1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

136

ταλαιπωρίαν. (ὁ σταυρὸς δέ ἐστιν ὁ δηλούμενος διὰ τοῦ ὀνειδισμοῦ καὶ τῆς ταλαιπωρίας.) ταύτης τῆς προσδοκίας ουσης ἐν τῇ καρδίᾳ μου, ὑπέμεινα συλλυπούμενον εὑρεῖν ἐκ τῶν ̓Ιουδαίων τῶν ἀπιστούντων, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα καὶ οὐχ ευρον. πῶς γὰρ συνελυποῦντο καὶ παρεκάλουν φάσκοντες Πιλάτῳ τῷ ἡγεμόνι Σταύρωσον σταύρωσον αὐτόν· ἐφ' ἡμᾶς τὸ αιμα αὐτοῦ καὶ ἐπὶ τὰ τέκνα ἡμῶν; πῶς δὲ παρεκάλουν η συνελυποῦντο οἱ δεδωκότες αὐτῷ οξος μετὰ χολῆς μεμιγμένον; Πρὸς ἀλληγορίαν τοῦ ̓Ιησοῦ προσδοκῶντος ὀνειδισμὸν καὶ ταλαιπωρίαν, ιν' ὑπὲρ τοῦ κόσμου παθὼν αρῃ τὴν ἁμαρτίαν αὐτοῦ· οὐδεὶς τῶν κατὰ σάρκα ̓Ισραηλιτῶν συναποθανεῖν ἠθέλησεν αὐτῷ, ινα συλλυπηθῇ περίλυπον αὐτῷ εχοντι τὴν ψυχὴν εως θανάτου, οὐδὲ παρεκάλεσεν αὐτὸν συγκαταθέμενος ταῖς περὶ τοῦ θανάτου αὐτοῦ προφητείαις· οθεν πρὸς τῷ ταῦτα μὴ ποιεῖν εἰς μείζονα ἀσέβειαν διαβάντες χολὴν αὐτὸν διέθρεψαν καὶ ἐπότισαν οξος. πῶς γὰρ οὐ χολὴ καὶ οξος ὁ καρπὸς αὐτῶν ἐγεγόνει μὴ τηρησάντων τὴν ἐξ ἀρχῆς φυτείαν; τοῦ γὰρ θεοῦ αμπελον καρποφόρον πᾶσαν ἀληθινὴν τὴν ̓Ιουδαικὴν πληθὺν φυτεύσαντος, αυτη ὁρμῇ ἰδίᾳ στραφεῖσα εἰς πικρίαν γέγονεν αμπελος ἀλλοτρία. ειρηται γοῦν περὶ αὐτῶν ἐχθρῶν καὶ ἀνοήτων γεγενημένων ̓Εκ γὰρ ἀμπέλου Σοδόμων ἡ αμπελος αὐτῶν καὶ κληματὶς αὐτῶν ἐκ Γομόρρας, σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῆς· θυμὸς δρακόντων ὁ οινος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος. ταύτην τὴν τῆς σταφυλῆς χολὴν καὶ τῆς πικρίας τὸν βότρυν προσήγαγον αὐτῷ πότον, καίτοι διψῶντι αὐτῷ τὴν αὐτῶν σωτηρίαν. οινου γὰρ παράβασις τὸ οξος. Πλὴν εἰ καὶ μὴ εὑρεθῇ ἐν τοῖς προδόταις ̓Ιουδαίοις συλλυπούμενος καὶ παρακαλῶν, ἀλλ' ἐν τῇ κλήσει τῶν ἐθνῶν εὑρίσκεται. φασὶ γοῦν οἱ ουτω γνώμην εχοντες Εἰ συναπεθάνομεν, καὶ συζήσομεν, καὶ Εἰ σύμφυτοι τοῦ θανάτου αὐτοῦ γεγόναμεν, ἀλλὰ καὶ τῆς ἀναστάσεως αὐτοῦ ἐσόμεθα. 718a Ps 68,26 Τὸ Γενηθήτω ἡ επαυλις αὐτῶν ερημος καὶ τὸν ἑξῆς στίχον περὶ ̓Ιούδα πεπροφητεῦσθαι Πέτρος ὁ πρόκριτος τῶν ἀποστόλων ἐξείληφεν. καὶ ἐπεὶ πληθυντικῶς ἐξενήνεκται, περὶ πάντων τῶν ̓Ιησοῦ προδοτῶν ἐκληπτέον αὐτό, ἐρημωθείσης τῆς πόλεως αὐτῶν καὶ ἐπαύλεως γεγενημένης διὰ τὸν κτηνώδη αὐτῶν τρόπον. ἐν ἐπαύλεσι γὰρ τὰ θρέμματα τὴν κοίτην εχει· καὶ αλλως δὲ μὴ εχουσα τὸν θεὸν ἐν ἑαυτῇ ἀλλ' ουτε ἀγγέλους τοὺς πάλαι αὐτὴν ἐφορῶντας. 719a Ps 68,27 Τὰς ἁμαρτίας ἡμῶν ἀναλαμβάνων εἰς τὸ ἑαυτοῦ σῶμα ὁ ̓Ιησοῦς, δι' ας μὲν ημεν τραυματίαι πληγέντες ὑπὸ λῃστῶν ἐν τῷ καταβαίνειν ἀπὸ ̔Ιερουσαλὴμ εἰς ̔Ιεριχώ, ἰδιοποιησάμενος ὑπὲρ τοῦ ἰάσασθαι τραύματα ἑαυτοῦ ειπεν· ἀλγήδονα δὲ εχει ταῦτα, εἰς οσον ἐπιμένομεν τῷ ἁμαρτάνειν. εἰ δὲ πρὸς τούτῳ καὶ διωγμὸν κατ' αὐτοῦ κινοῖμεν, προσθήκην ἀλγήματος ποιοῦμεν τῷ μηκέτι ὑπὲρ ἁμαρτωλῶν ἁπλῶς ἀλλὰ καὶ διωκόντων αὐτὸν ἀλγεῖν ὑπὲρ ἡμῶν. 720a Ps 68,28 Ταῖς αὐτῶν ἐπιθυμίαις καὶ αις ειλαντο εχειν πάθεσιν παραδιδόμενοι, ἑαυτοῖς εἰσιν αιτιοι τοῦ ὑπομένειν ταῦτα, τοῦ θεοῦ αἰτίαν οὐκ εχοντος, εἰ οις ἐπόθησαν παραδέδονται· ̓Εξαπέστειλε γοῦν αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, προσθήκης γενομένης ἀνομίας ἐπὶ τὴν ἀνομίαν αὐτῶν. ἐπεὶ τοίνυν οὐχ ειλαντο τὴν ἀλήθειαν ἐλθοῦσαν ἀλλ' ἐν τῇ σκιᾷ τοῦ νόμου παρανόμως διαβιῶναι ἠθέλησαν, ἐξώσθησαν καὶ τοῦ τόπου τῆς τυπικῆς λατρείας, ινα προσθῶσι τῇ προτέρᾳ ἀνομίᾳ καὶ αλλην τῷ εξωθεν τῆς ̓Ιουδαίας βούλεσθαι ταύτην φυλάττειν. διὸ οὐκ εἰσέρχονται ἐν δικαιοσύνῃ τῇ διὰ πίστεως ̓Ιησοῦ Χριστοῦ, περὶ ης γράφεται Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρομένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. πῶς γὰρ οιόν τε ην ἀεὶ περὶ τὰ εξω καὶ τὴν σκιὰν εχοντας εἰσελθεῖν ἐν δικαιοσύνῃ, ην ἠγνόησαν θεοῦ ουσαν, ινα στήσωσι τὴν ἰδίαν; ̓Αγνοοῦντες γάρ φησι τοῦ θεοῦ τὴν δικαιοσύνην καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ