140
ἐπιστηρίζεσθαι ἐπ' αὐτῷ προαιρετικῶς; ο σημαίνεται τοίνυν ἐστὶ τοιοῦτον· ἀφ' ου ἠρξάμην νοεῖν καὶ ἐνεργεῖν, τὴν ἀρχὴν τοῦ νοεῖν καὶ ἐνεργεῖν ἀνέθηκά σοι, ἐπιστηριζόμενός σοι καὶ σκεπόμενος ὑπὸ σοῦ, τοῦ μετὰ κακίαν ἀρξαμένην μετανοοῦντος ὡς δι' εὐσέβειαν ην ἀνείληφεν ἐπιστηρίζεσθαι ἐπὶ θεὸν καὶ σκέπεσθαι ὑπ' αὐτοῦ οὐ δυναμένου εἰπεῖν τοὺς προκειμένους στίχους ἀλλ' η μόνου τοῦ ἀμεσολαβήτως ἐπὶ θεὸν ἑαυτὸν ἐπιδεδωκότος. δείκνυται τουτὶ καὶ ἐκ τῶν λόγων τοῦ ̓Ιὼβ εἰρηκότος Εἰ δὲ καὶ τὸν ψωμόν μου εφαγον μόνος καὶ ὀρφανοῖς οὐ μετέδωκα, εἰ μὴ ἐκ κοιλίας μητρός μου ὡδήγουν αὐτοὺς καὶ ἐξέστρεφον ὡς πατήρ. νοῦν γὰρ εχων οὐδεὶς ἡγήσεται ὡς ἀπ' αὐτῆς τῆς ωρας τῆς ἀποτέξεως δυνατὸν κατορθοῦσθαι τὸ εἰρημένον, ἀρχὴν τοῦ γενέσθαι τότε λαμβάνοντα οταν συμπληρωθῇ ὁ λόγος καθ' ον οἱ λογικοί εἰσι τοιοῦτοι ωσπερ οἱ λέγοντες Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματός σου, εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον. Εἰ δυνατὸν καὶ περὶ πνευματικῆς γεννήσεως ἐκλαβεῖν τοὺς στίχους, ἐπίστησον, τοῦ ἐκ διδασκαλίας θείας καὶ ἐξ υδατος καὶ πνεύματος γεννωμένου καταλλήλως τῇ γεννήσει ταύτῃ γαστρὸς καὶ κοιλίας νοουμένων ἀφ' ων ὁ γεννηθεὶς νοητῶς προελήλυθεν. 738a Ps 70,6c Πᾶν τὸ καλὸν καὶ εὐσεβὲς ἀνύεται σὺν θεῷ. οθεν ὁ ὁμολογῶν τὸν ̓Ιησοῦν εμπροσθεν τῶν ἀνθρώπων ἐν αὐτῷ αὐτὸ ποιεῖ, ιν' ἀκολούθως καὶ αὐτὸς ὁμολογηθῇ ὑπὸ τοῦ σωτῆρος οντος ἐν τῷ ὁμολογοῦντι αὐτόν. ἐπεὶ γὰρ δικαιοσύνη καὶ σοφία ἁγιασμός τε καὶ ζωὴ καὶ ἀλήθεια ὁ σωτὴρ ὁ πραγματικῶς ὁμολογῶν αὐτὸν ῳ επεται καὶ διὰ φωνῆς ὁμολογία, ἐν τῷ ὁμολογουμένῳ τυγχάνει ων, ἐν δικαιοσύνῃ καὶ σοφίᾳ δίκαιος καὶ σοφὸς ὑπάρχων ἀλλὰ καὶ ἐν ἁγιασμῷ καὶ ζωῇ καὶ ἀληθείᾳ αγιος καὶ ζῶν καὶ ἀληθὴς ἀποδειχθείς. ὡς ουν αὐτὸς ἐν τῷ μετεχομένῳ, ουτω καὶ ὁ μεθεκτὸς ἐν τῷ μετέχοντι, καθὸ λέγομεν ἐν τῷ σπουδαίῳ τὴν ἀρετὴν καὶ ἐν αὐτῇ τὸν σπουδαῖον ειναι. κατὰ τοῦτο τὸ σημαινόμενον ὁ ἀπόστολος ανθρωπος ην ἐν Χριστῷ καὶ ειχεν Χριστὸν ἐν ἑαυτῷ, ῃ φησιν Ει τις ἐν Χριστῷ, καινὴ κτίσις, καὶ Ζῇ δὲ ἐν ἐμοὶ Χριστός. ταύτης τῆς θεωρίας καθόλου ουσης, καὶ ὁ ὑμνῶν θεὸν ἐν αὐτῷ τυγχάνει, οντος καὶ τοῦ ὑμνουμένου ἐν τῷ ὑμνοῦντι. Αλλων ὑμνούντων αρχοντας διδασκάλους ἀνθρωπίνων μαθημάτων καὶ αὐτὰ τὰ μαθήματα ετι μὴν δοξάρια καὶ πλοῦτον γεραιρόντων, ἡ υμνησις ἡ ἡμετέρα ἐν σοὶ καὶ οὐκ ἐν αλλῳ τινὶ γίνεται. φέρεται γραφὴ ωδε εχουσα· ̓Εν σοὶ ἡ ὑπόμνησίς μου διαπαντός. κατ' ἀμφοτέρας τοιγαροῦν τὰς γραφὰς ἐκληπτέον τὸ διαπαντὸς ὑπὲρ τοῦ συνεχῶς καῖ ἀδιαστάτως ἐν θεῷ τὴν υμνησιν καὶ τὴν ὑπόμνησιν εχειν. 739 Ps 70,7 Οἱ ἀρετὴν εὐτελίζοντες καὶ βδέλυγμα τὴν θεοσέβειαν ἡγούμενοι ἁμαρτωλοὶ τὸν σπουδαῖον καὶ εὐτελῆ βδελυττόμενοι τέρας ἀποκαλοῦσιν. φάσκουσι γὰρ ἐν ἑαυτοῖς ∆ήσωμεν τὸν δίκαιον, οτι δύσχρηστος ἡμῖν ἐστιν. καὶ ἐπεὶ φαῦλοί εἰσιν ἡμῖν οἱ τὰ τοιαῦτα διανοούμενοι καὶ λέγοντες, εἰκότως οὐ καθάπαξ ειπεν τέρας ἀλλὰ τοῖς πολλοῖς γεγονέναι τουτέστι τοῖς χυδαιοτέροις καὶ φεύγουσι τὴν ἀρετήν. ̓Αλλ' εἰ κἀκεῖνοι προφέρονταί μοι τῷ εἰρημένῳ τρόπῳ, ἀλλ' ουν σὺ κραταιὸς ων βοηθὸς φυλάττεις με ἀζημίωτον ὑπ' αὐτῶν. ταύτῃ τῇ διανοίᾳ καὶ ὁ ἀπόστολός φησιν ὡς περικαθάρματα τοῦ κόσμου καὶ περίψημα πάντων ἀνθρώπων γεγενῆσθαι. συμφώνως τούτοις εχει καὶ τὸ ̔Ημεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι. ἀπὸ τῆς αὐτῆς διαθέσεως γράφεται καὶ τὸ ∆οκῶ γὰρ οτι ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, καὶ τὸ Οτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ. τοιοῦτον καὶ τὸ τοῖς ἁμαρτωλοῖς εἰρημένον ὑπὸ θεοῦ Καὶ εσται ̔Ιεζεκιὴλ εἰς τέρας, ὡς αὐτός φησιν ὁ προφήτης διὰ τὰ συμβολικῶς μάλιστα γινόμενα παρ' αὐτοῦ οιον τὸ ἐπὶ τοσάσδε καταθεῖναι τοῦτον ἡμέρας ἐπὶ πλευροῦ δεξιοῦ καὶ τόσας πάλιν ἐπὶ εὐωνύμου καὶ τῶν τριχῶν τοῦ σώματος ξύρησιν. Εἰ δὲ καὶ ταῦτα ἐπὶ τὸν σωτῆρα ἀναφέρεται δόξαντα τοῖς πολλοῖς ὡσεὶ τέρας γεγονέναι διὰ τὸν σταυρόν,