ αὐτὸν ἀνειληφότος. Ενεκα τοίνυν τῶν ἐχθρῶν μου τῶν ἐναλλομένων τῇ ἀπωλείᾳ τῶν ἀνθρώπων ῥῦσαί με ἐγείρας ἐκ νεκρῶν, ιν' αὐτοὶ καὶ ὁ τὸ κράτος εχων τοῦ θανάτου διάβολος καταλυθῶσιν, ἀναστῶσι δὲ οἱ ανθρωποι σωτηρίαν κοιμιούμενοι· ευχομαι δὲ ἀπὸ ἐχθρῶν θλιβόντων με οὐκ ἀγνοουμένων· εἰσὶ γὰρ ἐνώπιόν σου. ἐμὴ δὲ θλῖψις τὸ καταπονεῖσθαι τοὺς ἀνθρώπους ὑπὲρ ων ἀπέστειλάς με, ινα λυτρώσωμαι τοῦ καταδυναστεύοντος αὐτοὺς διαβόλου. Ταῦτα δὲ λέγει πρὸς τὸν πατέρα, ινα οἱ ανθρωποι παιδευθῶμεν, ην εχει φροντίδα ὑπὲρ ἡμῶν ὁ θεὸς οὐ φεισάμενος τοῦ υἱοῦ, ιν' ἡμῶν φείσηται. 717a Ps 68,21.22 Περίλυπος ἡ ψυχή μου γέγονεν εως θανάτου, προσδοκώσης τῆς καρδίας μου ὀνειδισμὸν καὶ