141
συνεπίσκεψαι. Ευ δὲ καὶ τὸ φάναι ̔Ωσεὶ τέρας· οὐδεὶς γὰρ τῶν προειρημένων τοιοῦτος ην, ὡς ὑπελαμβάνετο τοῖς πολλοῖς. 740a Ps 70,8 ̓Αξιοῖ αἰνέσεως πληρωθῆναι αὐτοῦ τὸν λόγον στόμα ὠνομασμένον. δόξα δὲ θεοῦ ητοι ἡ περὶ αὐτοῦ διάληψις η ὁ μονογενὴς υἱὸς αὐτοῦ ὑπάρχει· ειρηται γὰρ περὶ Χριστοῦ ὡς ειη δόξα θεοῦ ὀφθησομένου κατὰ τὴν ἐπιδημίαν. ὀφθήσεται γὰρ ἡ δόξα θεοῦ, μεγαλοπρεπείας αὐτοῦ νοουμένης τῆς ἐν προνοίᾳ καὶ δημιουργίᾳ τάξεως ὡς πολὺ τὸ πρέπον ἐμφαινούσης, μόνῳ γινομένης κελεύματι. τοιαύτη γὰρ καὶ ἡ προνοητικὴ τῷ δυναμένῳ λέγειν Κατενόησα τὰ εργα σου καὶ ἐξέστην· σύμφωνον δὲ τῷ παρόντι τὸ ̓Ενέβαλεν εἰς τὸ στόμα μου ᾳσμα καινόν, υμνον τῷ θεῷ ἡμῶν. 741a Ps 70,9a ̓Επὶ σοὶ ἡ ἐλπίς μου ἐκ νεότητός μου. παρακαλῶ ἐν τῇ καταστάσει ταύτῃ μέχρι γήρως διαμεῖναι οὐκ ἀπορριπτόμενος ἀπὸ σοῦ, παντὸς τοῦ φαῦλα πράσσοντος καὶ ἀνομοῦντος ἀπορριπτομένου. Θεωρηθείη δὲ καὶ πρὸς διάνοιαν· ἐπεὶ γῆρας τίμιον οὐ τὸ πολυχρόνιον, πολιᾶς ουσης τοῦ ενδον ἀνθρώπου τῆς θείας φρονήσεως καὶ γήρως τοῦ δι' ἀκροτάτην ἀρετὴν ἀκηλιδώτου βίου· ἐπεὶ ἀκμὴν ἐν τῷ προκόπτειν εἰμί, παρακαλῶ μὴ ἀπορριφῆναι ἀλλὰ συνεργεῖσθαι ὑπὸ τῆς ἀγαθότητός σου, εως φθάσω ἐπὶ τὸν καιρὸν τοῦ ἀκηλιδώτου βίου. 742a Ps 70,10.11 Εἰ γὰρ Χριστὸς ὁ λέγων, επεται τῷ Εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα αν. τοῦτο γὰρ καὶ τὰ ἐπὶ τούτων περὶ τοῦ ̓Ιούδα φησίν. 743a Ps 70,14-16 Τῶν ἐμῶν αἰσχυνομένων ἐχθρῶν τῷ κατ' ἐμοῦ μάτην ἐσπουδακέναι, προστίθημι καὶ νῦν ἐπινικίως αἰνῶν σε τῇ προλαβούσῃ αἰνέσει περὶ ης εφην ̓Εν σοὶ ἡ υμνησίς μου διαπαντός. ἐνδιέβαλλον δὲ τὴν ψυχὴν αὐτοῦ οἱ λέγοντες ̔Ο θεὸς ἐγκατέλιπεν αὐτόν. μεγίστη γὰρ δηλοῦται κατὰ τοῦ ἐγκαταλειπομένου διαβολὴ πρὸς ο τὸ ̓Εγὼ δὲ διὰ παντὸς ἐλπιῶ φησίν, δεικνὺς ὡς οὐδεμίαν ἐγκαταλείψει παρέσχετο χώραν. Πρὸς τὸ ̔Ο θεὸς ἐγκατέλιπεν αὐτὸν τὸ ̓Εγὼ δὲ διαπαντὸς ἐλπιῶ ειπεν. καὶ τῶν ἐχθρῶν ἀδίκως φονώντων ὡς ἀπωλείᾳ περιβαλεῖν αὐτὸν θέλειν, ἀβλαβὴς διαμείνας ἀπ' αὐτῶν ἐξαγγέλλει παρ' ολον αὐτοῦ τὸν βίον (ἡμέραν ὀνομαζόμενον) τὴν δικαιοσύνην καὶ σωτηρίαν τοῦ κυρίου. Καὶ ἐπεὶ μὴ εγνων, φησί, γραμματείας τι τοῦ νόμου, τούτου χάριν οὐκ εξω μένων ἐπὶ τῆς λέξεως καὶ τῆς σκιᾶς εἰσελεύσομαι, κατὰ τὸ ζωοποιοῦν πνεῦμα καὶ τὸν θεῖον τῶν γεγραμμένων νοῦν δυναστεύων βασιλικῶς, θεοῦ δεδωκότος. διό φημι Μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου, οὐκ ετι φροντίζων τὴν κατὰ σκιὰν τοῦ νόμου δικαιοσύνην, περὶ ης γενόμενος κατὰ τὴν ἐν νόμῳ δικαιοσύνην αμεμπτος Παῦλος γράφει πάντα τὰ σκιώδη α ην αὐτοῦ πρότερον κέρδη ἐζημιῶσθαι καὶ σκύβαλον ἡγεῖσθαι διὰ τὸ ὑπερέχον τῆς γνώσεως. 744a Ps 70,19a Ταῦτα εως ὑψίστων μεγαλεῖα καὶ σὺν αὐτοῖς τὰ θαυμάσια ὑπῆρκται, τοῦ σωτῆρος ἀνθρώπου γεγενημένου. τεχθέντος γὰρ αὐτοῦ ἐκ τῆς παρθένου, πλῆθος οὐρανίου στρατιᾶς ∆όξα ἐν ὑψίστοις θεῷ, ελεγε, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. τῆς γὰρ γενομένης εὐδοκίας ἐν ἀνθρώποις εἰρήνη πολλὴ ἐκράτησεν, τῶν ἐπὶ γῆς πάντων πολεμίων καταλυθέντων· ἀλλὰ καὶ δόξα ἐν ὑψίστοις γέγονεν, τῶν σῳζομένων ἀνθρώπων μέχρι τῶν ὑψίστων τὴν ἀνάβασιν ἐχόντων. πῶς γὰρ οὐκ εμελλον οἱ γενόμενοι τέλειοι, ὡς ὁ πατὴρ ὁ οὐράνιος τέλειός ἐστιν, ἐν ἀνυπερβλήτῳ ἁγιότητι γενόμενοι, εχειν ἐν ἑαυτοῖς τὸν θεὸν πάντα ἐν πᾶσιν γενόμενον; καὶ αὐτὸς δὲ ὁ κύριος ἐν Εὐαγγελίοις εφη πρὸς τὸν ἑαυτοῦ πατέρα Θέλω, πάτερ, ινα οπου εἰμὶ ἐγὼ καὶ ουτοι ωσιν μετ' ἐμοῦ, ινα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν. 745 Ps 70,20 ̓Επεὶ ἀγαθότητι ὁ θεὸς πειραθῆναι θλιβερῶν καὶ κακωτικῶν πρὸς σύμφορόν τι συνεχώρησεν, πάλιν ἐπιστρέψας πρὸς ἑαυτὸν ζωοποιεῖ, μεταδιδοὺς ζωῆς τοῖς ἑωρακόσι διὰ πείρας θλίψεις καὶ κακά, ὡς καὶ ἐξ αὐτῶν τῶν ἀβύσσων τουτέστι τοῦ βάθους τῶν περιστατικῶν ἀνιμήσασθαι τὸν κατενεχθέντα. καὶ ἐπειδὴ τὰ κακὰ κατάλληλα ταῖς θλίψεσι τὰ ἐπίπονα καὶ κακωτικὰ ἐξειλήφαμεν, ἀκολούθως ἡ