138
επεται ἐκκλίναντας αὐτοὺς ἀπὸ τοῦ κακοῦ τὸ ἀγαθὸν ποιῆσαι. τοῦτο αὐτὸ ὑπαρχθῆναι τοῖς ἐπικειμένοις διαφόροις εὐχόμενός φησι περὶ αὐτῶν Αἰσχυνθείησαν γνόντες οι κακῶν εἰσιν, ἐντραπείησαν ἀναπολήσαντες α επραξαν· τὴν γὰρ ψυχήν μου εἰς τὴν αὐτὴν αὐτοῖς κακίαν ἀγαγεῖν ἐζήτησαν, η ἀποκτεῖναί με, ἐπεὶ μὴ συντρέχω αὐτοῖς εἰς τὴν ἀποστασίαν καθ' ην ἐκτὸς θεοῦ εἰσιν. Τοῦτο αὐτὸ συμφέρον αὐτοῖς προσλιπαρεῖ λέγων ̓Αποστραφείησαν εἰς τὰ ὀπίσω, μηκέτι ἐπὶ τὸ κακὸν ἐπείγεσθαι ποθοῦντες, καὶ καταισχυνθείησαν, ἐφ' οις εδρασαν κακῶς βουλόμενοι ὑπαρχθῆναί μοι τὰ βλάπτοντα. ̓Αποστρέφεται εἰς τὰ ὀπίσω ὁ μετανοῶν, πάλιν δρομῶν ἐφ' ο καταλέλοιπεν ἀγαθὸν μετὰ τοῦ αἰσχύνεσθαι θέλειν, καίτοι πρὸ τῆς μετανοίας ἀλαζονικῶς κατὰ τοῦ διωκομένου λέγων Ευγε ευγε, τουτέστιν Κρατήσομέν σου φεύγοντος ἀφ' ἡμῶν. ̓Επιστατέον τὸ Οἱ βουλόμενοί μοι κακά· μέχρι τοῦ βουληθῆναι κακῶσαι καὶ βλάψαι εχουσι δύναμιν· α ἐπαγαγεῖν βούλονται κακὰ οὐχ οιοί τε οντες, εἰ μὴ θεὸς παραδῷ. 727a Ps 69,3a Οὐ κατεύχεται τῶν εἰς χρήματα ἐπιβουλευόντων η περὶ τῆς † ἀλλὰ τῶν εἰς ψυχὴν ἐπιβουλευόντων. ἡ δὲ τῆς ψυχῆς ἐπιβουλὴ ἡ ἀπὸ θεοῦ ἐστιν ἀλλοτρίωσις. ειη δ' αν αυτη ἐκ παθῶν καὶ δαιμόνων καὶ ἐμπαθοῦς διαθέσεως καὶ τῶν τούτοις συνεργούντων κακοήθων ἀνθρώπων. 728a Ps 69,5 Πιστεύσας οτι πάντως εὑρήσει τὸν βοηθήσαντα αὐτῷ περὶ πάντων τῶν ὡσαύτως διακειμένων οτε περιστάσεις διάφοροι πάρεισιν, φησὶν ὑμνῶν ̓Αγαλλιάσονται καὶ εὐφρανθήσονται οἱ ζητοῦντές σε, κύριε. καν γὰρ σὺν πόνῳ καὶ ἱδρῶτι τὸ ζητεῖν τὸν κύριον γίνηται, ἀλλ' ουν αὐτοῦ ἐπιφαινομένου ἀγαθότητι πολλῇ οις ποθοῦσιν ἰδεῖν ἀγαλλίασις θεία καὶ εὐφροσύνη διαδέχεται τὸν ἐν τῷ ζητεῖν πόνον. Ταύτης δὲ τῆς χάριτος τυχόντες διαπαντὸς εργῳ καὶ λόγῳ ἀλλὰ καὶ διαθέσει πιστῇ ἐροῦσι Μεγαλυνθήτω ὁ κύριος, ἀεὶ μέγεθος νοήσεως αὐτοῦ εὐχόμενοι δέχεσθαι. ̔Υμνοῦσι δὲ ουτως οἱ πεῖραν λαβόντες τῆς παρ' αὐτοῦ σωτηρίας ὡς ἀγαπᾶν αὐτὴν σωτήριον ὀνομαζομένην, η ἀγαπῶσι τὸ σωτήριον· τοῦτο δ' ἐστὶν ὁ Χριστὸς ὁ αιτιος αὐτοῖς αἰωνίου σωτηρίας ων· τοῦτο τὸ σωτήριον οψεται πᾶσα σάρξ. 729a Ps 69,5b Καὶ τὰ μὲν εἰρημένα ἐκεῖνοι πείσονται, οἱ δὲ τῆς ἐμῆς μερίδος ητοι οἱ τὴν παρὰ σοῦ σωτηρίαν ἐλπίζοντες καὶ οὐχὶ πλήθει καὶ δυνάμει θαρροῦντες θυμηδίας τῆς ἀπὸ σοῦ ἐμπλησθεῖεν, ινα σε μεγαλύνωσιν. 730a Ps 69,6a Πρὸς τὸ μέγεθος ἀφορῶν τοῦ πλούτου τῆς χρηστότητος τοῦ θεοῦ πτωχὸν καὶ πένητα διὰ τῶν προκειμένων ἑαυτὸν ὀνομάζει· καὶ ἀρχόμενος δὲ τοῦ λόγου ὡς μηδενὸς αὐτῷ αὐτῷ συμβαλλομένου, μὴ πλούτου μὴ βασιλείας μὴ τῆς τοῦ παντὸς εθνους βοηθείας μηδὲ τῆς ἐξ ἀσκήσεως πορισθείσης αὐτῷ δικαιοσύνης, τὴν παρὰ μόνου τοῦ θεοῦ βοήθειαν ἐκζητεῖ. 731a Ps 69,6b Μὴ εἰς μακρούς, φησίν, χρόνους πολεμούμενόν με καταλείψῃς, ινα μὴ μεγάλην ἀπενέγκωμαι βλάβην· ἀλλὰ βοήθειαν ορεξον, ινα ταύτῃ σκεπόμενος ὡς οπλῳ εὐδοκίας μὴ βληθῶ ὑπ' αὐτῶν.
732a Ps 70,1b.2a ̔Ο εχων τὴν ἐπὶ θεὸν ἐλπίδα ἀκαταίσχυντον εχει τέλος,
μέχρι τοῦ παντὸς αἰῶνος παρρησιαζόμενος ἐφ' ῃ εσχεν προσδοκίᾳ, παντὸς τοῦ ἐπὶ ετερόν τι τὴν πεποίθησιν εχοντος καταισχυνομένου, οταν διαμάρτῃ τῆς ἐλπίδος. ̔Ο πεποιθὼς γάρ φησιν ἐπὶ πλούτῳ, ουτος πεσεῖται· καὶ Μὴ ἐλπίζετε, φησίν, ἐπ' αρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων οις οὐκ εστι σωτηρία· καὶ ̓Επικατάρατος ος τὴν ἐλπίδα εχει ἐπ' ανθρωπον. οθεν σπουδαστέον τὸν κύριον εχειν ἐλπίδα· Εὐλογημένος γὰρ ὁ ανθρωπος ος πέποιθεν ἐπὶ τῷ κυρίῳ, καὶ εσται κύριος ἐλπὶς αὐτοῦ. ζῶσα γὰρ αυτη ἡ ἐλπίς· διὸ γέγραπται ̓Αναγεγεννημένοι εἰς ἐλπίδα ζῶσαν. οθεν ειρηται ὑπὸ τοῦ εχοντος αὐτὴν Οὐ καταισχυνθείην εἰς τὸν αἰῶνα· καὶ ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. ̔Ρύεται ἐν δικαιοσύνῃ θεὸς τοὺς σπεύδοντας ειναι ἐκτὸς ἀδικημάτων, ὡς ἐν σοφίᾳ τοὺς ποθοῦντας ἀναλαμβάνειν αὐτήν. εἰ δὲ