137
οὐχ ὑπετάγησαν· ταὐτὸν τὸ ὑποταγῆναι δικαιοσύνῃ καὶ τὸ εἰσελθεῖν ἐν αὐτῇ. 721a Ps 68,29 Οτι γὰρ οἱ ἀρετὴν καὶ πίστιν καὶ γνῶσιν θεοῦ εχοντες ζῶσιν, ἀκουστέον τοῦ Αυτη ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου, ἀγαπᾶν σε κύριον τὸν θεόν σου ἐξ ολης καρδίας καὶ ἐξ ολης ψυχῆς σου· ἀλλὰ καὶ ἐκ τοῦ ̔Ο πιστεύων εἰς ἐμὲ εχει ζωὴν αἰώνιον. βίβλος ἐν ῃ οἱ ουτως ζῶντες γράφονται ἡ θεοῦ γνῶσίς ἐστιν γινώσκοντος τοὺς οντας αὐτοῦ, ῳ επεται ἐξαλείφεσθαι τοὺς μὴ ὑποπίπτοντας τῷ μνημονεύεσθαι ὑπὸ θεοῦ. 722a Ps 68,30-33a Πλούσιος καὶ ἐκτὸς τραυμάτων ὑπάρχων πτωχὸς γέγονα, ινα οἱ πτωχοὶ πλουτήσωσιν τῇ ἐμῇ πτωχείᾳ, καὶ ηλγησα τραυματισθεὶς ὑπὲρ τραυματιῶν γενομένων ὑπὸ τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ. καν ουτω μου οντος ἀναισθητῶσί τινες τῶν ὑπὲρ ων γέγονα πτωχὸς καὶ ἀλγῶν, ὡς προστιθέναι αλγος ἐπὶ τὰ τραύματά μου καὶ οιεσθαί με κατὰ φύσιν πτωχὸν ειναι, ἀλλ' ουν ἡ σωτηρία ἐκ προσώπου τοῦ θεοῦ ἀντελάβετό μου. ̓Αναστὰς γὰρ ἐκ νεκρῶν καὶ ἀναληφθεὶς ἀπέβαλεν τὰ τραύματα καὶ τὴν πτωχείαν ην ειχεν ὑπὲρ ἀνθρώπων. Καταλυθέντων δὲ τῶν ἐχθρῶν καὶ μάλιστα τοῦ διαβόλου, ἀκόλουθον ην ᾠδὴν ἐπινίκιον ἀνακρουθῆναι ὑπ' αὐτοῦ νικήσαντος τῷ ὀνόματι περὶ ου ειπεν ̓Εγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ ετι ὑπερβάντα τῇ νοήσει αὐτὸν τὸν ου τὸ ονομα μεγαλύναι ἐν αἰνέσει μεγάλα λέγοντα ἐν τῷ αἰνεῖν καὶ δοξολογεῖν αὐτὸν ἀλλὰ καὶ θεωροῦντα ὑψηλῶς τὰ περὶ αὐτοῦ· οὐ γὰρ οιόν τε ἑτέρως η ουτως μεγαλύνεσθαι τὸν θεὸν τῷ πᾶν αἰσθητὸν μέγεθος μακρὰν αὐτοῦ τυγχάνειν ἀσωμάτου οντος. Καὶ ἐπεὶ τὸ αἰνεῖν τὸν θεόν ἐστι θυσία κατὰ τὸ Θυσία αἰνέσεως δοξάσει σε, αἰνέσας τὸ ονομα τοῦ θεοῦ μετ' ᾠδῆς καὶ μεγαλύνας αὐτὸν ἐν αἰνέσει θαρρεῖ ὡς ̓Αρέσει τῷ θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς, προσαγόμενον εἰς θυσίαν. διὸ καὶ τοῖς ουτω θύουσιν ἀρεσκόμενός φησιν Ελεος θέλω η θυσίαν, ἐπίγνωσιν θεοῦ η ὁλοκαυτώματα. Ταῦτα ἰδέτωσαν οἱ πτωχοὶ τῷ πνεύματι α κατώρθωσεν ̓Ιησοῦς κατὰ πάσης πονηρὰς φάλαγγος· εψεται γὰρ τῷ ἰδεῖν αὐτοὺς τὴν τοσαύτην ἀνδραγαθίαν τὸ εὐφρανθῆναι αἰωνίως κατὰ τὸ Εὐφροσύνη αἰώνιος καταλήψεται αὐτούς. 723a Ps 68,34a Ουτος γάρ ἐστιν ὁ λύων τοὺς πεπεδημένους καὶ ἐξάγων ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οικου φυλακῆς. 724a Ps 68,37 Οι τε πάλαι λεγόμενοι προφῆται καὶ θεοφιλεῖς ανδρες καὶ οἱ μετὰ ταῦτα ὑπηρέται καὶ διάκονοι τοῦ εὐαγγελίου.
725 Ps 69 αργ Εἰκότως εἰς ἀνάμνησιν περὶ σωτηρίας ὁ ψαλμὸς ᾳδεται,
πάντων τῶν μετανοούντων ἀναμιμνῃσκομένων καὶ ἀναγνωριζόντων τὸ ἀγαθὸν καὶ τὴν ἀλήθειαν καὶ ἐρχομένων ἐπ' αὐτά· Μνησθήσονται γάρ φησιν καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς. καὶ ἐπεὶ τέλος τῆς ἀναμνήσεως ἀναπολῆσαί ἐστιν ἐκεῖνα α πρότερον ἐπιλέλῃστο ὡς ἀκριβῆ καὶ τελείαν γνῶσιν εχειν, ἀκολούθως Εἰς τὸ τέλος εἰς ἀνάμνησιν εἰς τὸ σῶσαί με κύριον ειπεν, σῳζομένου παντὸς τοῦ τὴν λήθην τῶν καλῶν ἀποβαλόντος ὡς χρῆσιν καὶ γνῶσιν αὐτῶν εχειν. πάντες γὰρ κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ καὶ εὐθεῖς γεγενημένοι ἐσπαρμένας εχουσι τὰς περὶ θεοῦ ἐννοίας. καν ποτε γοῦν ἐξ ἀμελείας ἡ ἁμαρτία παρείσδυσιν λάβῃ, εἰ συμβαίνει μετὰ τὴν πρᾶξιν αὐτῆς μετανοῆσαι, ἀναμιμνῄσκεται τοῦ ἀγαθοῦ ου κατὰ φύσιν τὴν εννοιαν ειχε λογικὸς καὶ κατ' εἰκόνα θεοῦ γεγονώς. 726 Ps 69,3.4 ̓Επεὶ ἡγεῖται τῆς ἁμαρτίας ἀναισθησίᾳ καὶ ἀγνοίᾳ τῶν καλῶν ὡς διὰ τοῦτο σὺν ἡδονῇ καὶ παρρησίᾳ πράττειν αὐτά, ειρηται γοῦν περί τινων ὡς δόξαν εχουσιν ἐφ' οις αἰσχύνεσθαι εδει· ων γάρ φησιν ̔Η δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν· πρὸς ους καὶ ἡ προφητεία φησὶν Αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν· ψόγον γὰρ καὶ ἀπώλειαν φέρει. οἱ ουτως ἀναισθήτως ἐπὶ τὸ κακὸν τρέχοντες, εἰ αισθησιν καὶ εννοιαν αὐτοῦ λάβοιεν, πεπαύσεσθαι τοῦ ποιεῖν αὐτὸ θελήσαιεν· ῳ