1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

142

ζωοποίησις κατὰ τὴν κοινὴν ζωὴν ἐκληφθήσεται καὶ ἡ ἐκ τῆς ἀβύσσου ανοδος· ἐπεὶ γὰρ τὰ κακωτικὰ ἐκταθέντα θανατοῦν δοκεῖ καὶ καταβιβάζειν εἰς ᾳδην, οταν τέλος λάβῃ τὰ αιτια, ζωοποιεῖταί τις ὑπὸ θεοῦ καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς ἀναβιβάζεται. Ταῦτα δὲ οὐκ ἀπὸ ἰδίου προσώπου ὁ αγιος λέγει ἀλλὰ τοῦ τῶν ἀνθρώπων γένους πειραθέντος πλείστων οσων κακῶν καὶ θλίψεως πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας· μεθ' ην πεῖραν ἐπιστρέψας ὁ κύριος πρὸς ἡμᾶς ἐλήλυθεν καὶ ἐζωοποίησεν δοὺς ἀνθ' ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν λύτρον ωστε πάντα τὸν πιστεύοντα εἰς αὐτὸν καὶ δεχόμενον τὴν διδασκαλίαν αὐτοῦ εχειν ζωὴν αἰώνιον, ἀνήγαγεν δὲ ἐκ τῶν ἀβύσσων τῆς γῆς τουτέστι τοῦ ᾳδου γενόμενος ἐκεῖ μετὰ ἀπόθεσιν ου ειχεν σώματος οὐκ αλλου ενεκα η τοῦ ἀναγαγεῖν τοὺς ἐκεῖ καταχθέντας δι' ἁμαρτίας ἰδίας. 746 Ps 70,21 Προσκειμένου τῷ ̓Εκ τῶν ἀβύσσων τῆς γῆς ἀνήγαγές με τοῦ πάλιν-εἰ μὲν ἡ αβυσσος σημαίνοι τὸν ἐν τοῖς περιστατικοῖς βυθισμόν (ὡς ἑρμηνεύεται), ἀκόλουθον ἐκλαβεῖν ὡς πολλάκις εστιν ὑπὸ θεοῦ ἐκεῖθεν ἀναχθῆναι ἀεὶ εὐεργετοῦντος (μαρτύριον τούτου τὸ φερόμενον ουτως· Πολλαὶ αἱ θλίψεις τῶν δικαίων καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος)· εἰ δὲ ἀντὶ τοῦ ᾳδου ἡ αβυσσος παραληφθῇ, εργον εἰπεῖν πῶς πάλιν ἐκεῖθέν τις ἀνάγεται· ὡς γὰρ μία εισοδος εἰς τὸν βίον καὶ εξοδος ἀπ' αὐτοῦ μία, ἀνάγκη καὶ τοὺς χωριζομένους τοῦ σώματος ου εσχον ἐν τῷ ᾳδῃ απαξ γίνεσθαι. Ητοι ουν παρέλκει τὸ πάλιν η παραμυθίας τεύξεται, ἀλλὰ μὴν οὐδὲν τοῖς θείοις παρέλκον καὶ περιττόν. εσται αὐτοῦ αρα νόησις τοιαύτη· ζωοποιήσας με εὐεργεσίᾳ τῇ σῇ, ἀλλὰ καὶ τὴν δικαιοσύνην σου πλεονάσας ἐπ' ἐμέ, πάλιν εὐεργετῶν ἀνήγαγές με ἐκ τῶν ἀβύσσων τῆς γῆς τῷ μὴ μόνον ἐζωοποιηκέναι με καὶ πεπλεονακέναι σου τὴν δικαιοσύνην ἐπ' ἐμὲ ἀλλὰ καὶ ἐκ τῶν κάτω ἀναγαγεῖν με. 747 Ps 70,22.23 Σκεῦος ψαλμοῦ τὸ ψαλτήριον, δι' ου λέγει ̓Εξομολογήσομαί σοι, εὐχαριστικῶς προφέρων τὴν ἀλήθειαν καὶ καθ' ην οὐδεὶς ομοιος θεοῦ μετὰ τὰ κακὰ ζωοποιοῦντος καὶ πᾶσαν τὴν ἑπομένην εὐεργεσίαν τελοῦντος. πρὸς τὸ ἐξομολογήσασθαι τὴν ἀλήθειαν ἐν σκεύει ψαλμοῦ καὶ ἐν κιθάρᾳ ψάλαι ὑπισχνεῖται τῷ θεῷ ὑπάρχοντι ἁγίῳ τοῦ ̓Ισραήλ. αγιος δὲ τοῦ ̓Ισραὴλ λέγεται ὡς ἁγιάζων αὐτόν· ωσπερ γὰρ ἐὰν λέγωμεν θεοῦ ἁγίους ειναι παριστῶμεν τοὺς πρὸς αὐτοῦ ἁγιαζομένους, ουτως αγιον αὐτὸν λέγοντες τίνος τὸ ἁγιαζόμενον σημαίνομεν. καὶ οτι τοῦθ' ουτως εχει, ἐπίστησον τῷ περὶ Χριστοῦ λεγομένῳ Ος ἐγεννήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· γέγονε γὰρ σοφία τοῖς σοφοῖς, δικαιοσύνη τοῖς δικαιουμένοις, ἁγιασμὸς καὶ ἀπολύτρωσις τοῖς ἁγιαζομένοις καὶ ἀπολυτρουμένοις. οὐκ ἐνταῦθα μόνον αγιος τοῦ ̓Ισραὴλ ὁ θεὸς ειρηται ἀλλὰ καὶ ἐν τῷ Παρωξύνατε τὸν αγιον τοῦ ̓Ισραήλ, δῆλον οτι οἱ ἁμαρτάνοντες. Λυτροῦται ἡ λογικὴ ψυχή, λύτρον δεδωκότος τοῦ ̓Ιησοῦ ὑπὲρ αὐτῆς τὴν ἑαυτοῦ ψυχὴν καὶ αὐτὴν δηλονότι λογικὴν ουσαν. ονπερ γὰρ τρόπον λυτρούμενος τὰ σώματα τῶν ἀνθρώπων σῶμα ὁμοούσιον αὐτὸς ὑπὲρ αὐτῶν δέδωκεν, ουτως λυτρούμενος λογικὰς ψυχὰς λογικὴν ψυχὴν ὑπὲρ αὐτῶν εθηκεν.

748 Ps 71 αργ Ουτος ὁ ψαλμὸς οὐ διενέγκοι τῷ πατρὶ τοῦ ̔Ροβοὰμ Σολομῶνι

ἀλλὰ τῷ πνευματικῷ ουτω καλουμένῳ διὰ τὴν τοῦ ὀνόματος μετάληψιν· ἑρμηνεύεται γὰρ ̔Ελλήνων φωνῇ εἰρηνικός. τίς δὲ ουτος ὑπάρχει η ὁ λέγων ̓Ιησοῦς Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν; περὶ τούτου ὁ θεολόγος γράφει Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ τὸ Εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς, λύσας τὴν εχθραν τὴν διαιροῦσαν Ελληνας ἀπὸ τῶν ̔Εβραίων ωστε μίαν ποίμνην καὶ ενα λαὸν ἐξ ἐθνῶν καὶ ̓Ιουδαίων συστῆναι. ουτως εἰρηνικὸς δεικνύμενος διὰ τῶν εργων ων ἐτέλεσεν ἐκ τοῦ ∆αυίδ ἐστιν ὁ κατὰ σάρκα γεννηθεὶς ἐκ παρθένου.