1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

139

καὶ ἐξ ἀδικούντων ἀνθρώπων ευχεται ῥυσθῆναι καὶ ἐξαιρεθῆναι ὁ τὰ προκείμενα λέγων, ἐπίστησον. δοκεῖ γὰρ ἀκολουθίαν εχειν τὸ ὑποβαλεῖν τοῦτο τοῖς ἐν τῇ προγραφῇ εἰρημένοις Περὶ τῶν αἰχμαλωτισθέντων αλλων χάριν· δικαίως γὰρ ουτοι ῥυσθῆναι καὶ ἐξαιρεθῆναι ἀπαιτοῦσιν. οἱ μὲν γὰρ ἠδίκουν, οἱ δὲ ̓Ισραηλῖται οὐδὲν ἠδίκησαν. Λελέξεται καὶ ωδε· ἐπεὶ ἡ πρακτικὴ ἀρετὴ δικαιοσύνη ὀνομαζομένη καὶ ἐκ τοῦ ἐναντίου ἀδικία πᾶσα ἡ ἐν πράξεσιν ἁμαρτία, ἐν τῇ δικαιοσύνῃ ἀξιοῖ ῥυσθῆναι ἐκ τῆς ἀδικίας ην ὁ ἀγαπῶν μισεῖ τὴν ἑαυτοῦ ψυχήν. μαρτυρία δὲ τοῦ τὴν καθόλου ἀρετὴν ουτως εἰρῆσθαι τὸ Πορευόμενος αμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, τοῦ δὲ τὴν καθόλου ἁμαρτίαν προσαγορεύεσθαι ἀδικίαν μαρτυρία τὸ ̓Αδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, καὶ Τὸ αιμα ̓Ιησοῦ Χριστοῦ καθαρίσει ἡμᾶς ἀπὸ πάσης ἀδικίας. ̓Ερεῖ τὴν φωνὴν καὶ ὁ ὑπερβῆναι βουλόμενος τὴν κατὰ τὸν νόμον σκιάν, ινα σχῇ θεοῦ δικαιοσύνην πιστεύσας εἰς ̓Ιησοῦν Χριστὸν, οπως εὑρεθῇ μὴ εχων ἐν ἑαυτῷ ἰδίαν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ἀλλὰ τὴν θεοῦ τὴν εἰς δικαιοσύνην λελογισμένην. 733a Ps 70,2b Πολλῆς ὑπεροχῆς ουσης σου, ω δέσποτα, πρὸς τὰ κτίσματα, μάλιστα δὲ πρὸς ἡμᾶς τοὺς ἀνθρώπους κράζειν τοσοῦτον, οὐ σθένομεν τοῦ φθάνειν εἰς τὰ ωτά σου τὸν προσευχὴν ην ἀναπέμπομεν· διὸ παρακαλῶ ἀγαθότητι πολλῇ κλῖναί σε τρόπῳ συγκαταβάσεως τὸ ους σου πρὸς μέ, ινα σώσῃς με δεξάμενος τὴν περὶ σωτηρίας δέησίν μου. 734a Ps 70,3 Πολλῶν πολεμεῖν με θελόντων, ὑπερασπιστής μου γενοῦ σκέπων με τῇ σῇ ἀσπίδι περὶ ης ειρηται Οπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. καὶ ἐπειδὴ σὲ θέλω ειναί μοι πάντα, καὶ φρούριον ἀκαταμάχητον καὶ ερυμα ἀκαθαίρετον γενοῦ μοι, ιν' ὀχυρώτατον τόπον σε εχων παντὸς φόβου τοῦ ἀπὸ ἐχθρῶν ἐκτὸς μένω, σοῦ καταφυγῆς καὶ στερεώματός μου οντος. 735a Ps 70,4 Χεὶρ ἁμαρτωλοῦ ἡ ἁμαρτητική ἐστι πρᾶξις ἀφ' ης ῥυσθῆναι ἀξιοῖ, ινα μηδὲ κατὰ ποσὸν ἐνεργῇ κατ' αὐτὴν πράττων, ὡσαύτως παρανομοῦντος καὶ ἀδικοῦντος πράξεις αἱ ἀποτελεστικαὶ ἐνέργειαι ων καὶ αὐτῶν εξω ειναι ποθεῖ, ῥυσαμένου θεοῦ. πότερον δὲ ὁ αὐτὸς η ετερος καθ' ὑποκείμενον ὁ ἁμαρτωλὸς τῷ παρανομοῦντι καὶ ἀδικοῦντι, ἐπίστησον. δοκεῖ γὰρ εἰς ἑκάτερα ῥέπειν, παντὸς παρανομοῦντος καὶ ἀδικοῦντος ἁμαρτωλοῦ οντος. ἐὰν δὲ ὁ διάβολος ῃ ἐκ τούτων τῶν ὀνομάτων σημαινόμενος, χεῖρα αὐτοῦ ἐκληπτέον καὶ τὴν ὡσεὶ στρατιωτικὴν αὐτοῦ δύναμιν συνταττομένην ἐκ παντὸς πνεύματος πονηροῦ καὶ ἀκαθάρτου. ὁ ῥυσθεὶς ουν ἐκ χειρὸς τῶν ἐκκειμένων ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ γενόμενος ὑπ' οὐδενὸς ἁρπάζεται ἐξ αὐτῆς. 736a Ps 70,5 Ωσπερ σοφία καὶ δύναμις τοῦ ἁγίου ὁ θεός, ουτω καὶ ὑπομονὴ καὶ ἐλπὶς ὑπομείναντος εἰς σωτηρίαν καὶ ἐλπίζοντος ἐπ' αὐτόν. ειρηται γοῦν περὶ τούτων ἐν τῷ ΛΗ ψαλμῷ, προκειμένου Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ κύριος; καὶ ἐν τῷ ̔Η ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς. ̓Επιστατέον τὸ ̔Η ἐλπίς μου ἐκ νεότητός μου δυναμένου δηλοῦν ὡς ὁ ἐκ βρέφους κατὰ θεὸν ἀνατραφεὶς αλλην τοῦ θεοῦ ἐλπίδα οὐκ εσχε ποτέ. πρὸς δὲ τούτοις ἐκ νεότητος ειναί τινος ἐλπίδα τὸν θεὸν ἐρεῖς, ἀφ' ου τὸν παλαιὸν ανθρωπον ἐκδυσάμενος τὸν καινὸν καὶ νέον ἐνεδύσατο κατὰ θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ γνώσει τῆς ἀληθείας. 737a Ps 70,6ab 737a Τὸ ̓Απὸ γαστρὸς ἐκ κοιλίας μητρός μου ἐκληπτέον συνετῶς, οὐ σημαινομένου τοῦ ἀπὸ τῆς ωρας τῆς ἀποτέξεως, ουπω τότε κινουμένου λογικῶς καὶ θεοσεβῶς τοῦ τικτομένου· γέγραπται γὰρ Καὶ τὸν Σαμουὴλ πρὶν γνῶναι θεόν, καίτοι παρὰ θεοσεβέσι γονεῦσιν ἐξ ἀπαλῶν ὀνύχων θεοσεβῶς ἀνατραφέντος. εχει γὰρ τὰ ἀνθρώπων τέκνα καιρὸν ἀφ' ου λογικῶς κινεῖσθαι δύναται. φησὶν ὁ μέγας Μωσῆς ἐν τῇ ἐρήμῳ Καὶ πάντα τὰ παιδία μεθ' ἡμῶν σήμερον α οὐκ οιδεν ἀγαθὸν η κακὸν εἰσελεύσεται εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰ τοίνυν ἀγαθὸν η κακὸν οὐκ ἐπίστανται τὰ παιδία πρὸ τῆς τοῦ ἐνδιαθέτου λόγου συμπληρώσεως, πῶς οιόν τε τὸν ἐν ταύτῃ τῇ ἡλικίᾳ οντα θεὸν εἰδέναι, ὡς καὶ