136
καταλιπεῖν πάλιν ἡμᾶς. Τί δὲ ὅλως καὶ ὁ πλοῦτός ἐστιν; Σκιὰ ἀδρανὴς, καπνὸς διαλυόμενος, ἄνθος χόρτου, μᾶλλον δὲ καὶ ἄνθους εὐτελέστερος. Τί οὖν ἐπὶ χόρτῳ μέγα φρονεῖς; Οὐχὶ καὶ λῃσταῖς παραγίνεται πλοῦτος, καὶ μαλακοῖς, καὶ πόρναις, καὶ τυμβωρύχοις; Τοῦτο οὖν σε ἐπαίρει, ὅτι τοιούτους ἔχεις κοινωνοὺς τοῦ κτήματος; Ἀλλὰ τιμῆς ἐρᾷς; Ἀλλ' οὐδὲν εἰς τιμῆς λόγον ἐλεημοσύνης ἐπιτηδειότερον. Ἐκεῖναι μὲν γὰρ κατηναγκασμέναι εἰσὶν καὶ μετὰ μίσους, αἱ τιμαὶ αἱ τοῦ πλούτου καὶ τῆς δυναστείας, αὗται δὲ ἐκ προαιρέσεως καὶ ἀπὸ συνειδότος τῶν τιμώντων. ∆ιόπερ οὐδὲ ἐκβάλλειν αὐτὰς δύνανταί ποτε οἱ τιμῶντες. Εἰ δὲ ἄνθρωποι τοσαύτην τῆς ἐλεημοσύνης ἀπονέμουσι τὴν αἰδὼ, καὶ πάντα αὐτοῖς συνεύχονται τὰ ἀγαθὰ, ἐννόησον πηλίκην παρὰ τοῦ φιλανθρώπου Θεοῦ λήψονται τὴν ἀντίδοσιν, οἵαν τὴν ἀμοιβήν. Τοῦτον τοίνυν ζητῶμεν τὸν πλοῦτον, τὸν ἀεὶ μένοντα, καὶ μηδέποτε δραπετεύοντα· ἵνα καὶ ἐνταῦθα μεγάλοι καὶ ἐκεῖ γενόμενοι λαμπροὶ, τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.193 ΟΜΙΛΙΑ Λ∆ʹ. Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ, καὶ ἀπ ῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· «∆εῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ
μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός;» αʹ. Πολλῆς ἡμῖν θερμότητος δεῖ καὶ σπουδῆς διεγηγερμένης· ταύτης γὰρ ἄνευ οὐκ ἔνεστι τυχεῖν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν. Καὶ τοῦτο δεικνὺς ὁ Χριστός φησι, νῦν μέν· Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὑτοῦ καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος· νῦν δὲ, Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον εἰ ἤδη ἀνήφθη; δι' ἀμφοτέρων τούτων τὸν διακαῆ καὶ πεπυρωμένον μαθητὴν καὶ πρὸς πάντα κίνδυνον παρεσκευασμένον ἡμῖν παραστῆσαι βουλόμενος. Τοιαύτη τις ἦν καὶ αὕτη ἡ γυνή. Οὕτω γὰρ ὑπὸ τῶν εἰρημένων ἀνήφθη, ὡς καὶ τὴν ὑδρίαν ἀφεῖναι, καὶ τὴν χρείαν δι' ἣν παρεγένετο, καὶ δραμοῦσαν εἰς τὴν πόλιν, πάντα τὸν δῆμον ἑλκύσαι πρὸς τὸν Ἰησοῦν. ∆εῦτε γὰρ, φησὶ, καὶ ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα. Σκόπει σπουδὴν καὶ σύνεσιν· Ἦλθεν ὑδρεύσασθαι· καὶ ἐπειδὴ τῆς ἀληθινῆς πηγῆς ἐπέτυχε, κατεφρόνησε λοιπὸν τῆς αἰσθητῆς, διδάσκουσα ἡμᾶς, εἰ καὶ διὰ μικροῦ παραδείγματος, ἀλλ' ὅμως ἐν τῇ τῶν πνευματικῶν ἀκροάσει πάντων ὑπερορᾷν τῶν βιωτικῶν, καὶ μηδένα λόγον αὐτῶν ποιεῖσθαι. Κατὰ γὰρ τὴν ἰδίαν δύναμιν, ὅπερ οἱ ἀπόστολοι ἐποίησαν, καὶ αὕτη πεποίηκε μειζόνως. Ἐκεῖνοι μὲν γὰρ οἱ κληθέντες ἀφῆκαν τὰ δίκτυα· αὕτη δὲ αὐτομάτως, οὐδενὸς παραγγείλαντος, ἀφίησι τὴν ὑδρίαν καὶ εὐαγγελιστῶν ἔργον ποιεῖ ὑπὸ τῆς χαρᾶς ἀναπτερωθεῖσα. Καὶ οὐχ ἕνα καλεῖ καὶ δεύτερον, καθάπερ Ἀνδρέας καὶ Φίλιππος, ἀλλὰ πόλιν ὁλόκληρον ἀναστήσασα καὶ δῆμον τοσοῦτον, οὕτω πρὸς αὐτὸν ἤγαγε. Καὶ σκόπει πῶς συνετῶς λέγει. Οὐ γὰρ εἶπε, ∆εῦτε, ἴδετε τὸν Χριστὸν, ἀλλὰ καὶ αὐτὴ μετὰ συγκαταβάσεως, μεθ' ἧς καὶ ὁ Χριστὸς αὐτὴν ἐσαγήνευσεν, ἐπισπᾶται τοὺς ἄνδρας. ∆εῦτε γὰρ, ἴδετε ἄνθρωπον, φησὶν, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα. Καὶ οὐκ ᾐσχύνθη εἰπεῖν, ὅτι Εἶπέ μοι πάντα ὅσα ἐποίησα. Καίτοι γε ἐνῆν εἰπεῖν ἑτέρως· ∆εῦτε, ἴδετε προφητεύοντα· ἀλλ' ὅταν πυρωθῇ ψυχὴ τῷ πυρὶ τῷ θείῳ, πρὸς οὐδὲν τῶν ἐν τῇ γῇ λοιπὸν ὁρᾷ, οὐ πρὸς δόξαν, οὐ πρὸς αἰσχύνην, ἀλλ' ἑνός ἐστι μόνου, τῆς κατεχούσης αὐτὴν φλογός. Μήτι οὗτός ἐστιν ὁ Χριστός; Ὅρα πάλιν σοφίαν πολλὴν γυναικός. Οὔτε ἀπεφήνατο σαφῶς, οὔτε ἐσίγησεν. Ἐβούλετο γὰρ οὐκ ἐκ τῆς οἰκείας ἀποφάσεως εἰσάγειν αὐτοὺς, ἀλλ' ἐκ τῆς ἀκροάσεως τῆς ἐκείνου τῆς ψήφου ταύτης ποιῆσαι κοινωνούς· ὃ μᾶλλον εὐπαράδεκτον ἐποίει τὸν λόγον. Καίτοι οὐ πάντα αὐτῆς τὸν βίον ἐξήγγειλεν, ἀλλὰ