139
δραγμάτων, οὐκ ἀναμενόντων τὰς τῶν καιρῶν τροπὰς, καὶ χειμῶνα καὶ ἔαρ καὶ ὄμβρον· οὕτω καὶ νῦν γίνεται· καὶ τὰ ἔργα βοᾷ. Μεταξὺ οὖν λέγοντος αὐτοῦ ταῦτα, ἐξῄεσαν οἱ Σαμαρεῖται, καὶ συνήγετο ἀθρόον ὁ καρπός. ∆ιὰ τοῦτο εἶπεν· Ἄρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ βλέπετε τὰς χώρας, ὅτι λευκαί εἰσιν. Εἶπε ταῦτα, καὶ τὸ ἔργον ἐφάνη, καὶ τὰ ῥήματα ἐκ τῶν πραγμάτων ἑωρᾶτο. Ἐκ γὰρ τῆς πόλεως ἐκείνης πολλοὶ, φησὶν, ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς, μαρτυρούσης, ὅτι Εἶπέ μοι πάντα ὅσα ἐποίησα. Συνεώρων γὰρ ὅτι οὐκ ἂν ἐθαύμασε πρὸς χάριν ἡ γυνὴ τὸν διελέγξαντα αὐτῆς τὰ πλημμελήματα, οὐδ' ἂν ὑπὲρ τοῦ χαρίσασθαι ἑτέρῳ τὸν ἑαυτῆς ἐξεπόμπευσε βίον. γʹ. Μιμησώμεθα δὴ τὴν γυναῖκα καὶ ἡμεῖς, καὶ ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασι μὴ αἰσχυνώμεθα ἀνθρώπους, ἀλλὰ φοβώμεθα ὡς χρὴ Θεὸν τὸν καὶ νῦν ὁρῶντα τὸ γινόμενον, καὶ τότε κολάζοντα τοὺς μὴ μετανοήσαντας νῦν· ὡς νῦν γε τοὐναντίον ποιοῦμεν. Τὸν μὲν γὰρ μέλλοντα κρίνειν, οὐ δεδοίκαμεν· τοὺς δὲ οὐδὲν ἡμᾶς παραβλάπτοντας, τούτους φρίττομεν, καὶ τὴν παρ' αὐτῶν αἰσχύνην τρέμομεν. ∆ιὰ τοῦτο ἐν ᾧ δεδοίκαμεν, ἐν τούτῳ τὴν τιμωρίαν δίδομεν. Ὁ γὰρ αἰσχύνην ἀνθρώπων ὑφορώμενος νῦν μόνον, Θεοῦ δὲ ὁρῶντος μὴ αἰσχυνόμενος πρᾶξαί τι ἄτοπον, μὴ θέλων μετανοῆσαι καὶ μεταβαλέσθαι, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἐνώπιον ἑνὸς καὶ δευτέρου, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης ὁρώσης παραδειγματίζεται. Ὅτι γὰρ καὶ τῶν ἀγαθῶν πράξεων, καὶ τῶν οὐ τοιούτων μέγα θέατρον ἐκεῖ κάθηται, ἡ τῶν προβάτων καὶ τῶν ἐρίφων παραβολὴ παιδευέτω σε, καὶ ὁ μακάριος Παῦλος, λέγων· ∆εῖ γὰρ ἡμᾶς, φησὶ, παραστῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος ὅσα ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν· καὶ πάλιν, Ὃς φανερώσει τὰ κρυπτὰ τοῦ σκότους. Ἔπραξάς τι πονηρὸν, ἢ ἐνενόησας, καὶ κρύπτεις ἄνθρωπον; Ἀλλὰ τὸν Θεὸν οὐ κρύπτεις. Ἀλλ' οὐδὲν τούτων σοι μέλει· οἱ δὲ ὀφθαλμοὶ τῶν ἀνθρώπων, τοῦτό σοι φόβος. Οὐκοῦν ἐννόησον ὅτι οὐδὲ ἀνθρώπους λαθεῖν δυνήσῃ κατὰ τὴν ἡμέραν ἐκείνην. Πάντα γὰρ ὡς ἐν εἰκόνι τότε στήσεται κατ' ὀφθαλμοὺς ἡμῶν, ὡς αὐτοκατάκριτον ἕκαστον γενέσθαι. Καὶ τοῦτο δῆλον καὶ ἀπὸ τοῦ πλουσίου. Καὶ γὰρ καὶ τὸν ὑπεροφθέντα πένητα, τὸν Λάζαρον λέγω, 59.197 πρὸ ὀφθαλμῶν εἶδεν ἑστῶτα ὁ πλούσιος, καὶ ὃν πολλάκις ἐβδελύξατο δάκτυλον, τοῦτον παρακαλεῖ παραμυθίαν αὐτῷ γενέσθαι τότε. Παρακαλῶ τοίνυν, κἂν μηδεὶς ἴδῃ τὰ ἡμέτερα, ἕκαστον ἡμῶν εἰς τὸ ἑαυτοῦ συνειδὸς εἰσελθεῖν, καὶ καθίσαι ἑαυτῷ δικαστὴν τὸν λογισμὸν, καὶ εἰς μέσον ἄγειν τὰ πεπλημμελημένα· καὶ εἰ μὴ βούλοιτο ἐκπομπευθῆναι ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ, ἐπιτιθέτω τὰ φάρμακα τῆς μετανοίας, καὶ ἰασάσθω τὰ τραύματα. Ἔξεστι γὰρ, ἔξεστι μυρίων γέμοντα τραυμάτων, ἀπελθεῖν ὑγιαίνοντα. Ἐὰν γὰρ ἀφῆτε, φησὶν, ἀφέωνται ὑμῶν αἱ ἁμαρτίαι· ἐὰν δὲ μὴ ἀφῆτε, οὐκ ἀφέωνται. Ὥσπερ γὰρ ἐν τῷ βαπτίσματι καταχωννύμενα τὰ ἁμαρτήματα οὐκ ἔτι φαίνεται· οὕτω καὶ ταῦτα ἀφανισθήσεται, ἐὰν θελήσωμεν μετανοῆσαι. Ἔστι δὲ μετάνοια τὸ μηκέτι τὰ αὐτὰ ποιεῖν. Ὁ γὰρ τοῖς αὐτοῖς ἐπιχειρῶν, ἔοικε τῷ κυνὶ τῷ πρὸς τὸν ἴδιον ἔμετον ἐπανιόντι, καὶ τῷ κατὰ τὴν παροιμίαν εἰς πῦρ ξαίνοντι καὶ εἰς τετρημένον ἀντλοῦντι πίθον. ∆εῖ τοίνυν ἀφίστασθαι καὶ τῇ πράξει καὶ τῇ γνώμῃ τῶν τολμηθέντων, καὶ ἀποστάντας φάρμακα ἐπιθεῖναι τοῖς τραύμασι τὰ ἐναντία τῶν ἁμαρτημάτων. Οἷόν τι λέγω· Ἥρπασας καὶ ἐπλεονέκτησας; Ἀπόστηθι τῆς ἁρπαγῆς, καὶ ἐπίθες ἐλεημοσύνην τῷ τραύματι. Ἐπόρνευσας; Ἀπόστηθι τῆς πορνείας, καὶ ἐπίθες ἁγνείαν τῷ ἕλκει. Κακῶς εἶπες τὸν ἀδελφὸν καὶ ἔβλαψας; Παῦσαι κακηγορῶν, καὶ ἐπίθες φιλοφροσύνην. Καὶ καθ' ἕκαστον οὕτω ποιῶμεν τῶν πεπλημμελημένων ἡμῖν, καὶ μὴ ἁπλῶς παρατρέχωμεν τὰ ἁμαρτήματα· ἐφέστηκε γὰρ λοιπὸν, ἐφέστηκεν ὁ τῶν εὐθυνῶν καιρός. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Ἀλλ' ἡμῖν τάχα τοὐναντίον ἔστιν ἐπιλέγειν· Ὁ Κύριος ἐγγὺς, μεριμνᾶτε. Ἐκεῖνοι μὲν γὰρ καλῶς ἤκουον, Μηδὲν μεριμνᾶτε, ἐν θλίψει καὶ πόνοις