137
ἀπὸ τῶν εἰρημένων καὶ περὶ τῶν ἄλλων ἐπέπειστο. Καὶ οὐκ εἶπε, ∆εῦτε, πιστεύσατε, ἀλλὰ, ∆εῦτε, ἴδετε, ὃ τούτου κουφότερον ἦν, καὶ μᾶλλον αὐτοὺς ἐφείλκετο. Εἶδες τῆς γυναικὸς τὴν σοφίαν; Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι γευσάμενοι μόνον τῆς πηγῆς ἐκείνης, τὰ αὐτὰ πείσονται ἅπερ καὶ αὐτή. Καίτοι γε εἴ τις τῶν ἄλλων ἦν τῶν παχυτέρων, καὶ συνεσκίασεν ἂν τὸν ἔλεγχον· αὕτη δὲ ἐκπομπεύει τὸν ἑαυτῆς βίον καὶ εἰς μέσον προτίθησιν, ὥστε πάντας ἐπισπάσασθαι καὶ ἑλεῖν. Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· Ῥαββὶ, φάγε. Τὸ, Ἠρώτων, ἐνταῦθα Παρεκάλουν ἐστὶ, τῇ ἐγχωρίῳ αὐτῶν φωνῇ. 59.194 Ὁρῶντες γὰρ αὐτὸν κεκμηκότα ὑπὸ τῆς ὁδοιπορίας καὶ τῆς ἐπικειμένης φλογὸς, παρεκάλουν αὐτόν. Οὐ γὰρ ἦν προπετείας τὸ δεῖσθαι ὑπὲρ σιτίων, ἀλλὰ φιλοστοργίας τῆς περὶ τὸν διδάσκαλον. Τί οὖν ὁ Χριστός; Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Ἔλεγον οὖν πρὸς ἀλλήλους· Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; Τί τοίνυν θαυμάζεις εἰ ἡ γυνὴ, ὕδωρ ἀκούσασα, ἔτι ὕδωρ ἐφαντάζετο, ὅπου γε καὶ οἱ μαθηταὶ ἔτι ταῦτα πάσχουσι, καὶ οὐδὲν οὔπω πνευματικὸν νοοῦσιν, ἀλλὰ ἀποροῦσι μὲν, πάλιν δὲ τὴν αἰδὼ τὴν συνήθη καὶ τὴν τιμὴν τῷ διδασκάλῳ νέμουσι, πρὸς ἀλλήλους μὲν διαλεγόμενοι, αὐτῷ δὲ πεῦσιν οὐ τολμῶντες προσαγαγεῖν; Τοῦτο καὶ ἀλλαχοῦ ποιοῦσιν, ἐπιθυμοῦντες μὲν ἐρωτῆσαι, οὐκ ἐρωτῶντες δέ. Τί οὖν ὁ Χριστός; Ἐμὸν βρῶμά ἐστι, φησὶν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. Τὴν τῶν ἀνθρώπων σωτηρίαν ἐνταῦθα βρῶσιν ἐκάλεσε, δεικνὺς ὅσην ἐπιθυμίαν ἔχει τῆς ἡμετέρας προνοίας. Ὥσπερ γὰρ ἡμῖν ποθεινὸν τὸ ἐσθίειν, οὕτως αὐτῷ τὸ σωθῆναι ἡμᾶς. Ἄκουε δὲ πῶς πανταχοῦ οὐκ ἐκ τοῦ προχείρου πάντα ἀποκαλύπτει, ἀλλὰ πρῶτον εἰς ἀπορίαν ἐμβάλλει τὸν ἀκροατὴν, ἵνα ἀρξάμενος ζητεῖν τί τὸ λεγόμενον, εἶτα ἀπορῶν καὶ κάμνων, μετὰ πλείονος ὑποδέξηται προθυμίας φανὲν τὸ ζητούμενον, καὶ μᾶλλον διαναστῇ πρὸς τὴν ἀκρόασιν. ∆ιατί γὰρ μὴ εὐθέως εἶπε, Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ Πατρός μου; καίτοι οὐδὲ τοῦτο σαφὲς ἦν, ἀλλὰ τοῦ προτέρου σαφέστερον· ἀλλὰ τί; Ἐγὼ, φησὶ, βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Πρότερον γὰρ αὐτοὺς, ὅπερ ἔφην, τῇ διαπορήσει προσεκτικωτέρους ἐργάσασθαι βούλεται, καὶ ἐθίσαι καὶ διὰ τοιούτων αἰνιγμάτων ἀκούειν τὰ λεγόμενα. Τί δέ ἐστι τὸ θέλημα τοῦ Πατρός; Λέγει λοιπὸν αὐτὸ καὶ ἑρμηνεύει· Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνόν ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν. βʹ. Ἰδοὺ πάλιν τοῖς συντρόφοις ὀνόμασιν ἀνάγει πρὸς τὴν τῶν μεγίστων θεωρίαν αὐτούς. Καὶ γὰρ, Βρῶμα, εἰπὼν, οὐδὲν ἕτερον ἐδήλωσεν, ἢ τὴν τῶν μελλόντων παραγίνεσθαι σωτηρίαν ἀνθρώπων· καὶ ἡ χώρα δὲ καὶ ὁ θερισμὸς τὸ αὐτὸ δηλοῖ, τὸ πλῆθος τῶν ψυχῶν τῶν ἑτοίμων πρὸς τὴν ὑποδοχὴν τοῦ κηρύγματος. Ὀφθαλμοὺς δὲ ἐνταῦθα λέγει, καὶ τοὺς τῆς διανοίας, καὶ τοὺς τοῦ σώματος· καὶ γὰρ ἑώρων λοιπὸν τὸ πλῆθος ἐρχόμενον τῶν Σαμαρειτῶν· τὴν δὲ τῆς προαιρέσεως αὐτῶν ἑτοιμότητα, τὰς χώρας τὰς λευκαινομένας φησίν. Ὥσπερ γὰρ οἱ ἀστάχυες ἐπειδὰν λευκανθῶσι, πρὸς ἄμητόν εἰσιν ἕτοιμοι· οὕτω καὶ οὗτοι νῦν, φησὶ, πρὸς σωτηρίαν εἰσὶν παρεσκευασμένοι καὶ εὐτρεπεῖς. Καὶ διατί μὴ εἶπε σαφῶς, ὅτι ἔρχονται πιστεῦσαι οἱ ἄνθρωποι, καὶ ἕτοιμοί εἰσι πρὸς ὑποδοχὴν τοῦ λόγου, κατηχηθέντες μὲν παρὰ τῶν προφητῶν, καὶ τὸν καρπὸν λοιπὸν ἀποδιδόντες, ἀλλὰ χώραν καὶ θερισμὸν ἐκάλεσε; τί βούλονται αὐτῷ αὗται αἱ τροπαί; Οὐ γὰρ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν παντὶ τῷ Εὐαγγελίῳ τοῦτο ποιεῖ· καὶ οἱ προφῆται δὲ τῷ αὐτῷ κέχρηνται τρόπῳ, μεταφορικῶς πολλὰ λέγοντες. Τί δήποτ' οὖν τὸ αἴτιον; οὐ γὰρ ἁπλῶς ταῦτα τοῦ Πνεύματος ἡ χάρις ἐνομοθέτησεν· ἀλλὰ 59.195 τίνος ἕνεκεν, καὶ διατί; ∆υοῖν ἕνεκεν προφάσεων· μιᾶς μὲν, ὥστε ἐμφαντικώτερον γενέσθαι τὸν λόγον, καὶ μᾶλλον ὑπ' ὄψιν ἄγειν τὰ λεγόμενα. Ἡ γὰρ διάνοια, τῆς συντρόφου τῶν πραγμάτων εἰκόνος ἐπιλαβομένη, διανίσταται μᾶλλον, καὶ ὥσπερ ἐν γραφῇ τὰ